<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:39-45</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:39-45</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="39"><p>ταῦτ’ ἀκούσασαι, καθαροῦ βίου μηδ’ ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε
 πεπλασμένον ἦθος σωφροσύνης  <milestone unit="altpage2" n="p. 382 M."/> τὸν ἄλλον χρόνον καθυποκρινάμεναι,
καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι
<lb n="5"/> γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς
ἐπιμελείαις ἀπεργασάμεναι — τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων
ἀθηράτων — εἰς τοὐμφανὲς προέρχονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="40"><p>καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις
δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα
<lb n="10"/> ἤθη· καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς
τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος
θεραπείας θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="41"><p>τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ
<lb n="15"/> πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει
τῶν ἀπονοηθέντων — ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες —
ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ
νουθετήσας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="42"><p>ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς
<lb n="20"/> ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων
τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν
τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτῶ K περιέσεσθαι SG ταῦτα BKAG
<lb/>3 καθυποκρινάμεναι S: καθυποκρινόμεναι ceteri (v)
<lb/>4 ἐσhησι v: αἰσθήσεσι A1P, ἐσθήσεσι ceteri εἴωθε] ἔσωθε S διακομεῖσθαι Ε
<lb/>5 πᾶσαι P εὐμορφώτερον HP 
<lb/>6 ἐργασάμεναι VOF γὰρ om. M
<lb/>7 ἀθηράτων codd.: εὐθηράτων Η2 (v) τό ἐμφανές Α γινόμεναι Η 7.8 βλέμμα ’P
<lb/>8 σχέσεσι S: ὀρχήσεσι ceteri (v)
<lb/>9 <add>ἦς</add> ἀνερμάτιστα coni. Mang. ἀtδρυτα S
<lb/>10 καὶ om. K
<lb/>12 χειροτμήτων S, γηροκομἡτων (sic) G post ἀλλοτριοῦσι add. δὲ ’P, δὴ Η2 (v)
<lb/>13 εὐαγγελίζονται om. A 13.14 καὶ ἔμελλον ἄν καὶ ἄλλους scripsi: xat ἐμέλλοσαν spat.
<lb/>5 fere litt. καὶ ους S, ἔμελλον ἀρὰν Α mg P2, καὶ—ἄλλοθσ om. ceteri (in lacuna BEKM) ; καὶ ἐμἐλλοσαν τοὺς ἄλλους Mang. 
<lb/>14 ἐπισπάσασθαι Α τοὺς μὴ σφόδρα βεβαίους V2K2, τοὺς σφόδρα βεβαίους OF pr. μὴ om. AH2 (v)
<lb/>16 ἀπονοηθέντων SVOFH2: ἐπινοηθέντων ceteri 
<lb/>17 ἀναχαιτίσαι BEKMHP
<lb/>18 ἐπαντλῶν S: om. ceteri (Turn.)
<lb/>19 ταῖς ψυχαῖς B2MV2OFH2 (Turn.) τούτοις eras. V2, om. O ἐπάγων scripsi: ἐπᾴδων codd.; ἐπαίρων coni. Wendl.
<lb/>20 ἐπιλέξας ἀριστίνδην transp. Α ἀναπράξων SGV1: ἀντεισπράξων V2OF, ἀνπρᾶξαι ceteri (v) ; ἀναπράξοντας coni. Mang. 
<lb/>21 ἐμηχανήσατο M τῶν om. VOF
<lb/>22 ἄνωθεν om. Α</note>  

<pb n="v.5.p.278"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="43"><p> δὲ τοὺς λεχθέντας δυνηθέντες. <milestone unit="altref" n="8"/> οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος
ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ
αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς
φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα
στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, <lb n="5"/>
ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης
νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας
ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="44"><p>καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον,
ἀλλ’ ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ <lb n="10"/>
ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης·
ἡ γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν
 ἀπειργάσατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="45"><p>αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον ἢ <milestone unit="altpage1" n="p. 383 M."/>  τὸ σπουδάσαι φιλοκινδύνως
τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν ᾧ καὶ προαγωνίζεται
θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, <lb n="15"/>
 ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>