<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:207-213</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:207-213</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="207"><p>πολύπαις ἦν ὁ πρῶτος ἐκ
τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’
ἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλ’ ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη
κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ ἄλλοι πάντες γνώμης ὑγιοῦς <lb n="10"/>
σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν
 ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="208"><p>πάλιν ἐκ τοῦ δοκιμασθέντος
κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν [ὅτι μὴ χεῖρας καὶ ταύτας
ἕνεκά τινος οἰκονομίας] ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε
ταῖς γνώμαις· ὁ μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν <lb n="15"/>
ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, ὁ δὲ μείζων
ἀπειθής, [ἐκ] τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς
ἔχων, ὑφ’ ὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μετ’ αὐτὸν καὶ
μετανοεῖν εὐθὺς ἐφ’ οἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν
 ἕτερον ἢ δι’ ὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="209"><p>τοιγαροῦν τῷ <lb n="20"/>
μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν
ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ ἔλεον χαρίζονται τὴν ὑπήκοον
<note xml:lang="mul" type="footnote"><lb/>1 καινοὶ G2
<lb/>2 τοὺς κολοκἀγαθίας οm. S
<lb/>3 ἰουδαῖοι H1P δίχα om. HP 
<lb/>5 ἐπ’ add. Turn., om. codd. 5.
<lb/>6 εἰ—ἐλεγχθέντας SF: οm. G2HP 
<lb/>7 δικαστηρίων F πρώτως H2
<lb/>9 μόνος] μὲν S
<lb/>10 πατρίων S 
<lb/>12 ἀοιδίμου S εὐγενείας] συγγενείας Mang. ex Clem, Al. 13.14 verba ὅτι μὴ—οἰκονομίας seclusi
<lb/>14 ὅμοιον om. F περιφερόμενοι coni. Mang. 
<lb/>15 ἀμφοτέροις τοῖς γονεῦσιν S: τοῖς γονεῦσιν ἀμφοτέροις ceteri (v)
<lb/>16 pr. καὶ om. S οὕτως FG2HP (coni. Mang.), οὗτος S: ὄντως v 16.
<lb/>17 μείζων ἀπειθὴς ἐκ τῶν om. S
<lb/>17 ἐκ seclusi; καὶ coni. Mang. τῆς γαστρὸς S 17.
<lb/>18 ἀκρατῶς ἔχων] ἀκρατής S
<lb/>18 πρεσβείων S: πρεσβειῶν ceteri τῷ v (Turn.): τῶν codd.
<lb/>19 φονᾶν] φόνον F
<lb/>21 τίθεται Η1Ρ ἁπάσας S: αὐτάς ceteri (v)
<lb/>22 κατ’ ἔλαιον F</note> <note xml:lang="mul" type="footnote"><lb/>7 sqq. Clem. Alex. l. l. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, δι’ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἴς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενεῖς (l. εὐγενείας). ἐκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος καὶ τἀς εὐχάς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γάρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον.
<lb/>9 Gen. 24,36. 25,5. 6.
<lb/>15 Gen. 25,27.
<lb/>18 Gen. 25,29—34. 27,27 sqq.</note>  

<pb n="v.5.p.331"/>
τάξιν, ἵνα δουλεύῃ τῷ ἀδελφῷ, νομίζοντες, ὅπερ ἐστίν, ἀγαθὸν εἶναι
τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="210"><p>καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος
καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις
<lb n="5"/> μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι
πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς
ἀναξίους εὐγενείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="211"><p><milestone unit="altref" n="5"/> Οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δ’ ἐν
<lb n="10"/> τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δ’ εἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας
ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ
ἀνάπλεως εὐφημίας ὁ βίος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="212"><p>τοῦ τῶν Ἰουδαίων ἔθνους ὁ πρεσβύτατος γένος μὲν ἦν Χαλδαῖος, πατρὸς δὲ ἀστρονομικοῦ τῶν περὶ τὰ μαθήματα
 διατριβόντων, οἳ τοὺς ἀστέρας θεοὺς νομίζουσι καὶ τὸν  <milestone unit="altpage2" n="p. 442 Μ."/> σύμπαντα
<lb n="16"/> οὐρανόν τε καὶ κόσμον, παρ’ οὓς τό τε εὖ καὶ τὸ χεῖρον ἑκάστοις
φασὶν ἀποβαίνειν, οὐδὲν ἔξω τῶν αἰσθητῶν αἴτιον ὑπολαμβάνοντες
εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="213"><p>τούτου δὲ τί ἂν εἴη χαλεπώτερον ἢ μᾶλλον ἀπελέγξαι τὴν ἐν τῇ ψυχῇ δυσγένειαν δυνάμενον δι’ ἐπιστήμης τῶν πολλῶν καὶ δευτέρων
καὶ γενητῶν εἰς ἀνεπιστημοσύνην ἰούσῃ τοῦ ἑνὸς καὶ πρεσβυτάτου καὶ
<lb n="20"/> ἀγενήτου καὶ ποιητοῦ τῶν ὅλων καὶ διά τε ταῦτα ἀρίστου καὶ διὰ
μυρία ἄλλα, ἃ διὰ μέγεθος ἀνθρώπινος λογισμὸς οὐ χωρεῖ;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>