<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1:149-150</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1:149-150</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="149"><p>ἔτι
γὰρ ἀμαυρὸς ὡς ἔοικε προσπίπτει — οὐδὲν τῶν εἰς γνῶσιν τηλαυγέστερον
ἐπιδίδωσιν, ὡς ἔτι μᾶλλον τὸν ἀνήνυτον καὶ ἀδιεξίτητον ἐπιτείνεσθαι
τοῦ καταλαβεῖν ἵμερον, Ταντάλειον τιμωρίαν ἐπιφερούσης τῆς <lb n="10"/>
ἐπιθυμίας· ἐκεῖνός τε γὰρ ὧν ὀρεχθείη πάντων ὁπότε μέλλοι ψαύσειν,
ἀπετύγχανεν, ὅ τε κρατηθεὶς ἐπιθυμίᾳ, <milestone unit="altpage1" n="p. 205 M."/>  διψῶν ἀεὶ τῶν ἀπόντων,
 οὐδέποτε πληροῦται περὶ κενὴν ἰλυσπώμενος τὴν ὄρεξιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="150"><p>ὥσπερ τε
τὰ ἑρπηνώδη τῶν νοσημάτων, εἰ μὴ προανακρουσθείη τομαῖς ἢ καύσεσιν,
ἐπιθέοντα σύμπασαν ἐν κύκλῳ καταλαμβάνει τὴν τοῦ σώματος κοινωνίαν <lb n="15"/>
οὐδὲν ἀπαθὲς μέρος ἐῶντα, οὕτως, εἰ μὴ λόγος ὁ κατὰ φιλοσοφίαν
ἰατροῦ δίκην ἀγαθοῦ ῥέουσαν τὴν ἐπιθυμίαν ἐπίσχοι, πάντ’ ἐξ ἀνάγκης
τὰ τοὺ βίου πράγματα κινηθήσεται παρὰ φύσιν· οὐδὲν γάρ ἐστιν
ὑπεξῃρημένον ὃ διαφεύγει τὸ πάθος, ἀλλ’ ὅταν ἄδειαν λάβῃ καὶ ἐκεχειρίαν,
 ἐπινέμεται καὶ σίνεται πάντα διὰ πάντων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>