<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1:1-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1:1-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="1"><p><milestone unit="altpage2" n="p. 180 M."/><milestone unit="altref" n="1"/> Τοὺς βίους τῶν κατὰ Μωυσέα σοφῶν ἀνδρῶν, οὓς ἀρχηγέτας
<lb n="5"/> τοῦ ἡμετέρου ἔθνους καὶ νόμους ἀγράφους αἱ ἱεραὶ βίβλοι
δηλοῦσιν, ἐν ταῖς προτέραις συντάξεσι μεμηνυκὼς κατὰ τὰ ἀκόλουθα
ἑξῆς τῶν ἀναγραφέντων νόμων τὰς ἰδέας ἀκριβώσω μηδ’, εἴ τις ὑποφαίνοιτο τρόπος ἀλληγορίας, τοῦτον παρεὶς ἕνεκα τῆς πρὸς διάνοιαν
φιλομαθοῦς ἐπιστήμης, ᾗ πρὸ τῶν ἐμφανῶν ἔθος τὰ ἀφανῆ ζητεῖν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="2"><p><lb n="10"/> πρὸς δὲ τοὺς ἀποροῦντας, τί δή ποτε οὐκ ἐν πόλεσιν ἀλλ’ ἐν ἐρήμῳ βαθείᾳ τοὺς νόμους ἐτίθει, λεκτέον πρῶτον μέν, ὅτι αἱ πολλαὶ τῶν
 πόλεων ἀμυθήτων κακῶν εἰσι  <milestone unit="altpage2" n="p. 181 M."/> μεσταί, καὶ τῶν πρὸς τὸ θεῖον ἀνοσιουργημάτων καὶ τῶν πρὸς ἀλλήλους ἀδικημάτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="3"><p>οὐδὲν γάρ ἐστιν ὃ μὴ κεκιβδήλευται, τὰ γνήσια τῶν νόθων παρευημερούντων καὶ τἀληθῆ τῶν
<lb n="15"/> εἰκότων, ἃ φύσει μὲν κατέψευσται, πιθανὰς δ’ ὑποβάλλει φαντασίας
πρὸς ἀπάτην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="4"><p>ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας
<note xml:lang="mul" type="footnote"><lb/>1 —
<lb/>3 Φίλωνος περὶ τῶν δέκα λογίων λόγων scripsi), οἳ κεφάλαια νόμων εἰσί G, φίλωνος ἰουδαίου περὶ τῶν δέκα λογίων, ἃ κεφάλαια νόμων εἰσίν F, περὶ τῶν δέκα λογίων, ἆ κεφάλαια νόμων εἰσίν Η, φίλωνος ἰουδαίου εἰς τὴν (sic) δεκάλογον μώσεως AP, φίλωνος περὶ νόμων ἰδέας M, tit. om. Arm
<lb/>4 μωϋσέα GH: μωυσῆν M, μωσέα ceteri
<lb/>6 ἐν τῆ προτέρᾳ συντάξει Arm προτέραις] ἡμετέραις M κατὰ τὸ ἀκόλουθον Arm ut vid.
<lb/>8 πρὸς διάνοιαν] δι’ ὑπονοιῶν coni. Mang.
<lb/>9 (??) φιλομαθοῦς ἀ eras.) F ἐπιστάσεως coni. Wendl. ᾖ] ἡ Arm
<lb/>10 τί δή ποτε] διὰ τί Η (v)
<lb/>12 εἰσι κακῶν transp. F
<lb/>14 παρημερευόντων M τὰ ἀληθῆ M
<lb/>15 εἰκότων] εἰκαιοτέρων M κατεψεύσατο Η (Turn.) IG post ἀπάτην interpungit M: post πόλεσιν ceteri οὖν M: οὖ ceteri, ἀφ’ οὗ Arrn φύεται] ϋιωται (sic) M
<lb/>17 τὰς κενὰς δόξας] τοὺς κενοδόξους coni. Mang.</note> <note xml:lang="mul" type="footnote"><lb/>11 — 270,5 Vindob. liist. gr.
<lb/>67 fol. 56r Φίλωνος ἰουδαίου: αἱ πολλαὶ τῶν πόλεων ἐκπιεζόμενοι.</note>  

<pb n="v.4.p.270"/>
σεμνοποιοῦντες διὰ χρυσῶν στεφάνων καὶ ἁλουργίδων καὶ πλήθους θεραπόντων
καὶ ὀχημάτων, ἐφ’ ὧν οἱ λεγόμενοι μακάριοι καὶ εὐδαίμονες
μετέωροι φέρονται, τοτὲ μὲν ὀρεῖς ἢ ἵππους καταζευγνύντες τοτὲ δὲ καὶ
ἀνθρώπους, οἳ τὰ φορεῖα κατὰ τῶν αὐχένων ἀχθοφοροῦσι τὴν ψυχὴν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="5"><p> πρὸ τοῦ σώματος δι’ ὑπερβολὴν ὕβρεως πιεζόμενοι. <milestone unit="altref" n="2"/> τῦφος καὶ <lb n="5"/>
πολλῶν ἄλλων κακῶν δημιουργός ἐστιν, ἀλαζονείας, ὑπεροψίας, ἀνισότητος·
αἱ δ’ εἰσὶν ἀρχαὶ ξενικῶν καὶ ἐμφυλίων πολέμων οὐδὲν μέρος,
οὐ κοινόν, οὐκ ἴδιον, οὐ κατὰ γῆν, οὐ κατὰ θάλατταν, ἡσυχάζειν
 ἐῶσαι. τί δὲ δεῖ τῶν πρὸς ἀλλήλους ἁμαρτημάτων μεμνῆσθαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="6"><p>τύφῳ
γὰρ καὶ τὰ θεῖα ἐξωλιγώρηται, καίτοι νομιζόμενα τῆς ἀνωτάτω τυγχάνειν <lb n="10"/>
τιμῆς· τιμὴ δὲ τίς ἂν γένοιτο, μὴ προσούσης ἀληθείας, ἣ καὶ ὄνομα
 καὶ ἔργον ἔχει τίμιον, ἐπεὶ καὶ τὸ ψεῦδος ἔμπαλιν ἄτιμον φύσει;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="7"><p>ἡ δ’
ὀλιγωρία τῶν θείων ἐμφανὴς τοῖς ὀξυδερκέστερον ὁρῶσι· μυρίας γὰρ
ὅσας διὰ γραφικῆς καὶ πλαστικῆς μορφώσαντες ἰδέας ἱερὰ καὶ νεὼς
αὐταῖς προσπεριεβάλοντο καὶ βωμοὺς κατασκευάσαντες ἀγάλμασι καὶ <lb n="15"/>
ξοάνοις καὶ τοιουτοτρόποις ἀφιδρύμασι τιμὰς ἰσολυμπίους καὶ ἰσοθέους ἀπένειμαν,
 ἅπασιν ἀψύχοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="8"><p>οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης
γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις

οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων <lb n="20"/>
 ἐκτεθειώκασιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="9"><p>εἶτ’ ἄλλων παρ’ ἄλλοις τιμωμένων, ἡ περὶ τοῦ ἀρίστου
κρατήσασα διχόνοια καὶ τὰς πρὸς τὰ ἄλλα πάντα διαφορὰς ἐγέννησεν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="10"><p>εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ
κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν
<note xml:lang="mul" type="footnote"><lb/>3 μὲν] μὲν οὖν M ὀρεῖς] οὐρῆας M ἡ] καὶ H, om. M ἵππος ϊ ὑποζευγνύντες M
<lb/>4 φορεῖα AP, φορία Vind., φορτία M τόν αὐχένα F 
<lb/>5 ἐκπιεζόμενοι Vind. τῦφος <add>δὲ</add> conicio 6.
<lb/>7 ἀνισότητος Mang. : codd.
<lb/>7 αἱ δ’] αἴδ’ MP, αἰ Arm
<lb/>8 post διιὸν add. πρῶτον Ann 
<lb/>9 ἀλλήλους] ἄλλους M
<lb/>10 ἐξωλιγωρεῖται M καίτοι] καὶ τὰ coni. Christophorson τυγχάνει F1
<lb/>15 αὐτοῖς M προσπεριεβάλλοντο MH 
<lb/>16 ἰσολυμπίους Α, ἰσολυμπίας P καὶ ἰσοθέους M: om. ceteri; ἰσοθέους (ora. ἰσολυμπίους καὶ) Mang.
<lb/>17 ἅπασιν] πᾶσιν M: πλάσμασιν vel πράγμασιν coni. Mang. ἱεραὶ om. γ’
<lb/>19 οὕτως F
<lb/>20 ὄντως ὄντα transp. MH (v) #x003E; ἀληθῆ coni Mang.
<lb/>21 εἶτα FGH
<lb/>22 διαφορὰς] φορὰς GH (Turn.) 
<lb/>23 πόλεων Mang.: πόλεως codd. ἐννόει AP1
<lb/>24 τοὺς μέλλοντας Arm</note> <note xml:lang="mul" type="footnote">11.
<lb/>12 DP fol. 322r Φίλωνος: τιμὴ τίς ἂν γένοιτο — ἔχει τί</note>  

<pb n="v.4.p.271"/>
 ψυχὴν ἀναγκαῖόν ἐστιν ἀπορρύψασθαι καὶ ἐκκαθήρασθαι τὰς  <milestone unit="altpage2" n="p. 182 M."/> δυσεκπλύτους
κηλῖδας, ἃς μιγάδων καὶ συγκλύδων ὄχλος ἀνθρώπων κατὰ
πόλεις προσετρίψατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="11"><p>τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι, καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν
<lb n="5"/> ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες τύποι κατὰ μικρὸν ἀμαυρούμενοι
καὶ ἀπορρέοντες ἀφανισθῶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="12"><p>τοῦτον τὸν τρόπον καὶ οἱ τὴν ἰατρικὴν ἀγαθοὶ σῴζουσι τοὺς κάμνοντας· οὐ γὰρ πρότερον σιτία καὶ ποτὰ
παρέχειν ἀξιοῦσι, πρὶν ἢ τὰ τῶν νόσων αἴτια ὑπεξελέσθαι· μενόντων
γὰρ ἀνωφελεῖς αἱ τροφαί, ἀλλὰ καὶ ἐπιζήμιοι, ὗλαι γινόμεναι τοῦ πάθους.
<lb n="10"/> </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="13"><p><milestone unit="altref" n="3"/> εἰκότως οὖν ἐκ τῶν κατὰ πόλεις βλαβερωτάτων συνηθειῶν εἰς ἐρήμην ἀπαγαγών, ἵνα κενώσῃ τὰς ψυχὰς ἀδικημάτων, ἤρξατο προσφέρειν
ταῖς διανοίαις τροφάς· αὗται δὲ τίνες ἂν εἶεν ὅτι μὴ νόμοι καὶ
λόγοι θεῖοι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="14"><p>τρίτη δέ ἐστιν αἰτία ἥδε· καθάπερ οἱ στελλόμενοι μακρὸν πλοῦν, οὐχ ὅταν ἐπιβάντες τῆς νεὼς ἀπὸ λιμένος ἐξαναχθῶσιν, ἄρχονται
<lb n="15"/> κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς
ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον
ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν
νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας
κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως
<lb n="20"/> τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς
ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="15"><p><milestone unit="altref" n="4"/> φασὶ δέ τινες καὶ τετάρτην αἰτίαν οὐκ ἀπῳδὸν ἀλλ’ ἐγγυτάτω τῆς ἀληθείας· ἐπειδὴ γὰρ ἔδει πίστιν ἐγγενέσθαι ταῖς διανοίαις περὶ τοῦ μὴ
εὑρήματα ἀνθρώπου τοὺς νόμους ἀλλὰ θεοῦ χρησμοὺς σαφεστάτους
<lb n="25"/> εἶναι, πορρωτάτω τῶν πόλεων ἀπήγαγε τὸ ἔθνος εἰς ἐρήμην βαθεῖαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπορρίψασθαι M καθάρασθαι M 1.
<lb/>2 δυσεκπλήτους G, δυσεκπλύκτους P 
<lb/>3 πόλιν M
<lb/>5 ἀνομημάτων M 6.
<lb/>7 οἱ περὶ τὴν ἰατρικὴν AP 
<lb/>7 γὰρ om. M Arm καὶ ποτὰ om. II (v)
<lb/>8 παρασχεῖν Vind. ἀξιοῦντες M πρὶν om. M
<lb/>9 ἀλλὰ καὶ M: om. ceteri (v) γενόμεναι M
<lb/>10 πόλεις Mang. (sic Arm): πόλιν codd.
<lb/>11 ἐρήμην codd.: ἔρημον Mang. 12.13 λόγοι καὶ νόμοι M
<lb/>13 δ’ ἐστὶν M
<lb/>14 λιμένος FH: λιμένων MAPCi
<lb/>15 μένοντες] μὲν ὄντες Arm
<lb/>16 εὐτρεπίζοντες Η 
<lb/>18 πολιτεύωνται Turn. ἡτοιμασμένους M τοὺς om. Turn.
<lb/>19 εὖ ἀσκηθέντας Arm ἤμελλον H
<lb/>20 χρησομένοις M
<lb/>21 ἐν Α: ἐφ’ ceteri (Turn.) ὁμονοίᾳ] ὁμοία Η διαμονὴ Α ἐπιβαλόντων F 
<lb/>22 ἀπῳδὸν] ἀπᾴδουσαν M
<lb/>23 διανοίαις αὐτῶν Arm
<lb/>25 ἔρημον F (Mang.)</note> <note xml:lang="mul" type="footnote">6—9 Vindob. hist. gr.
<lb/>67 fol. 56v: τοῦτον τὸν τρόπον — τοῦ πάθου</note>  

<pb n="v.4.p.272"/>
 καὶ ἄγονον οὐ μόνον ἡμέρων καρπῶν ἀλλὰ καὶ ποτίμου ὕδατος, ἵν’,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.opp-grc1" subtype="section" n="16"><p>ἐὰν
ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι
προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων
ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα
δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ <lb n="5"/>
γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης,
μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν <milestone unit="altpage1" n="p. 183 M."/>  εἶναι τοὺς νόμους,
ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων
 ἔσχον οὐκ ἐλπίσαντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>