<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:81-90</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:81-90</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="81"><p>ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι
καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ
μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, <lb n="15"/>
χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες,
 ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="82"><p>καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς,
ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν
ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον,
ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, <lb n="20"/>
διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="83"><p>ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους
<note xml:lang="mul" type="footnote"><lb/>1 ἠρμένον AFGHP ἐκτὸς AFGHP: om. K, ἐκ ceteri (ss. Κ2) πάντων] πάνυ ἰῶν Κ τῶν παθῶν VO ἱστάμενος Α
<lb/>2 ἐπιθυμίας om. Α
<lb/>3 συλλαβὸν C τὸ P καὶ om. VO
<lb/>4 πρὸς C1 5.
<lb/>6 ἐξ οὗπερ γίνεται BEKM 
<lb/>6 καὶ om. Α
<lb/>7 δὴ] οὖν Α
<lb/>8 πλασαμένη M, πλασάμενος F
<lb/>9 αὕτη A μηδὲ C 9.
<lb/>10 εἰς τὴν εἱρκτὴν F
<lb/>11 ἐκεῖ CAVO: ἐκεῖσε ceteri 
<lb/>12 #x003E; ἀλεξίκακον coni. Mang. 12.
<lb/>13 εὑρηκέναι ἀλεξίκακον transp. Κ 
<lb/>13 δ’ om. CVO οἱ εἱρκτοφύλακες ἀπανθρωπίας transp. CVO
<lb/>15 συγκροτούμενοι θηριοῦνται V2O θηριούμενοι post ἡμέραν transp. Α καθ’ CAKV2: καὶ ante καθ’ add. ceteri
<lb/>16 ἀλλ’ οὐδ’ ἐκ τύχης Κ (V1 ut vid.) cf. § 238: ἀλλ’ οὐδὲ τύχης BEM, ἀλλ’ οὐδ’ εὐμενὲς V2O, om. ceteri (v) λέγοντες ἡ δρῶντες ἢ ὁρῶντες transp. Α; δρῶντες ἢ λέγοντες ἢ ὁρῶντες Mang.
<lb/>17 βιαιότητα M, βεβαιότατα B1E 17.
<lb/>18 εὐπραγεῖς Α
<lb/>18 ἀθλητικῆς C: ἀσκητικῆς ceteri ἄσκησιν] ἐκτριβὴν V2K2O
<lb/>20 ἀτίθασος CBEHP: ἀτίθασσος ceteri καὶ ἀμείλικτος om. Α προσλάβοι Α
<lb/>21 γίνεται Κ1: ἑνὶ ceteri; ἢ ἑνὶ Mang. πάθει χρηστῶ transp. CA
<lb/>22 καὶ ὥσπερ H γὰρ om. 1</note> <note xml:lang="lat" type="footnote"><lb/>8 sqq. Gen. 392123</note>  

<pb n="v.4.p.79"/>
χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί
τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι
πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="84"><p>τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις,
<lb n="5"/> ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ
τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν.
 </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="85"><p><milestone unit="altref" n="16"/> ἀλλ’ ὅμως ὁ τοιοῦτος  <milestone unit="altpage2" n="p. 54 Μ."/> ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς
τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν
<lb n="10"/> εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς
οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="86"><p>τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ
τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι
καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας
<lb n="15"/> ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="87"><p>τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας
ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν
ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις·
<lb n="20"/> „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν;
ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες
αὑτῶν αἰσχυνόμεθα“. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="88"><p><milestone unit="altref" n="17"/> τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται
<note xml:lang="mul" type="footnote"><lb/>1 post συνοῦσιν add. ἡδέσι καὶ ἀγαθοῖς HP(v) τοῖς alt. om. BEK1
<lb/>2 τι BEM: om. ceteri τῆς] τὰς V2O
<lb/>3 οὑν AFG: δ’ H, om. ceteri κλέπτες C, κλέπται M
<lb/>4 βιοφθορεῦσιν Η ἀνδροφόνοις om. Η
<lb/>5 σπῶνται] υ ν σϋνυῶνται (sic) H, συνυλῶνται L
<lb/>6 πολυμμιγοῦς V ἓν ex ἐν corr. HP μιαρὸν VO
<lb/>7 ἀπὸ A
<lb/>8 ἐκκεχειρίας VAP
<lb/>9 τῆς] τοῖς B1E προσσχήατος E ἔτι μένειν coni. Wendl.
<lb/>10 δὲ C τάξιν] πρᾶξιν HP(v): προστασίαν coni. Mang.
<lb/>11 γοῦν] γὰρ C
<lb/>12 ἔτι F
<lb/>13 νύκτωρ] νύκταις corr. in νύκτας C 
<lb/>14 κακὸν corr. ex κακῶν G, κακῶν EFHP τοῖς C, τοῖς ex τῆς corr. H: τῆς ceteri
<lb/>16 αὐτοῦ V2H2: αὐτοῦ ceteri
<lb/>17 εὖ] οὐ G ἐπέτρεψε BEM, ἐπέστρεφε V2O, ὑπέστρεψε F
<lb/>18 ἐλόφησαν C
<lb/>19 αὑτοὺς O, αὐτοὺς KF, αὐτοὺς corr. ex αὐτοῖς V: αὐτοῖς ceteri (v) τοιαῦτα Α ἐπιφθεγγόμενοι VO 
<lb/>20 ἄρα Κ πάλαι om. Α, post ἀγαθὸν transp. F
<lb/>21 γάρ CA: γὰρ καὶ ceteri ὡς] καὶ F κάτοπτον Ε 21.
<lb/>22 αὑτῶν ὁρῶντες transp. CV 
<lb/>22 αὐτῶν CKOFH1P, αὐτῶν om. Α αἰσχυνόμεθα—ἀρχιοινοχόος (80,1) om. F βελτιουμένων] εἰσαγομένων Ο</note> <note xml:lang="mul" type="footnote">2.
<lb/>3 DK fol. 249v Φίλωνος ἐκ τοῦ εἰς τὸν Ἰωσήφ: δεινὸν τὸ ἔθος—πρὸς φύσι 
<lb/>22 sqq. Gen. cap. 40</note>  

<pb n="v.4.p.80"/>
δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν
οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων
τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ
 μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="89"><p>χρόνου
δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας <lb n="5"/>
γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ
τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="90"><p>ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται,
μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι
γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων <lb n="10"/>
ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος
 φησίν·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>