<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="81"><p>ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι
καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ
μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, <lb n="15"/>
χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες,
 ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="82"><p>καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς,
ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν
ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον,
ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, <lb n="20"/>
διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="83"><p>ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους
<note xml:lang="mul" type="footnote"><lb/>1 ἠρμένον AFGHP ἐκτὸς AFGHP: om. K, ἐκ ceteri (ss. Κ2) πάντων] πάνυ ἰῶν Κ τῶν παθῶν VO ἱστάμενος Α
<lb/>2 ἐπιθυμίας om. Α
<lb/>3 συλλαβὸν C τὸ P καὶ om. VO
<lb/>4 πρὸς C1 5.
<lb/>6 ἐξ οὗπερ γίνεται BEKM 
<lb/>6 καὶ om. Α
<lb/>7 δὴ] οὖν Α
<lb/>8 πλασαμένη M, πλασάμενος F
<lb/>9 αὕτη A μηδὲ C 9.
<lb/>10 εἰς τὴν εἱρκτὴν F
<lb/>11 ἐκεῖ CAVO: ἐκεῖσε ceteri 
<lb/>12 #x003E; ἀλεξίκακον coni. Mang. 12.
<lb/>13 εὑρηκέναι ἀλεξίκακον transp. Κ 
<lb/>13 δ’ om. CVO οἱ εἱρκτοφύλακες ἀπανθρωπίας transp. CVO
<lb/>15 συγκροτούμενοι θηριοῦνται V2O θηριούμενοι post ἡμέραν transp. Α καθ’ CAKV2: καὶ ante καθ’ add. ceteri
<lb/>16 ἀλλ’ οὐδ’ ἐκ τύχης Κ (V1 ut vid.) cf. § 238: ἀλλ’ οὐδὲ τύχης BEM, ἀλλ’ οὐδ’ εὐμενὲς V2O, om. ceteri (v) λέγοντες ἡ δρῶντες ἢ ὁρῶντες transp. Α; δρῶντες ἢ λέγοντες ἢ ὁρῶντες Mang.
<lb/>17 βιαιότητα M, βεβαιότατα B1E 17.
<lb/>18 εὐπραγεῖς Α
<lb/>18 ἀθλητικῆς C: ἀσκητικῆς ceteri ἄσκησιν] ἐκτριβὴν V2K2O
<lb/>20 ἀτίθασος CBEHP: ἀτίθασσος ceteri καὶ ἀμείλικτος om. Α προσλάβοι Α
<lb/>21 γίνεται Κ1: ἑνὶ ceteri; ἢ ἑνὶ Mang. πάθει χρηστῶ transp. CA
<lb/>22 καὶ ὥσπερ H γὰρ om. 1</note> <note xml:lang="lat" type="footnote"><lb/>8 sqq. Gen. 392123</note>  

<pb n="v.4.p.79"/>
χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί
τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι
πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="84"><p>τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις,
<lb n="5"/> ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ
τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν.
 </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="85"><p><milestone unit="altref" n="16"/> ἀλλ’ ὅμως ὁ τοιοῦτος  <milestone unit="altpage2" n="p. 54 Μ."/> ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς
τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν
<lb n="10"/> εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς
οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="86"><p>τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ
τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι
καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας
<lb n="15"/> ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="87"><p>τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας
ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν
ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις·
<lb n="20"/> „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν;
ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες
αὑτῶν αἰσχυνόμεθα“. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="88"><p><milestone unit="altref" n="17"/> τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται
<note xml:lang="mul" type="footnote"><lb/>1 post συνοῦσιν add. ἡδέσι καὶ ἀγαθοῖς HP(v) τοῖς alt. om. BEK1
<lb/>2 τι BEM: om. ceteri τῆς] τὰς V2O
<lb/>3 οὑν AFG: δ’ H, om. ceteri κλέπτες C, κλέπται M
<lb/>4 βιοφθορεῦσιν Η ἀνδροφόνοις om. Η
<lb/>5 σπῶνται] υ ν σϋνυῶνται (sic) H, συνυλῶνται L
<lb/>6 πολυμμιγοῦς V ἓν ex ἐν corr. HP μιαρὸν VO
<lb/>7 ἀπὸ A
<lb/>8 ἐκκεχειρίας VAP
<lb/>9 τῆς] τοῖς B1E προσσχήατος E ἔτι μένειν coni. Wendl.
<lb/>10 δὲ C τάξιν] πρᾶξιν HP(v): προστασίαν coni. Mang.
<lb/>11 γοῦν] γὰρ C
<lb/>12 ἔτι F
<lb/>13 νύκτωρ] νύκταις corr. in νύκτας C 
<lb/>14 κακὸν corr. ex κακῶν G, κακῶν EFHP τοῖς C, τοῖς ex τῆς corr. H: τῆς ceteri
<lb/>16 αὐτοῦ V2H2: αὐτοῦ ceteri
<lb/>17 εὖ] οὐ G ἐπέτρεψε BEM, ἐπέστρεφε V2O, ὑπέστρεψε F
<lb/>18 ἐλόφησαν C
<lb/>19 αὑτοὺς O, αὐτοὺς KF, αὐτοὺς corr. ex αὐτοῖς V: αὐτοῖς ceteri (v) τοιαῦτα Α ἐπιφθεγγόμενοι VO 
<lb/>20 ἄρα Κ πάλαι om. Α, post ἀγαθὸν transp. F
<lb/>21 γάρ CA: γὰρ καὶ ceteri ὡς] καὶ F κάτοπτον Ε 21.
<lb/>22 αὑτῶν ὁρῶντες transp. CV 
<lb/>22 αὐτῶν CKOFH1P, αὐτῶν om. Α αἰσχυνόμεθα—ἀρχιοινοχόος (80,1) om. F βελτιουμένων] εἰσαγομένων Ο</note> <note xml:lang="mul" type="footnote">2.
<lb/>3 DK fol. 249v Φίλωνος ἐκ τοῦ εἰς τὸν Ἰωσήφ: δεινὸν τὸ ἔθος—πρὸς φύσι 
<lb/>22 sqq. Gen. cap. 40</note>  

<pb n="v.4.p.80"/>
δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν
οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων
τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ
 μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="89"><p>χρόνου
δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας <lb n="5"/>
γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ
τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="90"><p>ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται,
μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι
γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων <lb n="10"/>
ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος
 φησίν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="91"><p>„ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν
εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς
ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ
εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν <lb n="15"/>
 τῷ βασιλεῖ.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="92"><p>ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι
καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς
ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου
ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει
δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς <lb n="20"/>
οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="93"><p> ἀκούσας. <milestone unit="altref" n="18"/> ὁ δ’ ἀρχισιτοποιὸς <milestone unit="altpage1" n="p. 55 M."/>  ἀποδεξάμενος τὴν διάκρισιν, ὡς
καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών — ἦν δ’ οὐ μετρίως παλίμφημον —,
ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ CA: δ’ ceteri ἀρτοσιτοποιός (sic) F ἐν] ἐφ’ VO
<lb/>3 ἢν] ἧ CAV2K2O οἶόν τε BEF, οἷόν τ᾿ A, εἰ οἷόν τε CVOK ἦν Α, ἢν F, ᾖ om. ΒΕΜ
<lb/>4 ἐργάσασθαι CK1, ἀπεργάσηται VOK2 ἑαυτὸν corr. ex ἑαυτῶ F α γ εὐνούχους β 
<lb/>5 ἐπιὼν] ἐπὶ F
<lb/>6 γέμοντας τοὺς δεσμώτας μᾶλλον ἢ πρότερον Κ εὐνούχους corr. ex δεσμώτας Ο
<lb/>7 σφόδρα ΒEKVO προπεπτωκέναι G ἐπυνθάνετο τὴν αἰτίαν om. M
<lb/>8 ἀποκριναμένων CABEKM: ἀποκρινομένων ceteri καὶ ἄσης F ἄσης] πάσης VO καὶ om. VO, ἄσης καὶ om. Α ἀδημονίας] ἀθυμίας A
<lb/>9 διακρίνοντος Α
<lb/>10 βουλεύεται AF
<lb/>11 πρότερον CAVO 
<lb/>12 ἔδοξε BEM εἰς ἓν F, ἓν om. BEMHP1
<lb/>13 βοτρυοφοροῦσαν MAHO ὡς om. Α
<lb/>14 ὑπερπερκαζούσης Α
<lb/>15 εἰς] ὡς G καὶ ante ὅπερ add. F 15.
<lb/>16 ἔχον ἱκανῶς ἀκράτου τῶ βασιλεῖ προσενεγκεῖν Κ
<lb/>16 σοι om. Α 
<lb/>19 ὁ βασιλεὺς om. PH1, add. mg. P2
<lb/>20 δὲ CA: δὲ καὶ ceteri 
<lb/>21 ταῦτα CK
<lb/>22 δὲ CVO ὡς] ὃς BEMG
<lb/>23 καὶ om. A εὐτυχές] ἔτυχεν CBEM
<lb/>24 ἑταίρου Α ἐλπίσι χρησταῖς transp. Α</note>  

<pb n="v.4.p.81"/>
ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’
ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα
— ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —,
ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι,
<lb n="5"/> μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="94"><p>ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν,
ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε
γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς,
<lb n="10"/> ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="95"><p>ἀλλ’ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι
καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν
πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="96"><p>τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς
<lb n="15"/> ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα
ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="97"><p>καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς
δ’ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες
<lb n="20"/>  οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ’ οἱ περὶ τὰ βασίλεια.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="98"><p>ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς
ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως
<note xml:lang="mul" type="footnote"><lb/>1 κανᾶ πεμμάτων πλήρη transp. O
<lb/>2 ἀνώτατον Α εἶναι] ἦν F εἴωθε Κ ἔθος ἐστὶ scripsi): εἴωθε ceteri
<lb/>3 ποικίλαι δ’ αἱ πρὸς δ. β. σ. περιεργίαι conicio; δ’ #x003E; εἶναι coni. Wendl. τὰς] τε Α
<lb/>4 ὄρνεις corr. ex ὄρνις Κ, ὄρνις BEMA ἁρπάξειν HP
<lb/>5 μέχρι C οὖ] ἂν F; μέχρις τοῦ V πάντα CVO, πάντας F καὶ om. F 5.
<lb/>6 ὑπολείπεσθαι HP, ὑπο- corr. in ἀπο- Κ
<lb/>6 μὲν om. MA(v)
<lb/>8 ὀκνῶ τε Κ1: ὀκνότεραι VOK2, ὀκνοτέρα BE, ὀκνηροτέρα M, ὀκνῶ (om. τε) ceteri
<lb/>9 εἰ καί τις ἄλλος Κ: εἴ γέ τις BEMVO, τις (cet. om.) ceteri (v) εἶναι κακῶν ἄγγελος ΑΚ: ἄγγελος εἶναι κακῶν ceteri συναλγῶ τε Κ: συναγωγαὶ BEMV1, ἐπαγωγαὶ V2O, συναλγῶ γὰρ ceteri τοῖς] ταῖς G
<lb/>10 ἥκιστα] ἧττον coni. Mang. τῶν om. VO
<lb/>11 ὀνειράτων F 
<lb/>13 θείων Α: ὁσίων ceteri ἀδικημάτων Α
<lb/>15 σε ante κελεύσει repet. C 15.
<lb/>16 καταπτάντα Α
<lb/>16 ὅλος Α, ὅλως F
<lb/>17 post εἰκὸς add. ἣν HP ἀνετέτραπτο CFGP; ἀπετέτραπτο coni. Mang.
<lb/>18 τὰς ἀνίας om. BEM 
<lb/>19 δ’ αἱ] δὲ (om. αἱ) Α γενέθλιον F ᾗ] ὧ F
<lb/>20 τὴν om. Α δὲ C, δ’ om. AFGP
<lb/>21 εὐωχούσης VOK2
<lb/>22 τὸ om. Α
<lb/>23 τἀκ] κἀκ CVO, τά ἐκ HP Philonis opera vol. IV 6</note>  

<pb n="v.4.p.82"/>
ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα,
τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="99"><p><milestone unit="altref" n="19"/> Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς
προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος,
ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, <lb n="5"/>
ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ
 μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="100"><p>μετὰ γὰρ διετῆ χρόνον
τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς
φαντασίαις δι’ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας
 πίστεως.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>