<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:71-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:71-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="71"><p>ἀλλ’ οὗτοί γε
τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ
τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι
βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου <lb n="10"/>
δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν
τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="72"><p>ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ
τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ
τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω <lb n="15"/>
 τὸ φανησόμενον δίκαιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="73"><p>ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι
τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς
θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν,
ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ
 παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="74"><p>εἰ δὲ μὴ χαίρει <lb n="20"/>
τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις
καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας
καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε
<note xml:lang="mul" type="footnote"><lb/>1 BEM
<lb/>2 οὐκ Κ: οὑν ceteri (v) δοῦλος] δῆμος Α εὐπατρίδης δ’ Κ: δ’ om. ceteri (v) 2.
<lb/>3 ἐγγραφῆς τῆς AFGHP: ἐγγραφεῖσθαι ceteri (sic Mang.)
<lb/>3 τοῦδε om. BKM τῷδε τῷ κόσμῳ conicio
<lb/>4 παρακλήσεις AFGHP: παράκλησις ceteri
<lb/>6 κακίας ἢ πάθους transp. Α ὑπάγεται Α, ὑπαγάγηται V2O ἔτι] ἕνεκα V2O
<lb/>7 φοβήσομαι GH1, φοβηθήσεται Α δέσποτα O ἢ—ἀνθρώπων om. HP1, add. mg. P2, δηλονότι CAGP2 τὴν] τῶν BEM ὑπ’ AP2 οὔτοι P
<lb/>8 κυρίαν FL (v) οὐ τὴν κατ’ ἐμέ Κ1: οὐδὲν κατ’ ἐμοῦ ceteri
<lb/>11 περιπεφυκὼς P ἀφειμένων AF1; ἀφειμένος coni. Mang.
<lb/>12 τε om. BEK χαλεπῶν καὶ VO: καὶ χαλεπῶν ceteri, χαλεπῶν orn. F οὐκ add. ante ἐκπεφευγὼς F
<lb/>13 μήτε] μὴ Α 13.
<lb/>14 διὰ ἥν περιουσίαν om. F
<lb/>14 τὰ om. FGH1P
<lb/>15 ἀξιώματι καὶ σχήματι F τε καὶ Α
<lb/>16 βουλεύσω F, δουλεύω G, βουλεύω om. M εἰσηγήσωμαι F
<lb/>17 ἐκκλησιάζων F
<lb/>18 ἑτέρω Α, ἑτέρων F
<lb/>20 παρά- οι φρονα VO post νήφουσαν add. καὶ BEM χαίρει Α, Χαίρη C
<lb/>22 τέκνα] κ τε καὶ BEMVO
<lb/>23 κατηγοροῦσιν C1FGHP, κατηγοροῦσιν Κ</note>  

<pb n="v.4.p.77"/>
βλασφημίαν οὔθ’ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας
ὀνόματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="75"><p>πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι
τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="76"><p>ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ <lb n="5"/> τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας,
οὔθ’ ὅτι εὐγενὴς ἦν ἢ πολυχρήματος οὔθ’ ὅτι τῶν κατ’ αὐτὸν
ἐνδοξότατος βασιλεὺς ἢ τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ
δύναμιν, κἂν δέῃ τομαῖς ἢ καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν
ἄρχοντα καὶ δεσπότην ὁ ὑπήκοος καὶ λεγόμενος δοῦλος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="77"><p>ἐγὼ δ’ οὐχ <lb n="10"/> ἕνα ἄνδρα πόλιν δ’ ὅλην κάμνουσαν παραλαβὼν ὑπ’ ἀργαλεωτέρων νόσων,
ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος
τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν
ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν
 ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος  <milestone unit="altpage2" n="p. 53 M."/> ἐπικρύψαι τὴν ἀλήθειαν καὶ
<lb n="15"/> τοῦ συμφέροντος ἀμελῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="78"><p>"πρὸς ταῦθ’“</p><p>ὡς ὁ τραγικός φησιν</p><p>„ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον“. —</p><p>„πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου</p><lb n="20"/><p>πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω</p><p>γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ εἰς αἰθέρα,</p><p>πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.“</p><note xml:lang="mul" type="footnote"><lb/>1 καὶ εὐνοίας om. ΒΕΚM, add. mg. Κ2
<lb/>2 ἄξιον V ἐμὲ τὸν πολιτικὸν transp. G καὶ τὰ] κατὰ C1VO, καὶ τὸ C2, καὶ τὸν F πάντα] πᾶν CV1, τὸ πᾶν V2O, πάντα om. Α
<lb/>6 ἢ πολυχρήματος ἦν transp. G κατ’ αὐτὸν KF: καθ’ αὑτὸν ceteri (v)
<lb/>8 ἢ] καὶ F κεχρῆσθαι Α κάει τὲ corr. ex καὶ εἴτε B κίειν τε καὶ τέμνειν VO, τέμνει τε καὶ καίει transp. Α, τε om. C 
<lb/>9 καὶ alt. om. Κ
<lb/>12 θεραπεύσω Κ post θεραπεύειν interpung. CVOBEM 
<lb/>13 ἀνελεύθερον καὶ σφόδρα δουλοπρεπὲς CVOK2BEM γρ. ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ mg. V) κολακείᾳ] καὶ κολακεία V1, θεραπεία Α ἂν om. BEK1MV1 
<lb/>14 φθεγγόμενος Η
<lb/>17 ὡς om. O
<lb/>18 ἴτω μὲν πῦρ om. F μὲν] γε V2O post φάσγανον add. τομὸν V2K2, τὸ μὲν O
<lb/>19 πίπρα BM σαρκὸς V2O
<lb/>20 καὶ πίνων F κελαινὸν αἷμα πίνων transp. G πρόσθεν AF
<lb/>21 γῆς κύκλον ἴδης ἠρμένον πρὸς αἰθέρα V2O εἶσιν] εἴη Κ, ἢει C γῆ δ’ ἄνεισ’ FH: γῆ τ’ ἄνεισ’ B2M, πηδᾶν εἴσῃ B1E, γῆ δ’ ἄνεισιν Α, γῆ γῆ τ’ ἄν P, γῆ δ’ ἄν εἴη Κ, γῆ δ’ ἀνήει C 
<lb/>22 θῶπα C</note><note xml:lang="lat" type="footnote">16.
<lb/>18 Eur. Phoen. 521 19—22 Eur. frg. 687</note><pb n="v.4.p.78"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="79"><p>οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον,
ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος
οὐκ ἀνέχεται, συλλαβὼν δ’ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον,
πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ,
δι’ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ <lb n="5"/>
περιγίνεται καὶ τὸ ἄρχειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="80"><p><milestone unit="altref" n="15"/> Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν.
ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης
ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ’ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν
ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς <lb n="10"/>
μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ
καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον
 εὑρηκέναι τὸν ἄνθρωπον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>