<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:241-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:241-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="241"><p>καὶ
νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι <lb n="10"/>
βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις
καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην
 γενέσθαι καὶ διάκονον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="242"><p>ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε·
πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ
τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί <lb n="15"/>
τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων
ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν
 ἔνδειαν προεστῶτος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="243"><p>ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον,
αἱ τροφαὶ παρ’ ἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι
πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι <lb n="20"/>
τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="244"><p>ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’
ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος
ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ — καὶ γὰρ ἐδέθην
ποτὲ συκοφαντηθείς —, ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας <lb n="25"/>
μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν,
<note xml:lang="mul" type="footnote"><lb/>2 δὲ CV, οὖν F <add>τῷ</add> παρ’ ἐλπίδα coni. Wendl.
<lb/>3 γῆς ΒΕMΑ0
<lb/>4 κατηφῆτε 
<lb/>5 παρέχω post πεπραγμένων transp. M δεῖσθαι BE
<lb/>7 συμβούλοις Mang.: συμβόλοις codd.
<lb/>8 ὧ Κ: ἧ AOFGHP, om. CVBEAI
<lb/>11 με AOKFB2: μὲν ceteri αὐτοῦ H
<lb/>13 ἐναργῆ] ἐν ἀρχὴ H (Turn.) λαβεῖν δύνασθε transp. AO ἀναλαβεῖν CVBEKM; δύνασθε ἂν λαβεῖν coni. Mang.
<lb/>14 ἐπιτέτραμμαι αἴγυπτον transp. F δ’ AF, τε CV πρώτην Κ: om. ceteri 
<lb/>15 τῷ om. VF
<lb/>17 καὶ post ὅσα om. V, καὶ ὅσα transp. AO χρεῖ BM: χρήζει C(v), χρεία ceteri πάντων VFG, πᾶσι AOP2
<lb/>18 ἀργύρου τε καὶ χρυσοῦ VK2
<lb/>19 αἱ] καὶ G 19.
<lb/>20 κανερματίζοντι Ο
<lb/>20 τι] τινι F 
<lb/>21 τρυφὴν] τροφὴν coni. Mang. περιττεῦσαι Κ: om. ceteri τι] τινι F, om. CAO
<lb/>22 οὐκ ἁβρυνόμενος C, οὐχ ἁβρυνόμενος VBEKM καὶ σεμνυνόμενος om. AO ἐξῆλθον G
<lb/>23 ἵνα C ἄνθρωπος AOF 23.
<lb/>24 ἔσεσθαι αἴτιος transp. HP
<lb/>24 δεσμώτῃ] δεσπότη BEM
<lb/>25 συμφοράς τε καὶ C: om. ceteri</note>  

<pb n="v.4.p.113"/>
ᾧ πάντα δυνατά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="245"><p>ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες
εὐθυμίαν. εὖ δ’ ἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ
τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι
<lb n="5"/> πανταχόσε.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="246"><p><milestone unit="altref" n="41"/> οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών,
ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες
δ’ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων
καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι
<lb n="10"/> τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ’ αἰδοῦς
καρτερίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="247"><p>ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ’ εἰς εἱρκτὴν
ἀπαγόμενος ὑπ’ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν
 χρόνον ἐκεῖ καταμένων, οἷα  <milestone unit="altpage2" n="p. 76 M."/> φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς
<lb n="15"/> ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="248"><p>ἀλλ’ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ’ οὐδ’ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις
ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι
περὶ τῆς ἰδίας εὐγενείας, οὐδ’ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο
καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν,
<lb n="20"/> ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι
εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ’ ἐπιβουλὰς ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν
ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="249"><p>ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας
καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον
<lb n="25"/> καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 ταῦτ’ Α μηκέτ’ AF ἔχητε V
<lb/>5 πανταχόσε] πανταχόθεν κατὰ πολὺ HP(v) κατὰ] μετὰ M
<lb/>6 ἀπαύστως AOFGHP: ἀδιαστάτως CVBEKM; fort. scribendum ἀπαύστως καὶ ἀδιαστάτως
<lb/>8 δὲ CV τὸν om. C ἀναφέροντος KV2, corr. ex ἀναφέροντες E: ἀναφέροντες ceteri 8.
<lb/>9 τῶν κατορθουμένων τὰ τέλη transp. Α
<lb/>9 ἀρχαῖς om. H1P
<lb/>10 μὴ Κ: om. ceteri δυσχεράναντος VBEM, δυσχεραίναντος (sic) Κ: δυσχεράναντας C, δυσχεράναντες GHP, δυσχεραίνοντες AOF 
<lb/>11 ἀνομαλίαις C 11.
<lb/>12 οὐδὲν εἶπε βλάσφημον transp. AO
<lb/>12 οὔτε C 
<lb/>13 ὑπὸ C ἐξελάλησέ τι om. Ο ἀπορρήτων] ἀβουλήτων ΑΟ
<lb/>15 ἀτυχίας] τύχας AO ἀναμετρεῖσθαι corr. ex —εἷται Κ ἀπεγύμνου ΑΟ ἀλλ’ ὡς] ἄλλως AOGH1P, ἄλλοις τε F, ἀλόγως H2 μηδὲν εἰδὼς om. AOFGHP 
<lb/>16 ἀλλὰ FG οὐδὲ V συνέκρινεν V
<lb/>17 ἐφθέγξατό τι CK: τι φυλάξασθαι F, τι φθέγξασθαι ceteri
<lb/>18 ἀλλ’ οὐδ’ BKM οὐδὲ C τοῦ βασιλέως F 
<lb/>20 εἶναι om. Α
<lb/>21 ἥκιστα C
<lb/>22 ὑπομεμενηκὼς ἀνηκέστους transp. AO 
<lb/>23 αὐτῆς F
<lb/>24 εἰδότες ἡγεμόνων trausp. ΒΕΚM ἀνέπαφον AOFGHP 
<lb/>25 ὡς om. Ο Philonis opera vol. IV 8</note>  

<pb n="v.4.p.114"/>
ἀποκτεῖναι δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν
πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε
 τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="250"><p>οὕτω μέντοι τὰ
τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ
ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ <lb n="5"/>
προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο
τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="251"><p> εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. <milestone unit="altref" n="42"/> γνοὺς
δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος,
προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν <lb n="10"/>
ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας
καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς
ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν
 πατέρα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="252"><p>παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ
μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες <lb n="15"/>
ἀξιοπιστότατοι, ἀλλ’ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν
 οὐκ ἐπέτρεπεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="253"><p>ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς
καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις
εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι
 μέρος τῆς οἰκίας ἀπεπλήρωσεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="254"><p>ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε <lb n="20"/>
τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα
εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 μὴ om. P1, ss. P2
<lb/>2 τῳ] τὸ GHP δωρεᾶς O
<lb/>3 τὰ ἐπιτήδεια CV αὐτοῖς V παραδοθῆναι VBEM
<lb/>4 πράξεως Α εἰσάπαν ΑΚ ὥστ’ HP, ὡς δ’ F
<lb/>5 πρώτων V τῶν om. CVBEKM G εὐηγγελίζοντο] ἐδήλουν HP(v)
<lb/>8 εὐφόρησεν CVBKMH2: ηὐφόρησεν ceteri εὐθηνίαν] εὐπορίαν Κ μετέβαλεν CG
<lb/>9 δὲ CV pr. καὶ om. Κ ἡ om. CBEKMA γενεὰ] συγγένεια coni. Mang.
<lb/>10 μεταστῆναι CVGHP1 πανοικὶ —εὶ C) μεταστῆναι transp. CV πανοικεὶ CHP(v)
<lb/>11 ἀπήνας] ἀπήγαγον γον in ras.) F 11.
<lb/>12 ἁμάξας M, ἀμάξας P
<lb/>12 τὰ ἐπιτήδεια CVBEM 
<lb/>13 μετὰ CVHP
<lb/>15 μείζω AO κἄν VMK2F2: καὶ corr. ex κἄν Β, καὶ ceteri
<lb/>16 ἥ γε CM, ἥ τε E, ἥ τε (sed τε del.) Β: ἡ (om. γε) ceteri συνιδεῖν O 16.
<lb/>17 συναινεῖν οὐκ ἐπέτρεπεν CV: οὐκ ἐπέτρεπε συναινεῖν ceteri 
<lb/>17 ἐπέτρεψε Α δ’ Α τῶ τοιούτω A
<lb/>19 ὕμνει VBEKM: ὑμνεῖ ceteri ἐλλελοιπέναι CVBEKM
<lb/>20 καὶ om. AOFHP
<lb/>21 ἐκδιαιτήσεως VK: ἐπιζητήσεως Α, ἐκζητήσεως ceteri 21.
<lb/>22 καὶ—φύσει] τὸ τῆς νεωτάτης εὐόλισθον φύσεως C; τὸ τῆς νεότητος εὐόλισθον φύσει conicio
<lb/>22 ξενιτείαν V2K2 τῆς Α ἐκεχειρίαν CBEKMO: ἐκκεχειρίαν ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Thom. Mag. Ecl. 252,
<lb/>11 R. . . . καὶ ξένισις ἡ ξενοδοκία . . . καὶ ξενία τὸ αὐτό, ὡς Φίλων ἐν τῷ περὶ Ἰωσήφ: τῶν εἰς τὴν ξενίαν ἡκόντων ἀδελφῶν.</note>  

<pb n="v.4.p.115"/>
μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν
 ἕνεκα  <milestone unit="altpage2" n="p. 77 M."/> τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ
δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς,
μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ,
<lb n="5"/> μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν
ὀθνείων μεταβολήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="255"><p>οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι·
„μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω
τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω
<lb n="10"/> μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας
οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς
δ’ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="256"><p>ὁ δ’ υἱὸς ἀκούσας — σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν — οὐ
μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ
<lb n="15"/> τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς
κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες
πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι
συνέτεινον ἄχρι τῶν βασιλείων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="257"><p>θεασάμενος δὲ ὁ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλ’ ἑαυτοῦ
<lb n="20"/> μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ
ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ
σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους
τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 τῆς] τοῖς P, τὴν V χώραν τυφλώττουσαν V
<lb/>2 γεννητὰ VKOF θνητὰ] τυφλὰ HP post προσέτι add. ὅτι V2K2
<lb/>3 ἐπιθέσεις V: ἐπίθεσις ceteri ἐπιτίθεντι CVBEM: ἐπιτίθενται Κ, ἐπιτίθεται ceteri ἐπιτίθενται secludendum puto 
<lb/>4 συνεξεληλυθότος scripsi: ἐξεληλυθότος K(v), συνεξεληλυθότων V, om. Η, ἐξεληλυθότων ceteri
<lb/>5 καὶ om. AO
<lb/>6 ὀθνίων C μεταβολήν] ἀποδοχήν coni. Mang. μόνον O δυνατῶ FG
<lb/>7 ὁρᾶν Κ1: ἰδεῖν ceteri κοιμωμένων OFP
<lb/>8 μηδὲν] μὴ F
<lb/>10 μέντοι] μέν σοι ΒΚ περιπόθητον VA 
<lb/>12 δὲ CVA ἐπέσπενδεν M, ἔσπευδεν VAO δὲ CV
<lb/>13 φρατῆρες Α 
<lb/>14 ὁρίων CKV2H2: ὀρίων corr. ex ὀρέων E, ἱερέων F, ὀρέων ceteri ἀπέχοντι V2H2 (Turn.) διαταχέως C ἀπῆν (sic) M
<lb/>15 πόλιν ἡρώων transp. F
<lb/>16 τοὺς αὐχένας VK2 φύροντες CVBEKM: φύραντες ceteri
<lb/>18 δ’ Α
<lb/>19 οὐχ ὡς transp. AO (Mang.)
<lb/>20 πάσης om, F αἰδοῦς καὶ om. AO τιμῆς καὶ αἰδοῦς transp. F ἐδεξιοῦτο VK: ἐδόξει τοῦτον CBE, ἔδοξε τοῦτον M, ἐδεξιοῦτο τοῦτον ceteri (v) ἐν om. BEM
<lb/>22 θ’ Α
<lb/>23 ἔχοντας om. AO</note> <note xml:lang="lat" type="footnote">6—
<lb/>11 Gen. 46, —4 —18 Gen. 46, 28.
<lb/>29 18— 116
<lb/>2 Gen. 47, 10 8*</note>  

<pb n="v.4.p.116"/>
ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας
αὐτοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="258"><p><milestone unit="altref" n="43"/> Ὁ δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε
τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας
ὅσας ἀφορμάς, δυνηθεὶς δι’ ὀλίγου πλουσιώτατας τῶν κατ’ αὐτὸν <lb n="5"/>
γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν
βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν,
ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο
ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς
 δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="259"><p>καθάπερ τε οἰκίαν μίαν <lb n="10"/>
Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ
παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον
διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς
 ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="260"><p>ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς
τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς — ἤδη γὰρ <milestone unit="altpage1" n="p. 78 M."/>  τῆς
εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν — ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα <lb n="16"/>
φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας
ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν
παραφυλάξουσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>