<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:221-240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:221-240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="221"><p>πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ
θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δ’ ἕκαστα πρὸς τὸ ἐπιεικὲς
ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="222"><p> θανάτου.“ <milestone unit="altref" n="38"/> χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ’ οἷς <lb n="15"/>
ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ’ ἡλικίαν — ἦν δὲ τολμητὴς
μετ’ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς
— προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι
μηδ’ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας
 ἡμῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="223"><p>πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε <lb n="20"/>
ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν <milestone unit="altpage1" n="p. 73 M."/>  ἐστι πρεσβύτης, οὐ
χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ’ ὧν γυμναζόμενος
ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις
<note xml:lang="mul" type="footnote"><lb/>1 τῶν συμβεβηκότων F
<lb/>3 ἔννοιαν HP ἐπιδεικνύονται AO, ἐπεδείκνυντο V2 
<lb/>4 κλοπῆ VBEKM: κλοπῆς ceteri μηδὲ CV
<lb/>5 ἐπ’ αὐτῶν Wendl.: ἐπ’ αὐτῶ (cum proximis coniunctum) codd.
<lb/>6 ὑπισχνοῦνται F προβλήτους M mg. K2, προ(??)βλήτους (σ eras.) V: προσβλήτους BE, προσηλύτους ceteri
<lb/>7 παραλιπόντες VBEMAO παραλιπόντες post οἰκετικῶν transp. AO post ὀνομάτων add. ὧν CVBEKM
<lb/>8 ἑαυτοὺς HP: αὐτοὺς ABEKV2, αὐτοὺς ceteri δὲ V βαθυτάτῳ coni. Mang. coll. 97,6
<lb/>9 τοῦτ’ Α τοσούτους ἀπάγειν] τοσούτοις ἅπασιν ἐνέχειν CVK2BEM
<lb/>10 ἁμαρτῶντος C, ἁμαρτάνοντος V τίς F 
<lb/>12 μὲν om. AO καὶ post ὅτι transp. AOFGHP(v)
<lb/>13 ὁρίζετε GH τοῦ om. M δὲ CF
<lb/>14 καὶ om. C
<lb/>15 καὶ om. HP
<lb/>16 δὲ om. F τολμητίας AOFGHP
<lb/>17 μετὰ Β μετ’ αἰδοῦς om. M
<lb/>18 προσελθὼν om. F χρήσασθαι AOFGHP (Turn.)
<lb/>19 μηδὲ CV βασιλέως F, βασιλείαν C
<lb/>21 τοῦ ἀδελφοῦ HP ἀδελφῶν F καὶ περὶ πατρὸς BEKM πρεσβύτερος C
<lb/>22 ἀλλεπαλλήλαις ΗP
<lb/>23 πόνοις] πόλοις (sic) M τληπαθείας G</note> <note xml:lang="mul" type="footnote"><lb/>6 προβλήτους e Soph. Ai. 830</note>  

<pb n="v.4.p.109"/>
διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ
πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων
ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="224"><p>κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο,
<lb n="5"/> μηδ’ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες
ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ
τῷ πατρί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="225"><p>ὁ δὲ κατ’ ἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δ’ ἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος
ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις
<lb n="10"/> πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον
ἔχειν ὡμολογήσαμεν, μυρία δ’ οἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι·
νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν,
ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="226"><p>πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δ’ ὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα
<lb n="15"/> τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς
οὐκ ἐπανελήλυθεν· εἶθ’ ἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος
ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="227"><p>τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατ’ ἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν,
<lb n="20"/> ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δ’ ἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός,
ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς
ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος ὃν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐστίν BEK1M: ἐστὶ παιδὶ (sic) C, ἐστὶ παιδίον ceteri στεργόμενον VA ὑπὸ] παρὰ Ο
<lb/>2 ἐπειδὴ] ἐπεὶ HP ἐστιν CH alt. καὶ] καὶ γὰρ F, καὶ om. HP δυοῖν AKHP δυεῖν γενομένων ὁμομητρίων] ὁμομητρίων γὰρ δυοῖν γενομένων HP
<lb/>3 ἀπελήφθη F1
<lb/>4 δὲ σοῦ CK: δὲ (om. σοῦ) V, δ’ (om. σοῦ) ceteri (fort. recte) ἀπειλοῦντα G
<lb/>5 εἰς ὄψιν ἡμῖν transp. HP ἔτι τὴν σὴν Κ: om. ceteri
<lb/>6 οἴκαδ’ AH
<lb/>7 καταρχὰς OGP
<lb/>8 δὲ C 
<lb/>9 ὡς ante ἐπὶ add. AO σιτωνείαν HP σὰς om. F ἐπαναςάσεις Κ, ἐπαναστάσεις AHP
<lb/>10 ἄλλον ἀδελφὸν transp. Κ, ἄλλον om. BEM
<lb/>11 εἶχεν GH (V1 ut vid.) ἀνωμολογήσαμεν AO δὲ CV μελήσει VBEM 
<lb/>12 τῶν om. C 12.
<lb/>13 ἀλλοδαπὴ C
<lb/>13 τὴν <add>ἰδίαν</add> πόλιν vel τὰς πόλεις coui. Mang.; sed cf. de decal. §
<lb/>13 μὲν οὖν F
<lb/>14 ἄν] οὖν O, om. Α ἀφικώμεθα FG τίσι—δυνησόμεθα (15) om. BEM δὲ CVK αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα CK: θ. δ. τ. δ. (om. αὐτὸν) V, δίχα τ. δὺν. αὖ. θ. AO, δ. τ. θ. αὐ. δυν. FGHP
<lb/>16 ἀνδροκτόνους (pro ἀνδροφόνους) O
<lb/>17 τῖς om. A
<lb/>19 γὰρ—πατρὶ om. BEM λαμβάνων O
<lb/>20 ὅταν ἀπαιτηθῶ ἀποδώσειν Ο
<lb/>21 δέομαί <add>σου</add> coni. Mang.
<lb/>22 οἷς</note>  

<pb n="v.4.p.110"/>
 ἀβουλῶν ἐνεχείρισεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="228"><p>ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας
λάμβανε. δώσω δ’ ἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε
τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον
 ἐθελήσῃς ἐᾶσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="229"><p>λήψεται δ’ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ’
ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ <lb n="5"/>
ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην
 δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="230"><p>ἔλεος οὖν εἰσελθέτω σε
γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος·
τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι
ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ <lb n="10"/>
βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ’ ἡ τοῦ βίου καλοκἀγαθία
καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς
λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα <milestone unit="altpage1" n="p. 74 M."/>  τῶν πατρίων μὴ εὐγνώμονας
 μεθαρμόσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="231"><p>τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ
ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων <lb n="15"/>
ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="232"><p><milestone unit="altref" n="39"/> Πάντα δ’ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς
ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον
ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ
οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="233"><p>διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο
πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀβουλῶν CVBEKM: ἀβουλήτως Α (prob. Mang.), ἀβούλως ceteri (v) ἐνεχείρησεν AH μὲν om. Α ἔδειξας C ἀδικεῖσθαι VAO δίκην Α 
<lb/>2 δὲ C ἐθελοντὶ AO
<lb/>3 νεωνήτων om. F, δούλων add. F2; ἀργυρωνήτων coni. Mang. coll. 108,7
<lb/>4 λήψεται scripsi: λήψη codd. δὲ CV οὐκ] οὐδ’ AO ἐᾶν] ἂν Κ
<lb/>5 τοιούτων Α
<lb/>6 ἱκετῶν Κ1: καὶ τῶν ceteri post ἁπάντων add. ἐκπεπτωκώς Α mg. P2 σὴν om. V 
<lb/>7 γοῦν AO
<lb/>8 τοὺς om. F ἀρετῆς] κατ’ ἀρετὴν AO
<lb/>9 πόλιν (sic) Ε αὐτοῦ codd. ἐπέτρεψε Κ 9.
<lb/>10 καίτοι H2: καὶ τοὺς V2, καὶ τοῖς ceteri 1(3 χρωμένους V2
<lb/>11 βραχύ τι BEKM τῶν] τοῖς GH2 τῶν χωρίων F1, τῶνδε τῶν χωρίων AOH1P, τῶν δ’ ἐγχωρίων V ἠλλοτριωμένας CV1EF, ἠλλοτριωμένοις V2H2
<lb/>12 post λόγων add. σοφῶν G 13.
<lb/>14 εὐγνώμονας FHP1: ὁμογνώμονας ceteri
<lb/>15 τις AOFGH: om. ceteri (v) γὰρ om. M
<lb/>16 υἱὸν K: τὸν ceteri
<lb/>17 δὲ CV ἦσαν] ἦν conicio ἀπόπειρα om. AO ante πῶς ss. τοῦ V2K2
<lb/>18 εὔνοιαν G, τἀς ἐννοίας VBEM 
<lb/>19 ἀλλοτριώσει] ἀκολουθία paene eras. Ο κέχρηται M, κέκτηνται G γεγονό ἶσο 
<lb/>20 μητρυιῶν VAOKGH1P1: μετρίων ceteri φύντες Κ ὁμοτίμου Α οἶκον om. V
<lb/>21 καὶ περὶ—ἐπυνθάνετο om. BEM ἐπυνθάνετο] ἠτιᾶτο Α 
<lb/>22 προφάσει CVBEKM ὁ om. M</note>  

<pb n="v.4.p.111"/>
ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας
ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστ’ ἐπόθει καὶ τῆς ἐπ’ αὐτῷ
χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="234"><p>καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας
<lb n="5"/> ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς,
ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις
αὐτοῖς ὑποικουρεῖ φθόνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="235"><p>καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ
μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι
<lb n="10"/> δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν
ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς
τὸν συκοφαντούμενον ἀδελφόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="236"><p>ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ’ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον
λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς
<lb n="15"/> οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν
θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων
ὁρῶντος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="237"><p><milestone unit="altref" n="40"/> εἶτ’ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς
ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι
<lb n="20"/> κατὰ τὴν πρώτην ἀναγνώρισιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="238"><p>ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν
ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ,
φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι
δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν

<note xml:lang="mul" type="footnote"><lb/>1 ἕνα κατέσχε τοὺς] ἐγκατασχέτους AOGH1P, ἀκατασχέτω F ἀπαίρειν ἐάσας transp. O 
<lb/>2 μάλιστα CVK
<lb/>3 χαλεπωτάτης F
<lb/>5 ξενία C post πολυτελεστέραις add. ἐχρῆτο καὶ HP(v) εὐώχει scripsi: εὐωχεῖ K1F, εὐωχεῖται AO, εὐωχεῖτο reteri (v) 
<lb/>6 εἰς ἕνα ἕκαστον VK2
<lb/>7 ἐποικουρεῖ KM ἀνεχομένους AOP2
<lb/>9 ἄχθος M ut vid. τρίτον ὑπενόησε AO τοῦ om. G
<lb/>10 ἐκπώματος Κ: om. ceteri
<lb/>11 ὁ ἔλεγχος V οὑτωσὶ F οὗτος ἔμελλεν ἔλεγχος transp. Α (Mang.) γεγενῆσθαι Κ οἰκειότατος BEM
<lb/>12 συνεπύθετο Η (Turn.) 
<lb/>13 πατρῷον AO οἶκον om. O
<lb/>14 τ’ Α αὑτῶ V2: αὐτῶ ceteri 
<lb/>15 πέπονθεν εἴη del.) C
<lb/>10 pr. τὰ om. AOFGHP βλέποντος F μεταβάλλοντα BM, με λλοντα E
<lb/>17 εἶτα CV ἵετο AFG: ἵετο ceteri 
<lb/>18 ὑπὸ τοῦ Α φιλοικίου F προβαλεῖν BEM
<lb/>19 post οὐδένα add. δὲ F
<lb/>21 ἐξαίφνης om. Α ἀφεὶς Α
<lb/>22 σημείνας F μηδὲ C ἄλλος om. G
<lb/>23 φασὶν V1
<lb/>24 μέλλον F1 ἀνακύπτειν M μόνος om. Α ἐπαμπίσχω CV</note> <note xml:lang="lat" type="footnote"><lb/>17 sqq. Gen. cap. 45</note>  

<pb n="v.4.p.112"/>
ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι
 ἐγώ.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="239"><p>καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ
ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων
ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων <note xml:lang="mul" type="marginal">p. 75 Μ.</note>
παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου· <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="240"><p>αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς
ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ,
ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ
 πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ’ αἵματος χρῶμαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>