<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:21-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:21-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="21"><p>βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ <add>ἐστε</add> εἰς ὀργὴν
καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="5"/> ὡς <lb n="20"/> δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ
ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα
διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν
 αὐτοῦ κατεσχισμένος  <milestone unit="altpage2" n="p. Μ."/> καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος
<note xml:lang="mul" type="footnote"><lb/>2 δὲ. VO πέπρακται (sic) Κ, πέπρα(??)ται E 2.
<lb/>3 καλὴν εἷπεν ἐμπορίαν transp. VO
<lb/>3 ἐστείλασθε εἶπε transp. M διανειμώμεθα codd.: διανεμώμεθα V
<lb/>4 ἁμιλλησόμενοι coni. Mang. στεφανηφοροῦμεν KHP προσυποβάλλοντες M, προσεπιβάλλοντες VO
<lb/>5 ὠμότητι] ἀμουσότητα F σεμνυνόμεθα CH2 κατ’ AVO τῶν ἀλλοτρίων P
<lb/>6 μέγας Η καὶ add. ante περιβόητος Κ 7.
<lb/>8 πανταχοῦ τῆς οἰκουμένης ante οἱ πατέρες ἡμῶν transp. Α 
<lb/>8 ἀπέλειπον HP ἀπολείψωμεν VOK καὶ pr. om. F μισανθρωπίας καὶ ἀπιστίας transp. Α
<lb/>9 ἀθεραπεύτου HP φῆμαι] μνῆμαι HP
<lb/>10 πανταχοῦ χόσε HP, πανταχοῦ Κ
<lb/>11 τίν’ Α περὶ om. Α 12.
<lb/>13 τὸ καθ’ ὑμᾶς coni. Mang.
<lb/>13 παράσχησθε Κ, παρεσχῆσθαι BEMV1, παρέσχεσθε Α (Mang.) παρέσχετε V2O
<lb/>14 οἰκτιεῖ τις Α
<lb/>16 οὐδ’ ἑτέρου FHP #x003E; ἅπασιν conicio
<lb/>18 ταχύτατοι FP ἐστε addidi εἰς ὀργὴν BKM: εἰς om. ceteri
<lb/>19 καὶ πνεῖ] καπνεῖ Ε λαμπρῶς BEFH2; λάβρως coni. Mang. 
<lb/>20 δὲ C post πατὴρ add. αὐτοῦ VOK2
<lb/>21 ἐξανήλωται CK
<lb/>22 τῶν φανέντων A
<lb/>23 αὐτοῦ codd.: αὐτῷ Mang. κατῃκισμένος καὶ κατεσχισμένος transp. ΒΕΚM, καὶ κατῃκισμένος om. C Philonis opera vol. IV 5</note>  

<pb n="v.4.p.66"/>
ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον
χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ
 ἐκτραχηλιζούσης τῆς συμφορᾶς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="23"><p>εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης
ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε
καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός <lb n="5"/>
με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς,
παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων
ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα
κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="24"><p>ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς <lb n="10"/>
φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες,
ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι,
 καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="25"><p>εἰ δὲ
δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον
κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, <lb n="15"/>
ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο
ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι;
τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς
κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος,
ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις <lb n="20"/>
 καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="26"><p>ἀθλητής εἰμι τῶν ἀβουλήτων,
εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων,
θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν
ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπὶ om. G
<lb/>3 ἐκτραχηλιζούσης AFGHP: τραχηλιζομένης ceteri
<lb/>4 στέρνα καὶ γένεια transp. Α κατένειφε AFGHP
<lb/>5 αὑτὸν CAVOH2: αὐτὸν ceteri
<lb/>6 τούτου eras. V, om. BEKMO τρόπος Markland: τάφος codd. post εἰ add. γὰρ V2K2O τῆς σῆς] τῆς ὁσίας V2K2O, τῆ ταφῆ BEM, τῆς σῆς, ἡ ταφὴ Κ1, σῆς in ὁσίας corr. et τῆ ταφὴ del. K2
<lb/>7 post ἐθεράπευσα add. ἂν Mang. ἐνοσίλευσα C, νοσηλευθέντα V2O ἀποθνήσκοντι BEKM: ἀποθνήσκοντα ceteri (v)
<lb/>8 ἀσπασμῶν BEKMVO: ἀσπασμάτων ceteri ἐπεδάκρυσα] ἐπεκάλυψα F D νενομισμένων V2K2O 9.
<lb/>10 παρέλειπον HP, παρέλειψα F
<lb/>10 τῆς pr. om. Α
<lb/>11 πρὸς— τάφος (12) om. Ο ζῶνθ’ Α; ζώντων coni. Mang. πατρίδας Κ 
<lb/>12 ἀποθανόντος ΑΗΡ ὠκύμορος οὐδεὶς ἢ CVOBEKM: ὠκύμοροι δ’ εἰσὶ AFGHP(v) 
<lb/>13 ὀλιγοχρόνιος C: ὀλιγοχρονιώτατος ceteri
<lb/>14 δὴ] δεῖ F μοι om. Α 
<lb/>15 οἱ Κ
<lb/>17 ἄταφα F
<lb/>18 ἐν ὁδῶ AFHP: ἄλλων ceteri (Mang.)
<lb/>19 ταφῆς] κατηφείας Α
<lb/>20 ἀτιθάσσοις AFGVO καὶ θοίνη om. P
<lb/>21 τῶν ἀβουλήτων εἰμί transp. G
<lb/>22 εἰκῆ Α: ἐκεῖθεν V2K2O, om. F, ἐκεῖ ceteri ἀλώμενος MOGH1, ἁλόμενος F 22.
<lb/>23 θητεύων, ξενιτεύων transp. Α
<lb/>24 ἥκιστ’ ἐχρῆν corr. ex ἥκιστα χρῆν C</note>  

<pb n="v.4.p.67"/>
ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην·
ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς
ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="27"><p>ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος,
<lb n="5"/> οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς
δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν,
εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους
καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’
 ἔμποροι  <milestone unit="altpage2" n="p. 46 Μ."/> πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ
<lb n="10"/> βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="6"/> Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας
ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ
καλεῖται, παρὰ δ’ Ἕλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον <add>ὄνομα</add>
<lb n="15"/> καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος
ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="29"><p>ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος
δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν
οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν
<lb n="20"/> ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς,
ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="30"><p>αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ
<note xml:lang="mul" type="footnote">παθεῖν 
<lb/>1 μετριοφρονεῖν Κ
<lb/>2 ὅ μου C2MGO: ὃ μοῦ F, ὅμου Β, ὁμοῦ ceteri
<lb/>3 ἀνατέτροφε CBEKM: ἀνατέτραφε ceteri καὶ om. BEM
<lb/>4 alt. τοῦ] τῶ HP, τῶν V 
<lb/>5 ὅλως G μηδὲν O
<lb/>6 δυνηθεὶς corr. ex δυνηθῆς F λαχεῖν Α ἡδ’ Α οὐδ’ ἂν] οὐδὲν P εἰσπεμφθῆναι Α: ἐκπεμφθῆναι ceteri οὐδενὸς ἕνεκα πεμφθῆναί coni. Wendl. δοκῆ G τὸ παράπαν om. Α ε καινισιν 
<lb/>7 καὶ om. F ὑπεμένησε Ο καίνωσιν BE(V1 ut vid.): καίνωσιν M, κένωσιν ς C, καίνισιν AFGHP, κακῶν V2O, κακῶν, ἶν’ ἦ Κ ἀλλήλους (sic) Κ
<lb/>8 τοιαῦτα M, τοιαῦτα δ’ Β ἐπωδύρετο Α
<lb/>9 ἐν αἰγύπτω τὸν παῖδα transp. CVO 
<lb/>10 ὅστις VO
<lb/>12 τὰ pr. om. Α ἢ] καὶ HP
<lb/>14 δὲ CVO κυρίου fort. delendum censuit Mang. ὄνομα addidi
<lb/>15 δηλωμένω M πράγματι F (coni. Mang.): γράμματι ceteri ἐστι AFGHP: ἐπὶ ceteri 
<lb/>16 φύσιν C
<lb/>17 ὁ om. M μία F
<lb/>18 ἐστι om. Α προτρεπτικὸς V2O τῶν πρακτέων V2O ἀπαλλακτικὸς Α
<lb/>19 οὐ] μὴ Α 
<lb/>21 ἤθη A παρεξηυρημένα C
<lb/>23 ἑκάτερον HP μέρους Α, γένος ceteri 5*</note>  

<pb n="v.4.p.68"/>
ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους,
ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ
κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν·
ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ
ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς <lb n="5"/>
 ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>