<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:191-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:191-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="191"><p>ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ <lb n="15"/>
τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων
ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν
 αὐτοῖς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="192"><p>"ἀλλ’ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν,
εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις
 ἡμῶν παραφαίνειν ἀξιοῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="193"><p>λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, <lb n="20"/>
ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου
μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν
ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε <milestone unit="altpage1" n="p. 69 M."/>  πρὸς τὸν ἡγεμόνα
<note xml:lang="mul" type="footnote"><lb/>1 post ἐγχειρισθησόμενον add. μοι HP
<lb/>3 τὸ] τοῦ AOFGHP 3.
<lb/>4 τὸν ἐν δεσμοῖς ἀδελφὸν AO
<lb/>4 δυνησόμενον G δὲ V
<lb/>5 ἀγνοεῖν] ἀποκνεῖν conicio, ἀμφιγνοεῖν coni. Mang. δυοῖν MAOKFP ὄντοιν Κ; ὄντοιν ὁμομητρίοιν Α
<lb/>6 καὶ μόνος om. F εὐλαβηθήσεται VK2
<lb/>7 φοβερῶν] φερομένων F
<lb/>8 εὐτολμώτατον VHP
<lb/>9 ἀρχικὸν] ἀνδρικὸν AO δυνατώτατον Κ 9.
<lb/>10 ἀπό τοῦ πρώτου καθ’ ἡλικίαν transp. Κ
<lb/>10 ἔπεισαν Κ: εἴτε κἀν BE, εἴτε κἄν V1MFGHP1, ἤτηκαν V2 ἤνεγκαν AOP2, ἔλεγον C(v) 
<lb/>12 πρότερον VOHP(v) ἐπιλελοίπει CF: ἀπολελοίπει AO, ὑπολελοίπει ceteri 
<lb/>13 ὠνησομένους Κ: ἡνωμένους ceteri ἀπιέναι CV2F2: ἀπεῖναι ceteri
<lb/>14 ἀπειρηκέναι Α
<lb/>15 δ’ C; δὴ coni. Mang.
<lb/>17 πιεσθεὶς ἀνιάτω νόσω BEKM: ἀνιάτῳ νόσῳ om. CV, πιεσθεὶς ἀνειπὼν ὅσον ceteri: ἀνιάτῳ νόσῳ πιεσθείς Mang. 
<lb/>18 βουλῆς AHP
<lb/>19 ἰεικτέον (sic) C θεία ante φύσις add. V2 οἰκοδομεῖ CFGHP ταῖς ἡμετέραις διανοίαις (om. ἡμῶν) CV
<lb/>20 παρεμφαίνειν BEM, παραμίνειν (sic) F
<lb/>21 καὶ om. M πρόσθε CBEGP
<lb/>22 σιτωνείαν HP μηδέπω K, μηδὲν (om. πω) AO
<lb/>23 νῦν VAO</note> <note xml:lang="lat" type="footnote"><lb/>11 sqq. (Gen. cap. 43</note>  

<pb n="v.4.p.103"/>
καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν
δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν
ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="194"><p>πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ
<lb n="5"/> ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ
τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="195"><p>ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ
εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς
ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα
<lb n="10"/> πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ
πραγμάτων ἄπειρον.“ ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="196"><p><milestone unit="altref" n="33"/> Εἶτ’ ὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν ὁ τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς
ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="197"><p><lb n="15"/> εἰσαχθέντες δὲ καὶ ἐφ’ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι
τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ
τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα
κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ
<lb n="20"/> ἀργύριον εἰς ἀπόδοσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="198"><p>ὁ δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς
τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν
τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον
ἐξ ἑτοίμου διδούς.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="199"><p>οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν <lb n="25"/> ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον·
πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀφ’ BMG γνωρίζεσθε MFG
<lb/>2 καταθέντας—λαβόντες (4) om. Κ1, suppl. 2 
<lb/>3 μὲν οὖν VK2 ὅσα OGP, ὅσον V1
<lb/>4 φέρει γῆ transp. AO, φέρει om. VK2 
<lb/>5 τ’ A πρότερον om. G ὃ om. CH(v) post ἴσως ss. γὰρ H2(v) 
<lb/>7 σωτῆρα] πρα (i. e. πατέρα) AOP2
<lb/>8 ἐπανέρχεσθε M, 
<lb/>9 υἱοῖς BEMFHP1, υἱούς om. Κ1, ss. Κ2 9.
<lb/>10 καταἐπάγεσθε 
<lb/>10 ΗΡ1 νῦν ΒΕΚM νεώτερον G 
<lb/>12 ἡμέραις om. G
<lb/>13 ἐπιμελουμένῳ CBKMF: ἐπιμελοπολυτελὲς <add>οὐ σφόδρα</add> coni. Mang. coll. 104,23
<lb/>14 εἰσάγει OH οἷό 
<lb/>16 κλοπὴν V
<lb/>17 ἐν om. V
<lb/>19 ἰώμενοι C ἐπιφέροντες AO ἐπεδείκνυντο Ο, καὶ ἐπιδεικνύντες CV, ἐδείκνυον FHP(v)
<lb/>20 τοῖς λόγοις V 
<lb/>21 οὕτως om. Κ
<lb/>22 ἵλεως <add>ὑμῖν</add> εἴη conicio (cf. Gen. 43,22) γὰρ om. BEM 
<lb/>23 ἡμετέροις KOP ὤμβρισεν C
<lb/>26 ἔχοιε M</note>  

<pb n="v.4.p.104"/>
ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="200"><p>καὶ ὑγιαίνει. κατευξάμενος δ’ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών,
τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ’
ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται
καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων—ἐκλαλῆσαι γὰρ <lb n="5"/>
τἀληθὲς καιρὸς οὐκ ἦν—ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>