<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:181-190</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:181-190</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="181"><p>οἱ δ’ οὐ χάριν ἀλλ’ <lb n="10"/>
ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι
φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ
 ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="182"><p>εἶτ’ ἀλλαχόθεν
ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ
περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι <lb n="15"/>
μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει
καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ
πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη
 θεάσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="183"><p>μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον
ἰδόντες "τῶν ἀβουλήτων“ ἔφασαν, "ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ <lb n="20"/>
ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος
ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτῶ V2GHP (v) εὐπαιδείας Κ, εὐπαιδείας AOH
<lb/>2 δὲ V τελευτῆς τὰ δεσμὰ transp. AHP (v)
<lb/>3 αὐτὰ corr. ex αὐτοῦ V μὴ ante προσπταίειν add. F
<lb/>5 βαρυτέραις M ἐδέξαντο CV
<lb/>6 ἐναργεστέρως V2 6.7 ἡ διαλαμβάνουσα φαντασία CVBEM
<lb/>7 πιέζεσθαι] βιάζεσθαι Η
<lb/>8 περὶ AO βαλλάντιον CE
<lb/>9 καθῆκε om. M, κατέθηκε KF ἀποδιδομένην BEM 
<lb/>10 αὐτῶ codd. (v)
<lb/>11 ὑποπτήσαντες Ο καὶ βουλόμενοι] βουλόμενοι οὖν V τὰγγεῖα HP
<lb/>12 συνέτεινον M (Mang.): συνδιέτεινον ceteri μονονοὺ AOH, μόνον οὐ καὶ P, μονονουχὶ V, μονονοὺκ corr. in μονονουχὶ Κ
<lb/>13 κἀπνευστὶ H ε ϊ ἀποτεμόντες AO εἶτα CV
<lb/>14 παραλαβόντες Α, παραλαβόντες Ο, περιβαλόντες BEMV
<lb/>15 περιπλακόμενον ΒΕ καὶ περιχεόμενον om. M περιχεόμενον ΒΕΚΑG: παραχεόμενον O, περιεχόμενον ceteri καίτοι] καί τι V2O
<lb/>16 προσιόν- ων ων τὰς καὶ δεξιουμένους Α; προσιόντων καὶ δεξιουμένων v
<lb/>17 καὶ τὸν Κ: καὶ om. ceteri ἀπολειφθέντα AO ὡς Κ: καὶ ὡς ceteri ὡς om. V
<lb/>18 τέκνων] παίδων M
<lb/>19 ἔτι om. V
<lb/>20 ἀνιαρώτερος CAP, ἀνιαρότερον F τῆς om. H
<lb/>22 αἰτία V</note>  

<pb n="v.4.p.101"/>
διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="184"><p>ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν — δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι
ἀπαλλάξαι σου μείζονα φόβον —, ζῶν δ’ ἐν Αἰγύπτῳ καταμένει παρὰ
τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ’ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας
<lb n="5"/> αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="185"><p>ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων
ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος,
ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα
ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον
<lb n="10"/> οὐδὲν ἠνύσαμεν, ἀλλ’ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας
γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν
δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="186"><p>τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ
 κελεύοντος, ᾧ  <milestone unit="altpage2" n="p. 68Μ."/> πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου
<lb n="15"/> χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="187"><p><milestone unit="altref" n="32"/> ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον“ εἶπεν "ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος
ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ
δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς
ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις
<lb n="20"/> οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος
— μέρη γὰρ τέκνα γονέων — εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ
πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="188"><p>ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα·
<note xml:lang="mul" type="footnote"><lb/>1 μηνύματος καὶ add. ante διηγήματος F ἡμῶν AO
<lb/>2 σιτωνίᾳ AO, σιτωνεία P τὸν] τῶν V, om. F ὡς om. ΑΗ
<lb/>3 ἀπαλλάξαι] ἀπελάσαι coni. Mang. σου] σε V μείζονα om. V φόβων V δὲ CVA 
<lb/>5 ἀπολογούμενοι et διεξιόντες (6) scribendum videtur δ’ BEM, δὲ καὶ AOG, καὶ F 
<lb/>6 ὁ om. AOFGHP καὶ om. AOFGHP
<lb/>7 pr. τοῦ om. AO alt. τοῦ om. AO σοὶ] σοῦ BEM
<lb/>8 ἔτι νέον ὄντα om. V οἴκοι scripsi: οἴκαδε codd. μεῖναι AO πάντ’ AP
<lb/>9 ἀπανίσχοντες F γυμνοῦντες BEK1M εὐγενείας V
<lb/>10 ἂν om. AO ὁμολογίας] ἀπολογίας conicio
<lb/>11 ὡς αὐτὴν O, ἕως αὐτοῦ Α 
<lb/>12 κατασχηκέναι BE; κατέσχηκε coni. Wendl. ῥύσειον C
<lb/>13 ἀνιαρότατον VF: ἀνιαρώτατον CGP, ἀνιαρώτερον AO, ἀνιαρότερον ceteri
<lb/>14 πιστέον FH1P τὰ ἐπιτήδεια CVAO τῆς αἰγύπτου AP2
<lb/>15 βαρύτατα AO, βαρύτερον Η 
<lb/>16 πρότερον AO εἶπε post ὀλοφύρωμαι transp. VG (ss. Κ2), om. 1 ὀλοφύρωμαι EVFG: ὀλοφύρομαι ceteri (v)
<lb/>17 πρῶτον F συμφορῶν] συμφερόντων CBEM δευτερεῖα] βαρύτερα coni. Mang.
<lb/>18 ἤρξατο F 
<lb/>19 ἀφίξεται om. F ἄρ’ Α
<lb/>20 συμφορηθείς V2K2 μέρη καὶ μέλη CVFG διαιτώμενος F
<lb/>23 εἰς ὁμηρείαν] ἰσομοιρίαν FGHP δίδωμι οὑς om. FGHP</note>  

<pb n="v.4.p.102"/>
τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν,
ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν
σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν
 ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="189"><p>σφόδρα δ’ ἀχθομένου
τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν <lb n="5"/>
ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν
ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν,
ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον
καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν — ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ
πρώτου τέταρτος — προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα <lb n="10"/>
 πᾶσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="190"><p>ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων — ὁ γὰρ κομισθεὶς
πρότερος σῖτος ἐπιλελοίπει —, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος,
ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος·
τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι.
 λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>