<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:161-170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:161-170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="161"><p>τοὺς οὖν ἀφ’ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου
πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν
ἐνδείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="162"><p>ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, <lb n="15"/> ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ
τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ
τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος
τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="163"><p><milestone unit="altref" n="28"/> Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 μηδὲ VO
<lb/>2 μυρία τινῶν πονηθέντων AK1P2: μυρία πολλῶν πονηθέντων V2K2, μυριάδων πονηθέντων C, μυρίων τῶν πονηθέντων H2(v), μυρία τῶν πονηθέντων ceteri ἐπιμελὴς F
<lb/>3 διελθόντων VO ἐν om. AG ηὐφόρησεν CFGHP ἀρχὴν om. F
<lb/>4 συναυξανόμενον AFH(v), αὐξόμενον M
<lb/>5 καὶ pr. om. F ἀεὶ om. VO
<lb/>6 τῶν alt.] τὸν C
<lb/>7 ὅλην τὴν οἰκουμένην (tum πᾶσαν om.) Α 
<lb/>8 γοῦν] γὰρ AP2, γὰρ οὖν FGP1
<lb/>9 ἑρπῆνα AFHP: ἕρπητα ceteri ἕρπην λέγεται πάθος περσῶν adnot. G et mg. FH αὐτὴ AFGHP
<lb/>10 τὴν κοινωνίαν AF1GHP: τῆ κοινωνία ceteri ἡλωμένων Β, ἠλωμένων E, εἱλωμένων VOK2, ἡνωμένων CK1 ὅλην AFGHP: ὅλη ceteri στιχηδόν Κ
<lb/>11 ἀφ’ ἑκάστοις Α δοκιμωτάτου C αἱρούμενοι AFGHPK: αἱρουμένους CBEM(v), ἀνευρομένους VO 
<lb/>12 ἐξέπεμπεν M
<lb/>13 πανταχόθεν ἠγγέλλετο Α ταμιευσαμένου BEM, ταμιευσαμένη HP
<lb/>14 ἀνοιχθῆναι om. Α ἀνοιχθῆναι κελεύει conicio σοροὺς E1M
<lb/>15 παρασκευάσαι VO, παρασκευάζειν HP
<lb/>16 ἀναθρέψαι VO θεραπεύσειν ψυχὰς (om. τὰς) in textu HP, ἀναθρέψειν ψυχὰς mg. HP; ἀναθρέψειν τὰς ψυχὰς v 17.
<lb/>18 στοχαζόμενοι G
<lb/>18 τοῦ μέλλοντος om. V
<lb/>20 καὶ om. F
<lb/>21 ἐπὶ] εἰς. L(v)</note> <note xml:lang="lat" type="footnote"><lb/>20 sqq. Gen. cap. 42</note>  

<pb n="v.4.p.96"/>
σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ
 βασιλέως ὑπάρχῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="164"><p>καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν
ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει
παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων
 βεβαίωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="165"><p>ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας
ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ
θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν
ἡσυχάζεσθαι, ἀλλ’ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν
χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας
 τῶν ὁρώντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="166"><p>εἶτ’ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας
διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ
καὶ δύσεις ἀπέβλεπον, <milestone unit="altpage2" n="p. 65 M."/> ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς,
καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ’ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ
ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν
ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος
τὸν δυσχεραίνοντα "οὐδέν" εἶπεν, "ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις
τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας
ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ’ οὐδὲν
 τῶν δρωμένων ἐπ’ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται."</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="167"><p>πειρωμένων
δ’ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ’ ἀγενήτοις κατηγοροῦνται, μήτε
γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ’ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ’
ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ
καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ’
ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν



<pb n="v.4.p.97"/>
τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα
δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν
γεγενῆσθαι —, <milestone unit="altref" n="29"/> ταῦτ’ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν
ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="168"><p>καὶ γὰρ εἰ μὴ ἐξελάλησε <lb n="5"/> τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ
πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ’ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ
ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς
μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς
ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="169"><p>ἐὰν δ’ ἕνεκα <lb n="10"/> τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν
διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ’ εἷς ὁμηρεύσων,
ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων
ἡ ἀνωτάτω προκείσεται θάνατος.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="170"><p>καὶ ὁ μὲν τοιαῦτ’ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ
<lb n="15"/> δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον
ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο“ λέγοντες
„τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν
ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ’ ἡμῶν· βραχὺν γὰρ
ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς
<lb n="20"/> ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>