<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="101"><p>ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας <lb n="10"/>
καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι·
μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, <milestone unit="altpage1" n="p. Μ."/>  ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας
καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’
ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν
ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς <lb n="15"/>
 γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="102"><p>περιαναστὰς δὲ καὶ
κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ
στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους
καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους
ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων <lb n="20"/>
 καταποθῆναι τὸν εὔσταχυν πυθμένα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="103"><p>ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον
τῆς νυκτὸς ἄυπνος διατελέσας — ἤγειρον γὰρ αἱ φροντίδες
<note xml:lang="mul" type="footnote"><lb/>1 προδιάξας (sic) Α 1.2 καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι BEMA τμηθέντα F 
<lb/>2 τῷ] τὸν VO ἀπονεῖμαι] ἀποδοῦναι Α, ἀπολαβεῖν VOK2
<lb/>3 δ’ KF πεσόντων οἰνοχόος BEMA
<lb/>4 συμβησομένων Κ 4.
<lb/>5 ἀποκουφίσαντος Α
<lb/>5 εὐεργεσιῶν P
<lb/>7 δι’ pr.] δ’ F
<lb/>8 τῆ χώρα συμβαίνειν CVO: συμβαίνειν τῆ χώρα ceteri 8.
<lb/>9 διτταῖς φαντασίαις post θεσπίζεται (9) transp. CV; διτταῖς δι’ ὀνείρου φ. θ. Mang.
<lb/>9 ὀνειράτων F θεσπίζει VOK2 ὑποσημαινούσαις AFGHP: ὑποσημαίνοντος ceteri 9.
<lb/>10 βεβαιοτέρας πίστεως ἕνεκα transp. Α 
<lb/>10 ἔδοξα BEM ἀνέλκειν in textu Η, ἀνέρπειν mg. Η
<lb/>11 σφόδρ’ C καὶ καλὰς Α: καὶ om. ceteri περὶ F τὰς ὄχθας AVO
<lb/>12 μεθ’] ε ε καθ’ G ἀριθμῷ V2O καὶ om. AFGH1P 12.
<lb/>13 κατεσκηλιτευμένας V, κατεσκηλιτευμένας O, κατεσκ λητευμένας Η, κατεσταλμένας M
<lb/>13 καὶ εἰδεχθεστάτας Α: καὶ om. ceteri
<lb/>15 μηδὲ om. HP1
<lb/>16 συνεστάλθαι F 17.
<lb/>18 πυροῦ στάχυς AFGHPK1: πυροὺς παχεῖς ceteri
<lb/>18 ἐκπεφυκότος G ἰσοτάτους Α, ἰσωτάτους H(v) 18.
<lb/>19 αὐξανομένους VO
<lb/>19 μάλα VO, μᾶλλον HP εὐρώστως Α (coni. Mang.) εἶτα V
<lb/>22 κεντροῦσαι CFHP</note> <note xml:lang="lat" type="footnote"><lb/>7 sqq. Gen. cap. 41</note>  

<pb n="v.4.p.83"/>
κεντοῦσαι καὶ τιτρώσκουσαι —, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ
τὴν φαντασίαν διηγεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="104"><p>μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα,
τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν
<lb n="5"/> ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου
θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος
ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν,
ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν,
ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="105"><p><milestone unit="altref" n="20"/> ὁ μὲν οὖν βασιλεὺς <lb n="10"/> ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες
— βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ
γενείου—καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα
φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="106"><p>ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί
<lb n="15"/> τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς
τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου
περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα
γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα
φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="107"><p><lb n="20"/> καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ
σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν
τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς
<note xml:lang="mul" type="footnote"><lb/>2 διηγεῖται VOHP: διηγεῖτο ceteri καὶ μηδενὸς (sed καὶ rursus del.) Κ δὲ om. EK, ss. Β
<lb/>4 post ὃν add. αὐτὸς ἔγνων ὃ O εὑρήσειν #x003E; coni. Wendl. post ἁμαρτόντας add. γὰρ V post ἐμὲ add. τε FHP 
<lb/>6 ἢν Ἑβραῖος—δεσπότην (86,19) om. P et in textu H, add. mg. Η ᾧτινι CBEKM: ὧ AVO, ὧ καὶ FGH διηγήσασθαι K1 καὶ ἐκεῖνος C
<lb/>7 τὰ om. V δὲ VO οὗτος F post καὶ repet. οὕτως VO εὐσκόπως BEK: εὐκόλως M, εὐθυσκόπως ceteri
<lb/>8 ὥσθ’ Α τῷ] τὸν Κ2
<lb/>9 ἐμὲ Η
<lb/>10 συντείνοντας M ἀναγαγεῖν F
<lb/>11 χαῖται κεφαλῆς αὐτῶ καθειργμένω Α 
<lb/>12 ἀντιδιδόντες AF1 τἄλλα ABF, τὰ ἄλλα C
<lb/>13 εἰσάγουσιν αὐτὸν VO: αὐτὸν om. ceteri τὸν βασιλέα AVO: τὸν om. ceteri 14.
<lb/>15 τινες ἐπιφαίνονται transp. VOK2
<lb/>15 ὁρωμένων] εἰρημένων CVOEK
<lb/>16 τὸ τῆς διανοίας Α: τῆς om. ceteri ὀξυδορκεῖ CH: ὀξυδερκεῖ ceteri μου om. VO, eras. Κ 
<lb/>17 εἰσάπαν Α
<lb/>18 γὰρ om. Α ὁ νεανίας οὗτος σοφίας Κ ὑποφαίνων V2K2O ante διακαλύψει add. ἧ H (v) διανακαλύψει V2O 19.
<lb/>20 ἀποσκεδάσας V2K2O
<lb/>20 τὸ ἀξίωμα AVO μηδὲν Α
<lb/>22 σὺν αἰδῶ CGH
<lb/>23 προεμήνυσέ Α φαντασίας om. CVO, ὀπτασίας mg. Ο 6*</note>  

<pb n="v.4.p.84"/>
εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν,
 ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="108"><p>αἵ τε γὰρ πίονες ἑπτὰ βόες
καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ <milestone unit="altpage1" n="p. 57 Μ."/>  στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν
εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες
λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες. <lb n="p. 57 Μ."/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="109"><p>ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν,
πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας,
τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ
ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων
ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, <lb n="10"/>
ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας
 ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="110"><p>ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια·
νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον
 ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="111"><p>πῶς οὖν <lb n="15"/>
ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον
μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς — ἔσται δ’ ἴσως μέρος
πέμπτον — θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ
θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς
 τὴν τῶν οἰκούντων παρηγορίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="112"><p>συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς <lb n="20"/>
δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα·
ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον·
ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας
ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν
 ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="113"><p>τρίτου δὲ τοῦ <lb n="25"/>
μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 om. AVO
<lb/>2 βεβαιότερον Α
<lb/>3 ἀστάχυες Η
<lb/>4 λιμοῦ <add>καὶ ἀφορίας</add> conicio ἐπιοῦσαι conicio
<lb/>5 ἐφθαρμένοι Α ἀστάχυες Η
<lb/>6 οὖν om. VO πρότερον AF 
<lb/>7 πλημύραις C
<lb/>8 ὡς] ἦ K1, γρ. ὡς ss. Κ2
<lb/>9 ἐναντία πάλιν ἑπταετία transp. VO; πάλιν ἐναντία ἑπταετία Mang.
<lb/>10 μήτε C ἀνερχομένου Α
<lb/>12 τοιαῦτα CBEKF, ταῦτα Α
<lb/>13 ὑφηχεῖ C μοι transp. ante θεῖον Α τὸ θεῖον VOK: τι θεῖον ceteri τὰ CK: om. ceteri σωτηρία GH, σωτηρίαν AVOF 14.15 ἣν κατασκευαστέον ἀσθενῆ K1
<lb/>15 τελέως AVO ἐκφύγῃ F1
<lb/>16 post οἷς add. ἦν F 16.
<lb/>17 τῶ πλεονάζειν V2O
<lb/>17 δ’ ἴσως] δισσῶς BEMVO
<lb/>18 πέμπτον om. G πόλεσι V2K
<lb/>20 οἰκούντων codd.: ἐνοικούντων v συγκομίζειν codd.: συγκομιστέον v δὲ om. F
<lb/>21 μήτ’ Α
<lb/>22 post χρόνον add. φυλαττόμενον VOK2
<lb/>23 τοῦ] τούτου C
<lb/>21 μίμησις] ὑπόμνησις coni. Mang. 
<lb/>25 μέλλει V2O</note>  

<pb n="v.4.p.85"/>
ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν
ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι
τῇ σιτίων ἀμείνονι τροφῇ—τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς—
ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ
<lb n="5"/> τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ
καρποῦ καθάρσεως διακρινομένων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="114"><p>ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’
ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν
αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν
<lb n="10"/> γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="115"><p>ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν
 τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν  <milestone unit="altpage2" n="p. 58 M."/> εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους
δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων,
εἰς οὓς ἀναγκαῖον  εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν
<lb n="15"/> θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="116"><p><milestone unit="altref" n="21"/> ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς
ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν
τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν
κελεύσας, ἵνα μὴ κατακούοι, "ἆρ’" εἶπεν, "ἄνδρες, εὑρήσομεν τοιοῦτον
<lb n="20"/> ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38) ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="117"><p>συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα "ἐγγὺς"
εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος
καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις·
οὐ γὰρ ἄνευ θεοῦ ταῦτ’ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ
<note xml:lang="mul" type="footnote">λλογι 
<lb/>2 συγκομισθέντος Α, ἐλλογισθέντος CVO εὐθυμίᾳ] εὐθηνία BEMA
<lb/>3 τροφῆς CFGH(v)
<lb/>4 ἐπικουφίζουσι C, ἐπικουφίζουσα FHV2O καὶ om. O ἴ’ 
<lb/>5 χυλὸν Α
<lb/>8 ἀμισῶς BEMV1: ἀμισῶς CK1G, ἅμ’ ἴσως FH, ἀμέσως Α, ἀμίσθως V2K2O ἀνεπάφως AFGH: ἀνεπιφάτως ceteri (v) ; ἀνεπαχθῶς coni. Wendl. εὐπρεπῆ GH
<lb/>9 διδοὺς V2O, ἐνδοὺς L (Turn.)
<lb/>10 τις] τι Α
<lb/>11 φήσειν δεῖ Α post προνοεῖν add. δεῖ Α
<lb/>12 τῷ om. Α καὶ] οὕτως Α ἀδήλους Κ
<lb/>13 δ’ Α
<lb/>14 ἀνάγκη Κ παρασκευᾶσθαι M, παρασκευάσασθαι VO 
<lb/>15 ζητεῖν BEK1M: ἐπιζητεῖν ceteri ὅτε C καὶ om. Κ
<lb/>16 εὐστόχως ΑΚ στοχαζόμενος BEMG, στοχαζόμενον C
<lb/>17 ὅσον Α τῳ] τὸ C 
<lb/>18 ἐγγυτέρως M, ἐγγύτερον F προελθεῖν V1G
<lb/>19 κατακούῃ VOK2 ἆρα BEKMVO ἄνδρα M τὸν τοιοῦτον M
<lb/>20 αὐτῶ CBEM 
<lb/>21 ἐπιδὼν Turn.
<lb/>22 παρῄνεις BEKMVO οὐ—σκοπεῖν (23) om. Α 
<lb/>24 οὑδὲ γὰρ Α ταῦτα F, ταῦτα post μοι transp. M δὴ] δὲ GH, om. F</note>  

<pb n="v.4.p.86"/>
καὶ παραλάμβανε τήν τ’ ἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου
 πάσης ἐπιτροπήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="118"><p>εὐχέρειαν δ’ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ
χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις
οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν
αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, <lb n="5"/>
 τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="119"><p>εἶτ’
αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ’
ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="120"><p>τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα <lb n="10"/>
καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας
κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος
 τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>