<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:101-110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1:101-110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="101"><p>ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας <lb n="10"/>
καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι·
μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, <milestone unit="altpage1" n="p. Μ."/>  ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας
καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’
ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν
ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς <lb n="15"/>
 γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="102"><p>περιαναστὰς δὲ καὶ
κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ
στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους
καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους
ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων <lb n="20"/>
 καταποθῆναι τὸν εὔσταχυν πυθμένα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="103"><p>ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον
τῆς νυκτὸς ἄυπνος διατελέσας — ἤγειρον γὰρ αἱ φροντίδες
<note xml:lang="mul" type="footnote"><lb/>1 προδιάξας (sic) Α 1.2 καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι BEMA τμηθέντα F 
<lb/>2 τῷ] τὸν VO ἀπονεῖμαι] ἀποδοῦναι Α, ἀπολαβεῖν VOK2
<lb/>3 δ’ KF πεσόντων οἰνοχόος BEMA
<lb/>4 συμβησομένων Κ 4.
<lb/>5 ἀποκουφίσαντος Α
<lb/>5 εὐεργεσιῶν P
<lb/>7 δι’ pr.] δ’ F
<lb/>8 τῆ χώρα συμβαίνειν CVO: συμβαίνειν τῆ χώρα ceteri 8.
<lb/>9 διτταῖς φαντασίαις post θεσπίζεται (9) transp. CV; διτταῖς δι’ ὀνείρου φ. θ. Mang.
<lb/>9 ὀνειράτων F θεσπίζει VOK2 ὑποσημαινούσαις AFGHP: ὑποσημαίνοντος ceteri 9.
<lb/>10 βεβαιοτέρας πίστεως ἕνεκα transp. Α 
<lb/>10 ἔδοξα BEM ἀνέλκειν in textu Η, ἀνέρπειν mg. Η
<lb/>11 σφόδρ’ C καὶ καλὰς Α: καὶ om. ceteri περὶ F τὰς ὄχθας AVO
<lb/>12 μεθ’] ε ε καθ’ G ἀριθμῷ V2O καὶ om. AFGH1P 12.
<lb/>13 κατεσκηλιτευμένας V, κατεσκηλιτευμένας O, κατεσκ λητευμένας Η, κατεσταλμένας M
<lb/>13 καὶ εἰδεχθεστάτας Α: καὶ om. ceteri
<lb/>15 μηδὲ om. HP1
<lb/>16 συνεστάλθαι F 17.
<lb/>18 πυροῦ στάχυς AFGHPK1: πυροὺς παχεῖς ceteri
<lb/>18 ἐκπεφυκότος G ἰσοτάτους Α, ἰσωτάτους H(v) 18.
<lb/>19 αὐξανομένους VO
<lb/>19 μάλα VO, μᾶλλον HP εὐρώστως Α (coni. Mang.) εἶτα V
<lb/>22 κεντροῦσαι CFHP</note> <note xml:lang="lat" type="footnote"><lb/>7 sqq. Gen. cap. 41</note>  

<pb n="v.4.p.83"/>
κεντοῦσαι καὶ τιτρώσκουσαι —, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ
τὴν φαντασίαν διηγεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="104"><p>μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα,
τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν
<lb n="5"/> ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου
θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος
ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν,
ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν,
ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="105"><p><milestone unit="altref" n="20"/> ὁ μὲν οὖν βασιλεὺς <lb n="10"/> ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες
— βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ
γενείου—καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα
φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="106"><p>ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί
<lb n="15"/> τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς
τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου
περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα
γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα
φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="107"><p><lb n="20"/> καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ
σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν
τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς
<note xml:lang="mul" type="footnote"><lb/>2 διηγεῖται VOHP: διηγεῖτο ceteri καὶ μηδενὸς (sed καὶ rursus del.) Κ δὲ om. EK, ss. Β
<lb/>4 post ὃν add. αὐτὸς ἔγνων ὃ O εὑρήσειν #x003E; coni. Wendl. post ἁμαρτόντας add. γὰρ V post ἐμὲ add. τε FHP 
<lb/>6 ἢν Ἑβραῖος—δεσπότην (86,19) om. P et in textu H, add. mg. Η ᾧτινι CBEKM: ὧ AVO, ὧ καὶ FGH διηγήσασθαι K1 καὶ ἐκεῖνος C
<lb/>7 τὰ om. V δὲ VO οὗτος F post καὶ repet. οὕτως VO εὐσκόπως BEK: εὐκόλως M, εὐθυσκόπως ceteri
<lb/>8 ὥσθ’ Α τῷ] τὸν Κ2
<lb/>9 ἐμὲ Η
<lb/>10 συντείνοντας M ἀναγαγεῖν F
<lb/>11 χαῖται κεφαλῆς αὐτῶ καθειργμένω Α 
<lb/>12 ἀντιδιδόντες AF1 τἄλλα ABF, τὰ ἄλλα C
<lb/>13 εἰσάγουσιν αὐτὸν VO: αὐτὸν om. ceteri τὸν βασιλέα AVO: τὸν om. ceteri 14.
<lb/>15 τινες ἐπιφαίνονται transp. VOK2
<lb/>15 ὁρωμένων] εἰρημένων CVOEK
<lb/>16 τὸ τῆς διανοίας Α: τῆς om. ceteri ὀξυδορκεῖ CH: ὀξυδερκεῖ ceteri μου om. VO, eras. Κ 
<lb/>17 εἰσάπαν Α
<lb/>18 γὰρ om. Α ὁ νεανίας οὗτος σοφίας Κ ὑποφαίνων V2K2O ante διακαλύψει add. ἧ H (v) διανακαλύψει V2O 19.
<lb/>20 ἀποσκεδάσας V2K2O
<lb/>20 τὸ ἀξίωμα AVO μηδὲν Α
<lb/>22 σὺν αἰδῶ CGH
<lb/>23 προεμήνυσέ Α φαντασίας om. CVO, ὀπτασίας mg. Ο 6*</note>  

<pb n="v.4.p.84"/>
εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν,
 ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="108"><p>αἵ τε γὰρ πίονες ἑπτὰ βόες
καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ <milestone unit="altpage1" n="p. 57 Μ."/>  στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν
εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες
λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες. <lb n="p. 57 Μ."/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="109"><p>ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν,
πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας,
τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ
ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων
ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, <lb n="10"/>
ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας
 ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.opp-grc1" subtype="section" n="110"><p>ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια·
νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον
 ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>