<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:93-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:93-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="93"><p>ἦν δ’ αὐτῷ γυνὴ
τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη·
ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι
 — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="94"><p>μεταπεμψάμενος <lb n="10"/>
δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν,
βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων,
ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’
 ἀληθὲς αἰσχύνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="95"><p>ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ
δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα — οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν <lb n="15"/>
τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς — ἐπὶ τὴν τελευταίαν
 ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="96"><p>λαβὼν δὲ τῶν
ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων
ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ,
παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς <lb n="20"/>
μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας
παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν
<note xml:lang="mul" type="footnote"><lb/>2 λιμῶ πιεσθεῖσαι ΒΕΚ Arm: πιεσθεῖσαι λιμῶ (λογισμῶ Α) ceteri
<lb/>4 εὐθένειαν B, εὐθένειαν E, εὐσθένειαν Κ 4.
<lb/>5 καὶ εὐετηρίαν ἐν αἰγύπτω ΒΕΚ Arm: ἐν αἰγύπτω καὶ εὐετηρίαν transp. ceteri
<lb/>5 ταῖς πλημμύραις ante λιμνάσαντος BEK Arm.: ταῖς πλημμύραις post πεδία transp. ceteri πλημμυρίαις G λιμνάσαντος λιμνάσαντος ζοντος Κ) ἐν καιρῶ BEK Arm: ἐν καιρῶ λιμνάσαντος ceteri πεδία] ἐπιτήδεια BE 
<lb/>7 πνευμάτων] σπερμάτων Κ
<lb/>8 τῶν καθ’ αὑτὴν om. Arra καταυτὴν C. κατ’ αὐτὴν FG
<lb/>9 τῶν αἰγυπτίων BEK Arm: τῶν om. ceteri
<lb/>10 post μηνύουσι add. δὴ H(v), δὲ (rursus del.) P
<lb/>11 εὐπρεπεστάτην BK post ὄψιν add. αὐτῆς Arm
<lb/>12 ὁρισθέντων ἡ καὶ ὁρισθέντα Α
<lb/>14 αἰσχύνειν BEFG: αἰσχυνεῖν ceteri ἣ M δὲ BEK ἅτ’ E παρακρατεῖται CGA ὁμοθύμω A
<lb/>15 ἔστενεν Α
<lb/>16 δυνατοτέρων BE, ἀδυνατωτέρων 11 
<lb/>17 ἅμ’ BEK: ἅμα ceteri
<lb/>18 ἀδικουμένων BEK Arm: ἄμα post ἄδικ’. add. ceteri 
<lb/>19 ἀλγηδόνας] ὀδύνας C, ἡδονὰς F1G, ὁδίνας F2
<lb/>20 κακῶν παντοίων transp. HP σῶμα BEK: τὸ σῶμα ceteri τὴν ψυχὴν CHP δυσίατον FG
<lb/>21 ἐφ’ ἡδονὴν BEK Arm: ἐφ’ ἡδονὰς ceteri; ἐφηδυνούσας coni. Mang.</note>  

<pb n="v.4.p.23"/>
γυμναζόμενος μεθ’ ἡμέραν καὶ νύκτωρ ἐξετραχηλίζετο.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>