<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:85-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:85-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="85"><p>δευτέραν δ’
ἀποικίαν στέλλεται λογίῳ πάλιν πεισθεὶς ὁ ἀστεῖος οὐκέτ’ ἐκ πόλεως
εἰς πόλιν, ἀλλ’ εἰς χώραν ἐρήμην  (Gen. 12, 9), ἐν ᾗ πλαζόμενος διετέλει <lb n="20"/>
 μὴ δυσαρεστῶν τῇ πλάνῃ καὶ τῷ δι’ αὐτὴν ἀνιδρύτῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="86"><p>καίτοι τίς ἕτερος
οὐκ ἂν ἠχθέσθη μὴ μόνον τῆς οἰκείας ἀπανιστάμενος, ἀλλὰ καὶ ἐξ
<note xml:lang="mul" type="footnote"><lb/>1 τοῖς ὁρωμένοις Κ
<lb/>2 ἄβραμ ΜΑ: ἅβραμ. ceteri, ἀβρὰμ v τῶ ἀρχαίῳ ὀνόματι Κ προσερήθη EK δὲ BEK ’5 ἄλφα om. Α 3.4 πράγματος καὶ oin. Arai
<lb/>4 καὶ δόγματος om. BE ἐνδεξαμένου BE μὲν om. Κ 4.
<lb/>5 ἐστιν ἑρμηνευθὲν traiisp. HP o ἤχους FG
<lb/>6 καὶ μετεωρολογικὸν om. FG ἐπικαλούμενον om. Arm
<lb/>7 οὕτως BE, οὕτω(??) Κ: οὕτω ceteri χαλδαϊκῶν BEK: χαλδαίων ceteri δογμάτων om. Η1Ρ ἐπιμελόμενον CMHP(v), ἐπιμελομένου G τις om. Arm
<lb/>9 διὰ τοῦ πατρός δὲ BEK: διὰ δὲ τοῦ πατρὸς ceteri
<lb/>10 ὁ ἐνδιάθετος om. Arm φύσει] πέφυκε Arm γεγωνοῦ E Arm, γεγονοῦ Β: λεγομένου ceteri πρεσβύτερος—καὶ om. Arm γε BE: τε ceteri (Turn.), om. Mang.
<lb/>11 ἐπιλέκτου Κ ἐκλεκτοῦ Arm): ἐπιλελεγμένου ΑΡ, ἐπιλεγομένου ceteri; ἐξειλεγμένου coni. Mang. γὰρ om. ΒΕ
<lb/>13 τοῦ BEK: om. ceteri
<lb/>14 παράπαν] πᾶν CFGA καὶ om. G ’) ἀκριβέστερον BE τι Arm: ὅτι ΒΕΚ, τὸ ceteri (v)
<lb/>16 ἀφ’ οὗ ΒΕΚ τἄλλα EK, τἄλλ’ B: τὰ ἄλλα ceteri σπουδάζεται F πολλὰ BEK Arm: πολλάκι C, πολλάκις ceteri (v)
<lb/>17 βίου ΒΚ σκ μένον Α, lac. expl. raan. rec.
<lb/>18 φύσιν C, φύσεως A
<lb/>19 στέλλεται BEK Arra: πάλιν στέλλεται (ut πάλιν bis legatur) ceteri οὐκέτ’ BEK: οὐκέτι ceteri
<lb/>21 τῇ om. F
<lb/>22 οὐκ om. CG ἠχέσθη Α μὴ BEK: οὐ ceteri οἰκίας BCFGM post καὶ eras. τὸν HP</note>  

<pb n="v.4.p.21"/>
ἁπάσης πόλεως ἐλαυνόμενος εἰς δυσβάτους καὶ δυσπορεύτους ἀνοδίας;
τίς δ’ οὐκ ἂν μετατραπόμενος ἐπαλινδρόμησεν οἴκαδε, βραχέα μὲν
φροντίσας τῶν μελλουσῶν ἐλπίδων, τὴν δὲ παροῦσαν ἀπορίαν σπεύδων
ἐκφυγεῖν, εὐήθειαν ὑπολαβὼν ἀδήλων χάριν ἀγαθῶν ὁμολογούμενα
<lb n="5"/> αἱρεῖσθαι κακά;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="87"><p>μόνος δ’ οὑτοσὶ τοὐναντίον πεπονθέναι φαίνεται, βίον ἥδιστον νομίζων τὸν ἄνευ συνδιαιτήσεως τῆς τῶν πολλῶν. καὶ πέφυκεν
οὕτως ἔχειν· οἱ γὰρ ζητοῦντες καὶ ἐπιποθοῦντες θεὸν ἀνευρεῖν τὴν φίλην
αὐτῷ μόνωσιν ἀγαπῶσι, κατ’ αὐτὸ τοῦτο σπεύδοντες πρῶτον ἐξομοιοῦσθαι
τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="88"><p>ἑκατέραν οὖν ἀπόδοσιν πεποιημένοι, <lb n="10"/> τήν τε ῥητὴν ὡς ἐπ’ ἀνδρὸς καὶ τὴν δι’ ὑπονοιῶν ὡς ἐπὶ ψυχῆς, ἀξιέραστον
καὶ τὸν ἄνδρα καὶ τὸν νοῦν ἀπεφήναμεν, τὸν μὲν πεισθέντα λογίοις
ἐκ δυσαποσπάστων ἀφελκυσθέντα, τὸν δὲ νοῦν, ὅτι οὐ μέχρι παντὸς
ἀπατηθεὶς ἐπὶ τῆς αἰσθητῆς οὐσίας ἔστη τὸν ὁρατὸν κόσμον ὑπολαβὼν
μέγιστον καὶ πρῶτον εἶναι θεόν, ἀλλὰ ἀναδραμὼν τῷ λογισμῷ φύσιν ἑτέραν
<lb n="15"/> ἀμείνω τῆς ὁρατῆς νοητὴν ἐθεάσατο καὶ τὸν ἀμφοῖν ποιητὴν ὁμοῦ καὶ
ἡγεμόνα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="89"><p><milestone unit="altref" n="19"/> Ταῦτα τοῦ θεοφιλοῦς τὰ προτέλεια, οἷς ἕπονται πράξεις οὐκ εὐκαταφρόνητοι. τὸ δὲ μέγεθος αὐτῶν οὐ παντί τῳ δῆλον, ἀλλὰ μόνον
τοῖς γευσαμένοις ἀρετῆς, οἳ τὰ θαυμαζόμενα παρὰ τοῖς πολλοῖς εἰώθασι
<lb n="20"/> χλευάζειν ἕνεκα μεγέθους τῶν περὶ ψυχὴν ἀγαθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="90"><p>ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν εἰρημένην πρᾶξιν αὐτίκα τὸν ἀστεῖον ἀμείβεται μεγάλῃ δωρεᾷ,
τὸν γάμον αὐτῷ κινδυνεύσαντα πρὸς δυνατοῦ καὶ ἀκρατοῦς ἀνδρὸς ἐπιβουλευθῆναι
διατηρήσας ἄψαυστόν τε καὶ σῷον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="91"><p>ἡ δ’ αἰτία τῆς ἐπιθέσεως ἀρχὴν ἔλαβε τοιάνδε. καρπῶν ἀφορίας ἐπὶ συχνὸν χρόνον γενομένης,
<note xml:lang="mul" type="footnote"><lb/>2 μετατραπόμενος BEK: μετατρεπόμενος ceteri οἴκαδε] ἀποστελλόμενος Η 
<lb/>4 ἀγαθῶν om. C
<lb/>5 οὑτοσὶ BEK: οὗτος ceteri τοὐναντίον codd: τοῦτο Arm
<lb/>6 συνδιαιτήσεως τῆς τῶν πολλῶν BEK: τῆς τ. π. συνδ. ceteri
<lb/>7 εὑρεῖν CFG: ἀνευρεῖν fort. secludendum
<lb/>8 καθ’ αὑτὸ BE σπεύδοντες πρῶτον ΒΕΚ Arm: πρῶτον σπεύδοντες ceteri
<lb/>10 ἐπ’ ΒΕΚH2 Arm: ὑπ’ ceteri 
<lb/>11 καὶ τὸν ἄνδρα om. Κ
<lb/>12 δυσαποσπασθέντων Κ τὸν] τὸ C
<lb/>13 ἀπαιτηθεὶς Κ ὁρατὸν CF2MH2, ὁρατὸν corr. ex ἀόρατον Β: ἀόρατον ceteri 13.
<lb/>14 τὸν— θεόν om. Αrm
<lb/>11 ἀλλ’ KHP
<lb/>15 ἐθεᾶτο BEK ποιητὴν ὁμοῦ BEK Arm: ὁμοῦ ποιητὴν ceteri
<lb/>17 τοῦ] τοὺς (sed σ eras.) C 17.
<lb/>18 ὐκεκαταφρόνητοι (sic) C
<lb/>18 παντί τὼ BEK: τῳ om. ceteri πάντη FG
<lb/>19 οἲ τὰ] οἴα CFG παρὰ om. H (Turu.)
<lb/>20 περὶ ψυχὴν Κ: περὶ ψυχῆς BE, τῆς ψυχῆς (om. περὶ) ceteri
<lb/>21 ὁ θεὸς om. BE μεγάλῃ om. Arm
<lb/>22 ἀκρατοῦς] αὐτοκράτορος male coni. Mang.
<lb/>23 σῷον] θεῖον BK
<lb/>24 καρπὸν Α ἀφορίας BEK Arm (coni. Mang.): ἀπορίας ceteri 
<lb/>14 sqq. Gen. 12,10 sqq.</note>  

<pb n="v.4.p.22"/>
τοτὲ μὲν διὰ πολλὴν καὶ ἄμετρον ἐπομβρίαν τοτὲ δὲ δι’ αὐχμὸν καὶ ζάλην,
αἱ κατὰ Συρίαν πόλεις συνεχεῖ λιμῷ πιεσθεῖσαι κεναὶ τῶν οἰκητόρων ἦσαν,
ἄλλων ἀλλαχόσε σκιδναμένων κατὰ ζήτησιν τροφῆς καὶ πορισμὸν τῶν ἀναγκαίων.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="92"><p>πυθόμενος οὖν Ἀβραὰμ ἄφθονον εὐθηνίαν καὶ εὐετηρίαν ἐν Αἰγύπτῳ,
τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις λιμνάσαντος ἐν καιρῷ τὰ πεδία, <lb n="5"/>
τῶν δὲ τὸν σπόρον εὔσταχυν ἐνεγκόντων καὶ ἀναθρεψαμένων <milestone unit="altpage1" n="p. 15 M."/>  εὐκρασίαις
 πνευμάτων, ἀπαίρει πᾶσαν τὴν οἰκίαν ἐπαγόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="93"><p>ἦν δ’ αὐτῷ γυνὴ
τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη·
ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι
 — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="94"><p>μεταπεμψάμενος <lb n="10"/>
δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν,
βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων,
ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’
 ἀληθὲς αἰσχύνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="95"><p>ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ
δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα — οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν <lb n="15"/>
τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς — ἐπὶ τὴν τελευταίαν
 ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="96"><p>λαβὼν δὲ τῶν
ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων
ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ,
παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς <lb n="20"/>
μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας
παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν
<note xml:lang="mul" type="footnote"><lb/>2 λιμῶ πιεσθεῖσαι ΒΕΚ Arm: πιεσθεῖσαι λιμῶ (λογισμῶ Α) ceteri
<lb/>4 εὐθένειαν B, εὐθένειαν E, εὐσθένειαν Κ 4.
<lb/>5 καὶ εὐετηρίαν ἐν αἰγύπτω ΒΕΚ Arm: ἐν αἰγύπτω καὶ εὐετηρίαν transp. ceteri
<lb/>5 ταῖς πλημμύραις ante λιμνάσαντος BEK Arm.: ταῖς πλημμύραις post πεδία transp. ceteri πλημμυρίαις G λιμνάσαντος λιμνάσαντος ζοντος Κ) ἐν καιρῶ BEK Arm: ἐν καιρῶ λιμνάσαντος ceteri πεδία] ἐπιτήδεια BE 
<lb/>7 πνευμάτων] σπερμάτων Κ
<lb/>8 τῶν καθ’ αὑτὴν om. Arra καταυτὴν C. κατ’ αὐτὴν FG
<lb/>9 τῶν αἰγυπτίων BEK Arm: τῶν om. ceteri
<lb/>10 post μηνύουσι add. δὴ H(v), δὲ (rursus del.) P
<lb/>11 εὐπρεπεστάτην BK post ὄψιν add. αὐτῆς Arm
<lb/>12 ὁρισθέντων ἡ καὶ ὁρισθέντα Α
<lb/>14 αἰσχύνειν BEFG: αἰσχυνεῖν ceteri ἣ M δὲ BEK ἅτ’ E παρακρατεῖται CGA ὁμοθύμω A
<lb/>15 ἔστενεν Α
<lb/>16 δυνατοτέρων BE, ἀδυνατωτέρων 11 
<lb/>17 ἅμ’ BEK: ἅμα ceteri
<lb/>18 ἀδικουμένων BEK Arm: ἄμα post ἄδικ’. add. ceteri 
<lb/>19 ἀλγηδόνας] ὀδύνας C, ἡδονὰς F1G, ὁδίνας F2
<lb/>20 κακῶν παντοίων transp. HP σῶμα BEK: τὸ σῶμα ceteri τὴν ψυχὴν CHP δυσίατον FG
<lb/>21 ἐφ’ ἡδονὴν BEK Arm: ἐφ’ ἡδονὰς ceteri; ἐφηδυνούσας coni. Mang.</note>  

<pb n="v.4.p.23"/>
γυμναζόμενος μεθ’ ἡμέραν καὶ νύκτωρ ἐξετραχηλίζετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="97"><p>παραπέλαυσε δὲ τῆς τιμωρίας καὶ σύμπας ὁ οἶκος αὐτῷ, μηδενὸς ἐπὶ τῇ παρανομίᾳ
δυσχεράναντος, ἀλλὰ πάντων ἕνεκα τοῦ συναινεῖν μόνον οὐ συγχειρουργησάντων
τὸ ἀδίκημα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="98"><p>τοῦτον τὸν τρόπον ἡ μὲν ἁγνεία τῆς γυναικὸς <lb n="5"/> διασῴζεται, τοῦ δὲ ἀνδρὸς τὴν καλοκἀγαθίαν καὶ εὐσέβειαν ὁ θεὸς ἠξίωσεν
ἐπιδείξασθαι γέρας αὐτῷ μέγιστον παρασχών, ἀσινῆ καὶ ἀνύβριστον ὅσον
οὔπω κινδυνεύσαντα διαφθαρῆναι τὸν γάμον, ὃς οὐκ ἔμελλεν ὀλίγων
ἀριθμὸν υἱῶν ἢ θυγατέρων γεννᾶν, ἀλλ’ ὅλον ἔθνος καὶ ἐθνῶν τὸ
θεοφιλέστατον, ὅ μοι δοκεῖ τὴν ὑπὲρ παντὸς ἀνθρώπων γένους ἱερωσύνην
<lb n="10"/> καὶ προφητείαν λαχεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="99"><p><milestone unit="altref" n="20"/> Ἤκουσα μέντοι καὶ φυσικῶν ἀνδρῶν οὐκ ἀπὸ σκοποῦ τὰ περὶ τὸν τόπον ἀλληγορούντων, οἳ τὸν μὲν ἄνδρα συμβολικῶς ἔφασκον
σπουδαῖον εἶναι νοῦν ἐκ τῆς περὶ τοὔνομα ἑρμηνευθείσης δυνάμεως
τεκμαιρόμενοι τρόπον ἀστεῖον ἐν ψυχῇ, τὴν δὲ τούτου γυναῖκα ἀρετήν,
<lb n="15"/> ἧς τοὔνομά ἐστι Χαλδαϊστὶ μὲν Σάρρα, Ἑλληνιστὶ δὲ „ἄρχουσα“, διὰ
τὸ μηδὲν ἀρετῆς ἀρχικώτερον εἶναι καὶ ἡγεμονικώτερον. γάμος δέ,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="100"><p>ὃν μὲν ἁρμόζεται ἡδονή, σωμάτων κοινωνίαν ἔλαχεν, ὃν δὲ σοφία, λογισμῶν
καθάρσεως ἐφιεμένων καὶ τελείων ἀρετῶν. ἐναντιώτατοι δὲ ἀλλήλοις
εἰσὶν οἱ λεχθέντες γάμοι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>