<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:65-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:65-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="65"><p><milestone unit="altpage2" n="11 M."/> κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ <lb n="21"/> κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας,
ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ om. BE
<lb/>4 ἀναδιδάσκεται] ἄμα διδάσκεται HP (Turn.) ἔννομον Α 
<lb/>6 ἱεραὶ ΒΕΚ Arm: om. ceteri
<lb/>7 ἣ] ἧ M πληχθεὶς] πεισθεὶς Arm (coni. εἰ Mang.) S καὶ μεταναστῆναι oni. F μεταστῆναι G
<lb/>9 οἰκίαν Κ 
<lb/>10 ἐπέσπευδε BEK: ἔσπευδε ceteri
<lb/>11 τῷ] τὸ F εἰκὸς] εἰκότως H1P 
<lb/>12 ante ἀκλινῆ add. καὶ sed rursus del. Η φιτρῷ BEK ὑπαχθῆναι τὲ καὶ BEK 12.
<lb/>13 ἐνδοῦναι BE
<lb/>13 ὧν] ὃν F τρόπον corr. ex τρόπων F συγγεγέννηται ΒΕΑΡ2
<lb/>14 οὐχ om. Arm ἧττον] εἷς Α ἡνωμένων] ἰδιωμένων CFGA μελῶν Arm
<lb/>15 δ’ BEK
<lb/>16 ὁρίζοντες BEK οὐ δευτερεύουσαν om. Η1, add. mg. H2
<lb/>17 ὥς γέ μοι BEKMA παρ’ CBEK: παρὰ ceteri παρὰ τοῖς ἀληθείᾳ δικάζουσι Arm δ’ BEK 
<lb/>18 κακοπραγίας ὢν CFG, κακοπραγίας ὧν Α δ’] δὲ F, τε CG οὐ πέρας om. CFG (fort. recte)
<lb/>19 ἀνθ’ ἑνὸς om. F τοῦ om. M τοῦ χωρὶς ἀλγηδόνων om. C ἀλγεινῶν BEK post ἀλγηδόνων add. ἡδονῶν FG 
<lb/>20 τοὺς σὺν αἰσθήσει Arm: οὓς συναισθήσει BE, οὐ σὺν αἰσθήσει LFGMAH1P, σὺν αἰσθήσει οὐ eras.) H2L(v), ἐν συναισθήσει C πόθου CF1GA
<lb/>21 δι’ ἔρωτα ΒΕ: ἢ δι’ ἔρωτα ceteri
<lb/>22 ἐπικερδίας BECFG</note>  

<pb n="v.4.p.16"/>
πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ
ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν
— τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας
—, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι
καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης <lb n="5"/>
ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν,
μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες
 βιαιοτάτῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="66"><p>μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι
μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν
 ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="67"><p>οὐδενὸς <lb n="10"/>
οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων,
οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ
ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε
καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς
ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος <lb n="15"/>
χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν
Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης
εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="68"><p><milestone unit="altref" n="15"/> Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς
σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς <lb n="20"/>
 τὸν ἀληθῆ ζητούσης θεόν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>