<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:53-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:53-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="53"><p>ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’
ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι
δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ
<lb n="10"/> ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="54"><p>προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ
ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν
θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ
<lb n="15"/> παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ
κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς
ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων
λέγηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="55"><p>ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ
<lb n="20"/> συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="56"><p><milestone unit="altref" n="12"/> χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι τὸν μὲν πρῶτον ἄνθρωπον τὸν γηγενῆ
πατέρα τῶν ἄχρι τοῦ κατακλυσμοῦ φύντων εἰσήγαγε, τὸν δὲ μόνον ἐκ
τῆς τοσαύτης φθορᾶς ὑπολειφθέντα πανοίκιον ἕνεκα δικαιοσύνης καὶ τῆς
ἄλλης καλοκἀγαθίας τοῦ νεάσοντος αὖθις καινοῦ γένους ἀνθρώπων, τὴν
<lb n="25"/> δὲ περίσεμνον τριάδα καὶ περιμάχητον ἑνὸς εἴδους ἐπιλεγομένου „βασίλειον
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ om. BE ante φύσεως add. καὶ BE
<lb/>2 ὁ ἱερὸς λόγος ἀστεῖος διερευνάσθαι ἅπαντας BE διερμηνεύεσθαι coni. Mang.
<lb/>3 δ’ pr.] δὲ BE 
<lb/>6 ἀσκητὴς coni. Mang.
<lb/>7 ἕκαστος om. CFG ὠνομάσθαι F δ’ ΒΕΚ 
<lb/>9 φύσιν CFM ἱκανὴν CM, ἱκανὸν F
<lb/>10 ἄσκησιν C ante φύσει add. καὶ F
<lb/>12 οἰκειοτάτη G φύσεως, μαθήσεως, ἀσκήσεως Wendl.: φύσις, μάθησις, ἄσκησις codd.; φύσιν, μάθησιν, ἄσκησιν Mang.
<lb/>14 τοῦ βίου ΒΕΚ: τοῦ om. ceteri
<lb/>15 αὐτὰ δεδώρηται FG ψυχικὴ (sic) Κ τέλειον καὶ BEK: om. cetori
<lb/>17 ἐπὶ τριῶν μὴ ἐπ’] μὴ ἐπὶ τριῶν C(v) ἐπ’ fort. delendum 17.
<lb/>18 δυνάμεων λέγηται BEK: λέγηται δυνάμεων ceteri
<lb/>19 δ’ BEK, om. Arm τὸ ἀίδιον Mang.: τὸν ἀίδιον codd.
<lb/>20 συγγενὴς Η ἀιδιότητος ΒΕΚ: ἀιδιότης ceteri (v) ἀφθαρσία v
<lb/>21 τὸν alt. om. BE 
<lb/>22 τοῦ om. ΒΕ
<lb/>23 πανοίκιον scripsi: πανοίκειον BEEIP, πανοικεί· ὃν CG, πανοικί· ὃν MAF, πανοικὶ Κ; πανοικὶ Νῶε voluit Mang.
<lb/>24 νεάσαντος BEP #x003E; καινοῦ coni. Mang. (cf. § 252)</note>  

<pb n="v.4.p.14"/>
καὶ ἱεράτευμα καὶ ἔθνος ἅγιον“ (Exod. 19, 6) οἱ χρησμοὶ καλοῦσι.
 μηνύει δὲ τοὔνομα τὴν δύναμιν αὐτοῦ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="57"><p>προσονομάζεται γὰρ Ἑβραίων
γλώττῃ τὸ ἔθνος Ἰσραήλ, ὅπερ ἑρμηνευθέν ἐστιν „ὁρῶν θεόν.“ ὅρασις
δ’ ἡ μὲν δι’ ὀφθαλμῶν ἐν ἁπάσαις καλλιστεύει ταῖς αἰσθήσεσιν, ἐπεὶ
καὶ διὰ μόνης καταλαμβάνεται τὰ κάλλιστα τῶν ὄντων, ἥλιος καὶ σελήνη <lb n="5"/>
καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, ἡ δὲ διὰ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ
προφέρει τὰς ἄλλας ὅσαι περὶ αὐτὸ δυνάμεις· αὕτη <milestone unit="altpage1" n="p. 10 Μ."/>  δέ ἐστι
 φρόνησις ὄψις οὖσα διανοίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="58"><p>ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα
ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ
ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· <lb n="10"/>
οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας
 ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="59"><p>αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ
καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ
κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν
ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς <lb n="15"/>
ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="60"><p><milestone unit="altref" n="13"/> Ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν τριῶν ἀναγκαίως προειρήσθω.
λεκτέον δ’ ἑξῆς, ἐν οἷς ἕκαστος ἰδίᾳ προήνεγκεν, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν
λαβόντας. ἐκεῖνος τοίνυν εὐσεβείας, ἀρετῆς τῆς ἀνωτάτω καὶ μεγίστης,
ζηλωτὴς γενόμενος ἐσπούδασεν ἕπεσθαι θεῷ καὶ καταπειθὴς εἶναι τοῖς <lb n="20"/>
προσταττομένοις ὑπ’ αὐτοῦ, προστάξεις ὑπολαμβάνων οὐ τὰς διὰ φωνῆς
καὶ γραμμάτων μηνυομένας αὐτὸ μόνον, ἀλλὰ καὶ τὰς διὰ τῆς φύσεως
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ pr. om. H(v)
<lb/>3 ἑρμηνευθέν ἐστιν Κ, ἑρμηνευθέν (om. ἐστιν) BE: ἑρμηνεύεται cetcri
<lb/>4 δὲ ΒΕΚ ἡ μὲν] ἡμῖν CFG
<lb/>5 καταλαμβάνεσθαι Α
<lb/>6 σύμπας ὁ οὐρανός tiansp. Κ
<lb/>7 ὅσαι BEK: ἃς αἱ CFG, ὅσαι αἱ ΜΑΗΡ αὐτὸ KMAHP: αὐτὸν BE, αὐτὰ CFG, αὐτὴν voluit Mang. δ’ ἐστὶ BEKF
<lb/>8 δ’
<lb/>11 ἐξεγένετο μὴ μόνον HR(v) HP(v) ἐξεγένετο (sie) Α τἄλλα ΕΚ, τἆλλα Β: τὰ ἄλλα ceteri 
<lb/>9 ἐν τῆ φύσει om. ΒΕ
<lb/>10 ἐπ’ ἄκρων Α ἐπ’ ἄκραν εὐδαιμονίαν BEK ἴσθω Α
<lb/>11 τῆς om. E ὄμμα τείνας ΒΕΚ Arm: τείνας ὄμμα ceteri 
<lb/>12 πέφθακε MA ἐχέσθω BEM, ἐχέτω ΑΚ στάσιν] κατάστασιν CFGM ἀνάντεις] αὐτῆς C ὁδοὶ om. Arm
<lb/>13 φορά om. Arm
<lb/>14 καθ’ ὁδὸν FG 
<lb/>5 αὑτοῦ scripsi: αὐτῶν Κ, αὐτοῦ ceteri (v) δυνάμεων corr. ex δυναμένων C ἀνακράσας L (Turn.)
<lb/>16 ἑαυτὸν BEK: αὑτὸν M, αὐτὸν ceteri ἐπισπάσηται ΒΕΚ: ἐπισπάσαιτο ceteri (v)
<lb/>17 οὖν ΒΕΚ: om. ceteri εἰρήσθω F
<lb/>18 προήνεγκεν] διήνεγκεν BEK τὴν ἀρχὴν om. CFG
<lb/>19 λαβόντος C aute ἀρετῆς add. καὶ C (Turn.) ἀρετῆς] ἐραστὴς BEKHP
<lb/>22 γραμμάτων Arm (coui. Mang.): πραγμάτων codd. αὐτὸ Arm (coni. Mang.): αὐτῶ Cddd. 
<lb/>8 cf. ad vol. II 669</note>  

<pb n="v.4.p.15"/>
τρανοτέροις σημείοις δηλουμένας, ἃς ἡ ἀληθεστάτη τῶν αἰσθήσεων πρὸ
ἀκοῆς τῆς ἀπίστου καὶ ἀβεβαίου καταλαμβάνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="61"><p>θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται
ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν
<lb n="5"/> βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται
δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί·
πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="62"><p><milestone unit="altref" n="14"/> λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι,
καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας
<lb n="10"/> εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι
τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="63"><p>καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι
συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται
καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="64"><p><lb n="15"/> μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν,
ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε
πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων
συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους
 τοὺς σὺν αἰσθήσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="65"><p><milestone unit="altpage2" n="11 M."/> κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ <lb n="21"/> κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας,
ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ om. BE
<lb/>4 ἀναδιδάσκεται] ἄμα διδάσκεται HP (Turn.) ἔννομον Α 
<lb/>6 ἱεραὶ ΒΕΚ Arm: om. ceteri
<lb/>7 ἣ] ἧ M πληχθεὶς] πεισθεὶς Arm (coni. εἰ Mang.) S καὶ μεταναστῆναι oni. F μεταστῆναι G
<lb/>9 οἰκίαν Κ 
<lb/>10 ἐπέσπευδε BEK: ἔσπευδε ceteri
<lb/>11 τῷ] τὸ F εἰκὸς] εἰκότως H1P 
<lb/>12 ante ἀκλινῆ add. καὶ sed rursus del. Η φιτρῷ BEK ὑπαχθῆναι τὲ καὶ BEK 12.
<lb/>13 ἐνδοῦναι BE
<lb/>13 ὧν] ὃν F τρόπον corr. ex τρόπων F συγγεγέννηται ΒΕΑΡ2
<lb/>14 οὐχ om. Arm ἧττον] εἷς Α ἡνωμένων] ἰδιωμένων CFGA μελῶν Arm
<lb/>15 δ’ BEK
<lb/>16 ὁρίζοντες BEK οὐ δευτερεύουσαν om. Η1, add. mg. H2
<lb/>17 ὥς γέ μοι BEKMA παρ’ CBEK: παρὰ ceteri παρὰ τοῖς ἀληθείᾳ δικάζουσι Arm δ’ BEK 
<lb/>18 κακοπραγίας ὢν CFG, κακοπραγίας ὧν Α δ’] δὲ F, τε CG οὐ πέρας om. CFG (fort. recte)
<lb/>19 ἀνθ’ ἑνὸς om. F τοῦ om. M τοῦ χωρὶς ἀλγηδόνων om. C ἀλγεινῶν BEK post ἀλγηδόνων add. ἡδονῶν FG 
<lb/>20 τοὺς σὺν αἰσθήσει Arm: οὓς συναισθήσει BE, οὐ σὺν αἰσθήσει LFGMAH1P, σὺν αἰσθήσει οὐ eras.) H2L(v), ἐν συναισθήσει C πόθου CF1GA
<lb/>21 δι’ ἔρωτα ΒΕ: ἢ δι’ ἔρωτα ceteri
<lb/>22 ἐπικερδίας BECFG</note>  

<pb n="v.4.p.16"/>
πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ
ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν
— τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας
—, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι
καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης <lb n="5"/>
ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν,
μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες
 βιαιοτάτῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="66"><p>μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι
μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν
 ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="67"><p>οὐδενὸς <lb n="10"/>
οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων,
οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ
ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε
καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς
ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος <lb n="15"/>
χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν
Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης
εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="68"><p><milestone unit="altref" n="15"/> Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς
σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς <lb n="20"/>
 τὸν ἀληθῆ ζητούσης θεόν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>