<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:245-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:245-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="245"><p><milestone unit="altref" n="42"/><milestone unit="altpage1" n="p. 36 M."/>  Χρόνῳ δ’ ὕστερον αὐτῷ τελευτᾷ ἡ γυνὴ θυμηρεστάτη καὶ
τὰ πάντα ἀρίστη, μυρία δείγματα τῆς φιλανδρίας ἐνεγκαμένη, τὴν σὺν
αὐτῷ τῶν συγγενῶν ἀπόλειψιν, τὴν ἐκ τῆς οἰκείας ἀνενδοίαστον μετάστασιν,
τὰς ἐπὶ τῆς ἀλλοδαπῆς συνεχεῖς καὶ ἐπαλλήλους πλάνας, τὰς
 κατὰ λιμὸν ἐνδείας, τὰς ἐν πολέμοις συστρατείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="246"><p>ἀεὶ γὰρ καὶ πανταχοῦ <lb n="15"/>
παρῆν οὐδένα τόπον ἢ καιρὸν ἀπολείπουσα, κοινωνὸς ὄντως βίου καὶ
τῶν κατὰ τὸν βίον πραγμάτων, ἐξ ἴσου δικαιοῦσα μετέχειν ἀγαθῶν
ὁμοῦ καὶ κακῶν· οὐ γὰρ ὥσπερ ἔνιαι τὰς μὲν κακοπραγίας ἀπεδίδρασκε,
ταῖς δ’ εὐτυχίαις ἐφήδρευεν, ἀλλὰ τὸν ἐν ἀμφοτέραις κλῆρον ὡς ἐπιβάλλοντα
καὶ ἁρμόττοντα γαμετῇ μετὰ προθυμίας πάσης ἀνεδέχετο. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="247"><p><milestone unit="altref" n="43"/> πολλὰ δὲ ἔχων ἐγκώμια τῆς ἀνθρώπου διεξιέναι, ἑνὸς ὑπομνησθήσομαι,
ὃ γενήσεται καὶ τῶν ἄλλων σαφεστάτη πίστις. ἄγονος γὰρ οὖσα
<note xml:lang="mul" type="footnote"><lb/>2 μηκέτ’ Κ: μηκέτι ceteri μὴ καταξιοῦσαι HE τὰ ἴσα om. BEK τελεία C
<lb/>3 σοφιστὴν C ὃς om. BE αὑτοῦ H2: om. Γ’. αὐτοῦ ceteri
<lb/>4 ante τἀς add. καὶ CFGM καὶ τὰ om. CFG
<lb/>6 ἀνταγώνιστον P 
<lb/>6 τεσσάρων BEK
<lb/>7 φθορᾶς ΒΕΚ: διαφθορᾶς ceteri αἰτίαι Ε
<lb/>8 ἱερὸς λόγος transp. HP Arm
<lb/>9 ἐρρωμενέστατα CFG
<lb/>11 δὲ BEK αὐτῷ om. BE, τελευτᾶ αὐτοῦ Κ Arm
<lb/>12 τὰ πάντα BFAi: πάντα ceteri φιλανδρείας HP
<lb/>13 αὐτῷ] ἀνδρὶ Arm ἀπόληψιν Α οἰκείας C: οἰκίας ceteri 13.
<lb/>14 μετανάστασιν coni. Mang.
<lb/>14 πλάνους P
<lb/>15 ἐν ἐνδεία ΒΕ τὰς— συστρατείας om. Arm πολέμω Κ συσιρατιάς ΒΕ, στρατείας P πανταχῆ P 
<lb/>16 καιρὸν CBEK Arm: κλῆρον ceteri (v) ἀπολείπουσα CBEK: ἀπολιποῦσα ceteri ante βίου add. καὶ ΒΕΚ
<lb/>18 καὶ om. C ὡς BE τὰς—ἀπεδίδρασκε om. CFG
<lb/>19 δ’ οm. CFG εὐωχίαις ΒΕ ἐφίδρυεν BE, εὐήδρευεν P τὸν] τῶν Α ἀμφοτέροις BEK
<lb/>20 τῆς πάσης BE
<lb/>21 δ’ Κ 21.
<lb/>22 ὑπομνησθήσομαι BEK: ἐπιμνησθήσομαι ceteri
<lb/>22 καὶ BEK Arm: om. ceteri</note> <note xml:lang="lat" type="footnote"><lb/>22 sqq. Gen. cap. 16</note>  

<pb n="v.4.p.55"/>
καὶ στεῖρα, δείσασα μὴ κατὰ τὸ παντελὲς ἔρημος γενεᾶς ὁ θεοφιλὴς οἶκος
ἀπολειφθῇ, προσελθοῦσα τῷ ἀνδρί φησι τάδε·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="248"><p>„πολὺν μὲν ἤδη χρόνον συμβιοῦμεν ἀλλήλοις εὐαρεστοῦντες, οὗ δὲ χάριν καὶ αὐτοὶ συνεληλύθαμεν
καὶ ἡ φύσις τὴν ἀνδρὸς καὶ γυναικὸς ἡρμόσατο κοινωνίαν, τέκνων γένεσις
<lb n="5"/> οὐκ ἔστιν, ἀλλ’ οὐδ’ εἰσαῦθις ἐξ ἐμοῦ γε ὑπερήλικος ἤδη γεγονυίας
ἐλπίζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="249"><p>μὴ δὴ παραπόλαυε τῆς ἐμῆς ἀγονίας μηδ’ ἕνεκα τῆς πρὸς ἐμὲ εὐνοίας αὐτὸς δυνάμενος εἶναι πατὴρ κεκώλυσο· ζηλοτυπία γὰρ
οὐκ ἂν γένοιτό μοι πρὸς ἑτέραν, ἣν οὐ δι’ ἐπιθυμίαν ἄλογον ἄξῃ, νόμον
δὲ φύσεως ἐκπιμπλὰς ἀναγκαῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="250"><p>οὗ χάριν οὐχ ὑπερθήσομαι νυμφοστολεῖν <lb n="10"/>  ὡς τὸ ἐνδέον ἐμοὶ μέλλουσαν ἐκπληροῦν· καὶ εἴ γε ἀπαντήσειαν
αἱ περὶ σπορᾶς τέκνων εὐχαί, σὰ μὲν ἔσται τὰ γεννώμενα γνήσια, θέσει
δὲ πάντως ἐμά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="251"><p>πρὸς δὲ τὸ ἀνύποπτον τῆς ζηλοτυπίας ἐμήν, εἰ βούλει, θεράπαιναν ἀγαγοῦ, τὸ μὲν σῶμα δούλην, ἐλευθέραν δὲ καὶ εὐγενῆ τὴν
διάνοιαν, ἧς ἐκ πολλῶν χρόνων πεῖραν ἔλαβον καὶ βάσανον, ἀφ’ ἧς
<lb n="15"/> ἡμέρας τὸ πρῶτον εἰς τὴν ἐμὴν οἰκίαν ἤχθη, γένος μὲν Αἰγυπτίαν, τὴν
δὲ προαίρεσιν Ἑβραίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="252"><p>ἔστι μὲν ἡμῖν οὐσία πολλὴ καὶ ἄφθονος πλοῦτος, οὐχ ὡς μετοίκοις — ἤδη γὰρ τῶν αὐτοχθόνων τοὺς ἐν εὐτυχίαις λαμπραῖς
ὑπερβάλλομεν —, κληρονόμος δ’ οὐδεὶς ἀποδέδεικται καὶ διάδοχος,
καίτοι γε εἶναι δυνάμενος,
ἂν ταῖς ἐμαῖς παραινέσεσι πεισθῇς.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="253"><p>ὁ δὲ θαυμάσας τῆς γυναικὸς ἔτι μᾶλλον τὴν ἀεὶ καινουμένην φιλανδρίαν καὶ
νεάζουσαν καὶ τὸ περὶ τοῦ μέλλοντος ἐξεταστικὸν καὶ προμηθὲς ἄγεται
 τὴν ὑπ’ αὐτῆς δοκιμασθεῖσαν ἄχρι τοῦ παιδοποιήσασθαι,  <milestone unit="altpage2" n="p. 37 Μ."/> ὡς δ’ οἱ
σαφέστατα διηγούμενοί φασιν, ἄχρι τοῦ μόνον ἐγκύμονα γενέσθαι· γενομένης
δ’ οὐκ εἰς μακράν, ἀποσχέσθαι διά τε φυσικὴν ἐγκράτειαν καὶ
<lb n="25"/> τὴν τιμήν, ἣν ἀπένεμε τῇ γαμετῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="254"><p>γίνεται μὲν οὖν υἱὸς ἐκ τῆς
<note xml:lang="mul" type="footnote"><lb/>2 ἀπολειφθείη Κ ἤδη om. Κ
<lb/>3 ἀλλήλοις ἀλλήλους BE) εὐαρεστοῦντες ΒΕΚ: εὐαρεστοῦντες ἀλλήλοις ceteri
<lb/>4 τὴν ex τῆς corr. C
<lb/>5 οὐδ’ BEK: οὐδὲ ceteri γε om. Α post γε add. καὶ G
<lb/>6 παραπόλαβε P 
<lb/>8 ἄξῃ] ἕξη F1, ἕξεις F2, ἥξῃ G νόμου F1G
<lb/>9 ἐκπιμπλὰς CFM, ἐκπιπλὰς G: ἐμπιπλὰς ceteri
<lb/>10 ἐν ἐμοὶ E Arm ἀπαντηθεῖεν BE
<lb/>11 γενόμενα ΒΕΚ
<lb/>12 τὸ om. ΒΕΚ βούλῃ Ε
<lb/>13 ἀγαγοῦ ΒΕ: ἀγαγοῦ ceteri 
<lb/>14 ἐκ πολλῶν χρόνων BEK Arm: πολλῶ χρόνω ceteri
<lb/>15 ἤχθη BEK: εἰσήχθη ceteri γένος ΒΕΚ: γένει ceteri
<lb/>17 γὰρ BEK: post γὰρ add. καὶ ceteri 
<lb/>18 δ’ CBEK: δὲ ceteri
<lb/>19 γε BEK: om. ceteri ἄν BEK: ἐὰν ceteri 
<lb/>20 καινουμένην C: κινουμένην ceteri φιλανδρείαν HP 20.
<lb/>21 καὶ νεάζουσάν om. Arm
<lb/>21 τὸ om. Ε ἐξεταστικὸν] εἰκαστικὸν coni. Mang. τε καὶ C 
<lb/>22 παιδοποιήσεσθαι Mang.
<lb/>23 σαφέστατα BEK: τὰ σαφέστατα ceteri; ἀσφαλέστατα vel ἀληθέστατα coni. Mang. 23.
<lb/>24 γενομένης δ’] καὶ γενομένης BEK 
<lb/>25 τὴν om. BE ἀπένεμε BEKF; ἀπένειμε ceteri ante γίνεται add. καὶ Κ</note>  

<pb n="v.4.p.56"/>
θεραπαινίδος εὐθὺς τότε, γίνεται δὲ καὶ μακροῖς χρόνοις ὕστερον γνήσιος
ἀπεγνωκόσι τὴν ἐξ ἀλλήλων γένεσιν, ἆθλον καλοκἀγαθίας ἐλπίδος πάσης
τελειότερον τοῦ φιλοδώρου θεοῦ παρασχόντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="255"><p><milestone unit="altref" n="44"/> Τοσαῦτα μὲν ἀπόχρη δείγματα περὶ τῆς γυναικὸς εἰρῆσθαι,
πλείω δ’ ἐστὶν ἐγκώμια τοῦ σοφοῦ, ὧν ὀλίγῳ πρότερον ἔνια διεξῆλθον· <lb n="5"/>
λέξω δὲ καὶ τὸ περὶ τὴν τελευτὴν τῆς γυναικὸς οὐκ ἄξιον ἔργον ἡσυχασθῆναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="256"><p>τοιαύτην γὰρ ἀποβαλὼν κοινωνὸν τοῦ σύμπαντος βίου, οἵαν ἔδειξεν
ὁ λόγος καὶ μηνύουσιν οἱ χρησμοί, τῆς λύπης ἐπαποδυομένης ἤδη καὶ
κατὰ τῆς ψυχῆς κονιομένης ὥσπερ ἀθλητὴς ἐπεκράτησε ῥώσας καὶ
θαρσύνας εὖ μάλα τὸν ἀντίπαλον φύσει τῶν παθῶν λογισμόν, ᾧ συμβούλῳ <lb n="10"/>
παρὰ πάντα τὸν βίον χρώμενος τότε διαφερόντως ἠξίωσε πείθεσθαι
 τὰ βέλτιστα παραινοῦντι καὶ συμφέροντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="257"><p>ἦν δὲ ταυτί· μήτε πλέον
τοῦ μετρίου σφαδᾴζειν ὡς ἐπὶ καινοτάτῃ καὶ ἀγενήτῳ συμφορᾷ μήτε
ἀπαθείᾳ καθάπερ μηδενὸς ὀδυνηροῦ συμβεβηκότος χρῆσθαι, τὸ δὲ μέσον
πρὸ τῶν ἄκρων ἑλόμενον μετριοπαθεῖν πειρᾶσθαι, τῇ μὲν φύσει τὸ <lb n="15"/>
οἰκεῖον χρέος ἀπολαβούσῃ μὴ δυσχεραίνοντα, τὸ δὲ συμβεβηκὸς ἡσυχῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="258"><p>καὶ πρᾴως ἐπελαφρίζοντα. μαρτυρίαι δὲ τούτων ἐν ταῖς ἱεραῖς βίβλοις
κατάκεινται, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι, μηνύουσαι ὅτι βραχέα
τῷ σώματι ἐπιδακρύσας θᾶττον ἀπανέστη τοῦ νεκροῦ, τὸ πενθεῖν ἐπὶ
πλέον, ὡς ἔοικεν, ἀλλότριον ἡγησάμενος σοφίας, ὑφ’ ἧς ἀνεδιδάχθη τὸν <lb n="20"/>
θάνατον νομίζειν μὴ σβέσιν ψυχῆς, ἀλλὰ χωρισμὸν καὶ διάζευξιν ἀπὸ
σώματος, ὅθεν ἦλθεν ἀπιούσης· ἦλθε δέ, ὡς ἐν τῇ κοσμοποιίᾳ
 δεδήλωται, παρὰ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="259"><p>καθάπερ δὲ οὐδεὶς ἂν ἄχθοιτο τῶν μετρίων
χρέος ἢ παρακαταθήκην ἀποτίνων τῷ προεμένῳ, τὸν αὐτὸν τρόπον
<note xml:lang="mul" type="footnote"><lb/>1 θεραπαινίδος BEK: θεραπαίνης ceteri δέ om. G
<lb/>2 ἀπογνώσει Α
<lb/>3 τελειότερον om. BE
<lb/>6 δὲ] δὴ Η ν) τὸ] τὰ BEK
<lb/>8 καὶ alt. om. H1P 
<lb/>9 κονιομένης MHP: κονιουμένης ceteri ἐπεκράτησεν ἔρρωσας BE 10.
<lb/>11 συμβόλω G
<lb/>11 πείθεσθαι om. HP
<lb/>12 βέλτια (sic) HP ἦν—μετρίου (13) in lac. F μήτε] μηδὲν CG πλέον CBEK: πλεῖον ΜΑG, πλείω HP
<lb/>13 ἀγεννήτω AF, ἀγεννήτω Κ μήτ’ BEK
<lb/>14 ἀπαθῆ F
<lb/>15 πειρᾶσθαι BEK: πειραθῆναι ceteri τὴν ἐν φύσει F
<lb/>16 χρέως C, χρέος om. BEK ἀπολαβοῦσαν G δυσχεράναντα BEK
<lb/>17 πραέως BE μαρτυρία K, μαρτύρια CFG
<lb/>18 κατάκειται CFG, κατάκεινται om. BE μαρτυριῶν BE μηνύουσαι BEK Arm: αἲ μηνύουσιν ceteri
<lb/>19 τὸ] τοῦ G
<lb/>21 σβέσιν] σύνεσιν P
<lb/>22 ὅθεν δ’ ἦλθεν BE δ’ ΒΕΚF
<lb/>23 δ’ BEK, δὲ om. H1P ἀν’ ἄχθοιτο BEK Arm: ἀνάσχοιτο ceteri
<lb/>24 χρέος BEK Arm: ἡ χρέος ceteri ἀποτείνων AP, ἀποτιννύων CFG προεπομένω G</note> <note xml:lang="lat" type="footnote"><lb/>7 sqq. Gen. cap.
<lb/>23 22 de opificio mundi § 135</note>  

<pb n="v.4.p.57"/>
οὐδὲ τῆς φύσεως ἀπολαμβανούσης τὰ οἰκεῖα χαλεπαίνειν ᾤετο δεῖν, ἀλλὰ
τοῖς ἀναγκαίοις ἀσμενίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="260"><p>ὡς δ’ ἧκον οἱ ἐν τέλει τῶν κατὰ τὴν χώραν συναλγήσοντες, ἰδόντες οὐδὲν τῶν ἐν ἔθει παρ’ αὐτοῖς γινομένων ἐπὶ τοῖς
πενθοῦσιν, οὐκ ὀλόφυρσιν, οὐ θρῆνον, οὐ κοπετόν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν,
<lb n="5"/> ἀλλὰ τῆς συμπάσης οἰκίας εὐσταθῆ καὶ νηφάλιον κατήφειαν, ἐθαύμαζον
οὐ μετρίως καὶ τὸν ἄλλον βίον προκαταπεπληγμένοι τοῦ ἀνδρός.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>