<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:233-236</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:233-236</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="233"><p>συντείνων οὖν ἔσπευδε μηδὲν τάχους ἀνιείς, ἕως καιροφυλακήσας νυκτὸς ἐπιπίπτει
<lb n="15"/> τοῖς πολεμίοις δεδειπνοποιημένοις ἤδη καὶ πρὸς ὕπνον μέλλουσι τρέπεσθαι·
καὶ τοὺς μὲν ἐν εὐναῖς ἱέρευε, τοὺς δ’ ἀντιταχθέντας ἄρδην ἀνῄρει,
πάντων δ’ ἐρρωμένως ἐπεκράτει τῷ θαρραλέῳ τῆς ψυχῆς μᾶλλον ἢ
ταῖς παρασκευαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="234"><p>καὶ οὐ πρότερον ἀνῆκεν, ἕως τὴν μὲν ἀντίπαλον στρατιὰν βασιλεῦσιν αὐτοῖς ἡβηδὸν ἀνελὼν πρὸ τοῦ στρατοπέδου <lb n="20"/> κατεστόρεσε, τὸν δὲ ἀδελφιδοῦν ἀνήγαγε μετὰ λαμπρᾶς καὶ ἐπιφανεστάτης
νίκης ἅπασαν τὴν ἵππον καὶ τὴν τῶν ἄλλων πληθὺν ὑποζυγίων καὶ
λείαν ἀφθονωτάτην προσπαραλαβών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="235"><p>ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ] τὸν P; τὸ om. Arm ἀργαλεώτατον BEKHP εἰ om. Α
<lb/>4 τῶ CKHP: τὸ ceteri
<lb/>5 post ἠπόρει add. τε ΒΕΚ
<lb/>7 ἐν ἀπόροις BEK Arm: καὶ ἐν ἀπόροις ceteri
<lb/>8 ἐφίεται FGHP, ἐφίεται Κ, ἐφίηται ceteri
<lb/>9 ξυναγαγὼν Κ
<lb/>11 διανείμας ἑκατοντάρχας (om. εἰς) P τρισὶν ἐπιτάξεσιν BE
<lb/>13 τῶν δικαίων Arm
<lb/>14 ἐπέσπευδε CGMA τάχος Α καιροφυλακήσεως (sic) Κ 
<lb/>15 δεδειπνοποιημένοις BE: δεδειπνημένοις ceteri μέλλουσι τρέπεσθαι] τετραμμένοις Arm
<lb/>16 ἱερεύεται BEK
<lb/>17 τῷ om. G
<lb/>19 πρὸ om. M
<lb/>20 δ’ BE ἀνήγαγε BEK Arm: ἀνῆγε ceteri
<lb/>21 ἵππων Κ, ἱππικὴν BE
<lb/>22 παραλαβών HP ἱερεὺς BEK Arm: ἀρχιερεὺς ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>13 sqq. cf. loseph. Ant. lud. Ι 176 Ἀβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. (177) καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ’ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα . . . καὶ φθάσας, πρὶν ἐν ὅπλοις γενέσθαι, τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ’ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ’ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. Ἅβραμος δὲ διώκων εἵπετο . . . ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῆ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ . . .</note>  

<pb n="v.4.p.52"/>
μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς
ἰδίας δυνάμεως — οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε  —, καταπλαγεὶς
τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας
ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν
οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους <lb n="5"/>
τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’
οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ“ γὰρ κατὰ
τὴν παροιμίαν „τὰ φίλων“, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος
εὐαρεστεῖν θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="236"><p><milestone unit="altref" n="41"/> Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ <lb n="10"/>
ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ
σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι
τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου,
λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν,
 ὄσφρησιν, ἁφήν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>