<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:229-244</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:229-244</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="229"><p>οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι
δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι
καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην
κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον
ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ <lb n="20"/>
τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="230"><p><milestone unit="altref" n="40"/> τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς
διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνατολὰς CABE: ἀνατολαῖς ceteri τέσσαρες BEK
<lb/>2 τὰ ἑῷα BEK: τά τε ἑῷα ceteri τ’ Κ ἐντὸς καὶ ἐκτὸς traasp. FGH
<lb/>4 ἐκφέροντα F 
<lb/>5 δ’ BEK παραλύειν] παρέλκειν CFG
<lb/>8 ἔνδενδρον HP καὶ καρπῶν CFBEK Arm: καὶ om. ceteri περίπλεων C2EK: περίπλεω ceteri
<lb/>9 παρέσχεν BEK: παρεῖχεν ceteri
<lb/>10 ἔσχεν ΒΕΚ: εἶχεν ceteri ἔσχεν ἐραστὰς transp. Κ 
<lb/>11 τῶν ἄλλων χρόνων ABE
<lb/>12 ὕπαρχοι τιμῶντες] ὑπερτιμῶντες BE 
<lb/>13 δ’ BEK
<lb/>14 ἐγέννησαν CFG πλέον BEK: πλείω ceteri
<lb/>15 τοῖς om. CFG, τοῖς ἑαυτῶν om. Arm
<lb/>16 οἱ δὲ] οἱ δ’ ἐναντίοι BEK αὐτῶν CFGMA
<lb/>17 ἐπῄεσαν Arm αὐτοβοΐ E
<lb/>18 εἰς σφαγὴν P ἐσκέδασαν F δ’ BEK
<lb/>19 κτείνοντες BEK: κτείναντες ceteri κἰχμαλώτων BEK: αἰχμάλωτον ceteri
<lb/>20 ἀγαγόντες BEK: ἀναγαγόντες ceteri; ἀπαγαγόντες coni. Mang. διανέμονται F, δι’ ἧς ἐνέμοντο BE προσάγουσι BE
<lb/>21 τὸν ἀδελφιδοῦν τοῦ σοφοῦ transp. BEK τῆς πόλεως F
<lb/>22 τῶν om. Arm τῆς om. CFG ῥοπῆς Α
<lb/>23 διασωθέντος CGMA Arm, διασωθέντος Η οὐκέτι HP οὐκ ἐνηρέμει CG, οὐκ ἠρέμει F διὰ τοῦτο om. Arm 23. 51,1 συγκεχυμένως Α</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. Gen. cap. 14</note>  

<pb n="v.4.p.51"/>
συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο·
τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων
καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα
τοῖς ζῶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="231"><p>διώκειν δ’ εὐτρεπιζόμενος ἐπὶ τῷ ῥύσασθαι τὸν <lb n="5"/> ἀδελφιδοῦν ἠπόρει συμμάχων, ἅτε ξένος ὢν καὶ μέτοικος καὶ μηδενὸς
τολμῶντος ἀμάχοις δυνάμεσι τοσούτων βασιλέων καὶ ἄρτι νενικηκότων
ἐναντιοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="232"><p>καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν — πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —·
συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι
<lb n="10"/> καταμένειν — ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν — τοὺς οἰκότριβας καταλέγει
καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις
πεποιθώς — πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —, ἀλλὰ
 τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ  <milestone unit="altpage2" n="p. 34 Μ."/> δικαίου θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="233"><p>συντείνων οὖν ἔσπευδε μηδὲν τάχους ἀνιείς, ἕως καιροφυλακήσας νυκτὸς ἐπιπίπτει
<lb n="15"/> τοῖς πολεμίοις δεδειπνοποιημένοις ἤδη καὶ πρὸς ὕπνον μέλλουσι τρέπεσθαι·
καὶ τοὺς μὲν ἐν εὐναῖς ἱέρευε, τοὺς δ’ ἀντιταχθέντας ἄρδην ἀνῄρει,
πάντων δ’ ἐρρωμένως ἐπεκράτει τῷ θαρραλέῳ τῆς ψυχῆς μᾶλλον ἢ
ταῖς παρασκευαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="234"><p>καὶ οὐ πρότερον ἀνῆκεν, ἕως τὴν μὲν ἀντίπαλον στρατιὰν βασιλεῦσιν αὐτοῖς ἡβηδὸν ἀνελὼν πρὸ τοῦ στρατοπέδου <lb n="20"/> κατεστόρεσε, τὸν δὲ ἀδελφιδοῦν ἀνήγαγε μετὰ λαμπρᾶς καὶ ἐπιφανεστάτης
νίκης ἅπασαν τὴν ἵππον καὶ τὴν τῶν ἄλλων πληθὺν ὑποζυγίων καὶ
λείαν ἀφθονωτάτην προσπαραλαβών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="235"><p>ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ] τὸν P; τὸ om. Arm ἀργαλεώτατον BEKHP εἰ om. Α
<lb/>4 τῶ CKHP: τὸ ceteri
<lb/>5 post ἠπόρει add. τε ΒΕΚ
<lb/>7 ἐν ἀπόροις BEK Arm: καὶ ἐν ἀπόροις ceteri
<lb/>8 ἐφίεται FGHP, ἐφίεται Κ, ἐφίηται ceteri
<lb/>9 ξυναγαγὼν Κ
<lb/>11 διανείμας ἑκατοντάρχας (om. εἰς) P τρισὶν ἐπιτάξεσιν BE
<lb/>13 τῶν δικαίων Arm
<lb/>14 ἐπέσπευδε CGMA τάχος Α καιροφυλακήσεως (sic) Κ 
<lb/>15 δεδειπνοποιημένοις BE: δεδειπνημένοις ceteri μέλλουσι τρέπεσθαι] τετραμμένοις Arm
<lb/>16 ἱερεύεται BEK
<lb/>17 τῷ om. G
<lb/>19 πρὸ om. M
<lb/>20 δ’ BE ἀνήγαγε BEK Arm: ἀνῆγε ceteri
<lb/>21 ἵππων Κ, ἱππικὴν BE
<lb/>22 παραλαβών HP ἱερεὺς BEK Arm: ἀρχιερεὺς ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>13 sqq. cf. loseph. Ant. lud. Ι 176 Ἀβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. (177) καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ’ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα . . . καὶ φθάσας, πρὶν ἐν ὅπλοις γενέσθαι, τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ’ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ’ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. Ἅβραμος δὲ διώκων εἵπετο . . . ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῆ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ . . .</note>  

<pb n="v.4.p.52"/>
μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς
ἰδίας δυνάμεως — οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε  —, καταπλαγεὶς
τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας
ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν
οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους <lb n="5"/>
τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’
οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ“ γὰρ κατὰ
τὴν παροιμίαν „τὰ φίλων“, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος
εὐαρεστεῖν θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="236"><p><milestone unit="altref" n="41"/> Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ <lb n="10"/>
ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ
σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι
τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου,
λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν,
 ὄσφρησιν, ἁφήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="237"><p>τρόπον γάρ τινα βασιλεύουσι καὶ ἄρχουσιν ἡμῶν <lb n="15"/>
ἀνημμέναι τὸ κράτος, ἀλλ’ οὐχ ὁμοίως· ὑπήκοοι γὰρ αἱ πέντε τῶν
τεττάρων εἰσὶ καὶ φόρους αὐταῖς καὶ δασμοὺς ἀναγκαίους φέρουσιν ὑπὸ
 φύσεως ὁρισθέντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="238"><p>ἐξ ὧν γὰρ ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ ὀσφρανθῶμεν
ἢ γευσώμεθα ἢ ἁψώμεθα, λῦπαι καὶ ἡδοναὶ καὶ φόβοι καὶ ἐπιθυμίαι
συνίστανται, μηδενὸς τῶν παθῶν καθ’ αὑτὸ σθένοντος, εἰ μὴ ἐχορηγεῖτο <lb n="20"/>
 ταῖς διὰ τῶν αἰσθήσεων παρασκευαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="239"><p>αὗται γὰρ ἐκείνων δυνάμεις
εἰσίν, ἢ διὰ χρωμάτων καὶ σχημάτων ἢ διὰ φωνῆς τῆς ἐν τῷ λέγειν
ἢ ἀκούειν ἢ διὰ χυλῶν ἢ δι’ ἀτμῶν ἢ τῶν ἐν ἁπτοῖς, ἃ μαλακὰ καὶ
σκληρὰ ἢ τραχέα <milestone unit="altpage1" n="p. 35 Μ."/>  καὶ λεῖα ἢ θερμὰ καὶ ψυχρά· ταῦτα γὰρ πάντα
<note xml:lang="mul" type="footnote"><lb/>1 σῴου] σώας Η
<lb/>4 κατορθώθη FH1, κατορθωθείη rjEK τὸν riErv: om. ceteri
<lb/>5 ἐπινίκια BEK: τὰ ἐπινίκια ceteri
<lb/>6 εἱστία] εἴη V συνηδόμενος] γηθόμενος F ὡς om. F ἐπὶ Κ, ἐπὶ τῶ F
<lb/>7 οἰκειοτάτω ΒΕΚ ante κοινὰ add. postea εἰ Β
<lb/>8 τὰ pr. oin. F1HP τῶν φίλων AFHP δὲ om. BEK πλέονα C, πλείονα FG ἓν τέλος Mang.: ἐντελὲς codd., ἐπιμελὲς Arm
<lb/>10 δ’ BEK
<lb/>11 θεωρεῖν τὰ πράγματα BEK: τὰ πράγματα θεωρεῖν transp. ceteri οἱ om. Arm
<lb/>12 σώματι ζῶντες] ὄμμασιν ὁρῶντες coni. Mang. τοὺς μὲν om. BEK τέσσαρας AFGHP 
<lb/>13 τεσσάρων G, τεττάρων om. BEK
<lb/>14 τοὺς] τὰς BEK 14.
<lb/>15 γεῦσιν, ὄσφρησιν BEK Arm: ὄσφρησιν, γεῦσιν ceteri
<lb/>15 ἁφήν BEK: καὶ ἁφήν ceteri ἡμῖν BE
<lb/>17 τεσσάρων BEK αὐταῖς] αὖθις CFG ἀναγκαίως MAF Arm: ἀναγκαίως CGHP, om. BEK
<lb/>18 ὁρισθέντας om. BEK
<lb/>19 ἡ ἁψώμεθα ἢ γευσώμεθα transp. H
<lb/>20 συγγίνονται Κ
<lb/>21 δι’ αὐτῶν Α
<lb/>23 χυλῶν] χυμῶν Mang. δι’ ἀτμῶν BEIC Arm: δι’ om. ceteri ἢ τῶν ΒΕΚ: ἢ om. ceteri τῶν om. F τῶν ἐν ἁπτοῖς om. Arm ἁπλοῖς ΒΕΚ ἅ] διὰ Arm 
<lb/>24 λεῖα ἡ] ἀειδῆ BE ταῦτα γὰρ πάντα BEK: πάντα γὰρ ταῦτα transp. ceteri</note>  

<pb n="v.4.p.53"/>
διὰ τῶν αἰσθήσεων ἑκάστῳ τῶν παθῶν χορηγεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="240"><p>καὶ μέχρι μὲν οἱ λεχθέντες ἀποδίδονται φόροι, μένει τοῖς βασιλεῦσιν ἡ ὁμαιχμία, ὅταν
δὲ μηκέθ’ ὁμοίως συντελῶνται, στάσεις εὐθὺς καὶ πόλεμοι συνίστανται·
τοῦτο δὲ συμβαίνειν ἔοικεν, ὅταν ἀφικνῆται τὸ ἐπώδυνον γῆρας, ἐν ᾧ
<lb n="5"/> τῶν μὲν παθῶν ἀσθενέστερον οὐδὲν γίνεται, τάχα δὲ καὶ τῆς παλαιᾶς
δυνάμεως κραταιότερον, ἀμυδραὶ δὲ ὄψεις καὶ ὦτα δυσήκοα καὶ ἑκάστη
τῶν ἄλλων αἰσθήσεων ἀμβλυτέρα, μηκέθ’ ὁμοίως ἕκαστα ἀκριβοῦν καὶ
δικάζειν δυναμένη μηδ’ ἴσα τῷ πλήθει ὑποτελεῖν· εἰκότως οὖν ἐξασθενήσασαι
πάντα τρόπον καὶ κλιθεῖσαι δι’ αὑτῶν ὑπὸ τῶν ἀντιπάλων
<lb n="10"/> παθῶν ῥᾳδίως ἀνατρέπονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="241"><p>φυσικώτατα δὲ ἐκεῖνο εἴρηται, ὅτι τῶν πέντε βασιλέων δύο μὲν εἰς φρέατα ἐμπίπτουσι, τρεῖς δὲ πρὸς φυγὴν
ὥρμησαν (Gen. 14, 10)· ἁφὴ μὲν γὰρ καὶ γεῦσις ἄχρι τῶν τοῦ σώματος
βαθυτάτων ἀφικνοῦνται σπλάγχνοις παραπέμπουσαι τὰ οἰκεῖα πρὸς
διοίκησιν, ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ ὄσφρησις ἔξω τὰ πολλὰ βαίνουσαι
<lb n="15"/> ἀποδιδράσκουσι τὴν δουλείαν τοῦ σώματος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="242"><p>οἷς ἅπασιν ἐφεδρεύων ὁ ἀστεῖος, ἐπειδὴ κατεῖδε τὰ σύμμαχα καὶ φίλα πρὸ μικροῦ νοσοῦντα καὶ
πόλεμον ἀντ’ εἰρήνης ταῖς ἐννέα βασιλείαις γενόμενον, πρὸς τὰς πέντε
τῶν τεττάρων περὶ κράτους ἀρχῆς ἁμιλλωμένων, ἐξαπιναίως καιροφυλακήσας
ἐπιτίθεται, φιλοτιμούμενος δημοκρατίαν, τὴν ἀρίστην τῶν πολιτειῶν,
<lb n="20"/> ἀντὶ τυραννίδων καὶ δυναστειῶν ἐν τῇ ψυχῇ καταστήσασθαι καὶ τὸ
ἔννομον καὶ τὸ δίκαιον ἀντὶ παρανομίας καὶ ἀδικίας, αἳ τέως ἐπεκράτουν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="243"><p>ἔστι δ’ οὐ πλάσμα μύθου τὸ λεχθέν, ἀλλὰ πρᾶγμα τῶν ἀψευδεστάτων ἐν ἡμῖν αὐτοῖς θεωρούμενον· πολλάκις μὲν γὰρ ὁμόνοιαν τὴν πρὸς τὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 πόροι FG
<lb/>3 συντελοῦνται H1P; ἴσα τελῶνται coni. Mang.
<lb/>4 ἀφίκηται BE γέρας H1P
<lb/>6 δὲ BEK: δέ τε HP2 (Mang.), τε ceteri
<lb/>7 ἀμβλυωτέρα MAG ἕκαστα ἀκριβοῦν BEK: ἀκριβοῦν ἕκαστα ceteri 7.
<lb/>8 καὶ δικάζειν om. Arm 
<lb/>8 δικάζειν BEKP mg. H: εἰκάζειν ceteri μηδ’ ἴσα] μηδ’ εἰς ἃ CG, μηδεὶς ἁ F τῷ πλήθει] αὐτῶ πλήθη Α; τῷ πάθει vel τοῖς πάθεσι coni. Mang. ὑποτελεῖν] ὑπετίθετο CFGA 8.
<lb/>9 συνεξασθενήσασαι BE Arm, συνεξασθενήσασα Κ
<lb/>9 κλιθεῖσα K, κλεισθεῖσαι CFGA αὑτῶν H: αὐτῶν ceteri ὑπὸ BE Arm: καὶ ὑπὸ ceteri 
<lb/>10 ἀνατρέπονται ῥαδίως transp. C, ῥᾳδίως om. Arm φυσικώταται BE (sed ι eras. Β) τῶν—τρεῖς (11) om. BE
<lb/>11 φρέατα KHP: τὰ φρέατα ceteri δὲ] δὴ BE
<lb/>13 παρεμπεσοῦσαι CFG
<lb/>14 βαίνουσιν HP, μένουσαι F 
<lb/>15 post ἀποδιδράσκουσι add. δὲ HP
<lb/>16 τὸν σύμμαχον καὶ φίλον P νοσοῦντα] οὐχ ὁμονοοῦντα coni. Mang.
<lb/>17 ἀντ’ ΒΕΚ: ἀντὶ ceteri
<lb/>18 τεσσάρων ΒΕΚ 
<lb/>19 φιλοτιμούμενος om. F τὴν—δυναστειῶν (20) ora. BE
<lb/>20 ἐν τῆ ψυχῇ post φιλοτιμούμενος (19) transp. Κ καταστήσασθαι post πολιτειῶν (19) transp. Κ 
<lb/>21 εὔνομον BE καὶ pr. om. G τὸ om. ΒΚ αἲ τέως ἐπεκράτουν] ὡς ἐπικρατοῦν FG, ἐπικρατοῦν C
<lb/>22 πραγμάτων ἀψευδέστατον BE Arm 
<lb/>23 τὴν om. CA</note>  

<pb n="v.4.p.54"/>
πάθη διατηροῦσιν αἱ αἰσθήσεις χορηγοῦσαι τὰ αἰσθητὰ αὐτοῖς, πολλάκις
δὲ καὶ στασιάζουσι μηκέτ’ ἀξιοῦσαι τὰ ἴσα τελεῖν ἢ μὴ δυνάμεναι διὰ
τὸ παρεῖναι τὸν σωφρονιστὴν λόγον· ὃς ἐπειδὰν ἀναλάβῃ τὴν αὑτοῦ
παντευχίαν, τὰς ἀρετὰς καὶ τὰ τούτων δόγματα καὶ θεωρήματα, δύναμιν
ἀνανταγώνιστον, ἐρρωμενέστατα κρατεῖ· φθαρτὰ γὰρ ἀφθάρτῳ συνοικεῖν <lb n="5"/>
 οὐ θέμις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="244"><p>αἱ μὲν οὖν ἐννέα δυναστεῖαι τεττάρων παθῶν καὶ πέντε
αἰσθήσεων φθαρταί τε καὶ φθορᾶς αἴτιαι, ὁ δ’ ὁρμητηρίῳ χρώμενος
ταῖς ἀρεταῖς λόγος ἱερὸς καὶ θεῖος ὄντως, ἐν ἀριθμῷ ταττόμενος δεκάδι
τῇ παντελείᾳ, πρὸς ἅμιλλαν ἐλθών, ἐρρωμενεστέρᾳ δυνάμει τῇ κατὰ θεὸν
χρώμενος ἀνὰ κράτος νικᾷ τὰς εἰρημένας δυναστείας.</p><lb n="10"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>