<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:221-240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:221-240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="221"><p>προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ
στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν
δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν
<lb n="5"/> γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="222"><p>γίνεται οὖν φυσική τις αὐτοῖς ἡ διαμάχη μηδὲν ἐγνωκόσι τῶν αὐτῶν, ἀλλ’ ἀπᾴδουσι
καὶ διαφερομένοις ἀεὶ περὶ πράγματος συνεκτικωτάτου τῶν ἐν βίῳ,
τοῦτο δ’ ἐστὶν ἡ κρίσις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="223"><p>ἄχρι μὲν οὖν τινος ἐπολεμεῖτο ἡ ψυχὴ καὶ τὴν στάσιν ταύτην ἐχώρει μήπω κεκαθαρμένη
<lb n="10"/> παντελῶς, ἀλλ’ ἔτι τῶν παθῶν καὶ νοσημάτων παρευημερούντων
τοὺς ὑγιαίνοντας λόγους· ἀφ’ οὗ δὲ ἤρξατο δυνατωτέρα γίνεσθαι καὶ
ῥώμῃ κραταιοτέρᾳ τὸν ἐπιτειχισμὸν τῶν ἐναντίων δοξῶν καθαιρεῖν,
πτερυξαμένη καὶ φρονήματος ὑποπλησθεῖσα τὸν τὰς ἐκτὸς ὕλας τεθαυμακότα
τρόπον ἐν αὑτῇ διατειχίζει καὶ διαζεύγνυσι καὶ ὡς ἀνθρώπῳ
<lb n="15"/> διαλεγομένη φησίν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="224"><p>ἀμήχανον ὁμοδίαιτον εἶναί σε καὶ ὁμόσπονδον ἐραστῇ σοφίας καὶ ἀρετῆς, ἴθι δὴ καὶ μετοικισάμενος μακρὰν ἀποζεύχθητι,
μηδεμίαν ἔχων κοινωνίαν, ἀλλὰ μηδὲ σχεῖν δυνάμενος· ὅσα
γὰρ ὑπολαμβάνεις εἶναι δεξιά, ταῦτ’ οἴεται ἐκεῖνος εὐώνυμα, καὶ ὅσα
τοὐναντίον σκαιά, ταῦτα παρ’ ἐκείνῳ νενόμισται δεξιά.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="225"><p><milestone unit="altref" n="39"/> Οὐ τοίνυν εἰρηνικὸς καὶ φιλοδίκαιος αὐτὸ μόνον ἦν ὁ ἀστεῖος, ἀλλὰ καὶ ἀνδρεῖος καὶ πολεμικός· οὐχ ἕνεκα τοῦ πολεμεῖν — οὐ γὰρ
δύσερις ἦν καὶ φιλόνεικος —, ἀλλ’ ὑπὲρ βεβαίου τῆς πρὸς τὸ μέλλον εἰρήνης,
 ἣν οἱ ἀντίπαλοι καθῄρουν.  <milestone unit="altpage2" n="p. 33 Μ."/> σαφεστάτη δὲ πίστις τὰ πραχθέντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="226"><p>τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 προστάται δὲ καὶ ἐπιμεληταὶ om. BEK (fort. recte)
<lb/>3 ἀγαπῶντες FH 
<lb/>5 ἀλλὰ—νόθων om. F
<lb/>6 γοῦν BEK αὐτοῖς om. BE ἡ διαμάχη] ἰδία μάχη Α μὴ διεγνωκόσι Η2 (Turn.) τὰ αὐτῶν H2 τὰ αὑτῶν Turn.) 6.
<lb/>7 ἀλλ’ ἀπᾴδουσι] ἀλλὰ σπουδάζουσι CFGA
<lb/>7 διαφθειρομένοις F1 ἀεὶ] αὐτοῖς BE περὶ] διὰ CFG
<lb/>8 τοῦτο δ’ ἐστὶν om. FG τοῦτο—κρίσις] ὃ κρίσις ἐστὶν C ἡ om. F
<lb/>9 σύστασιν HP
<lb/>11 post λόγους add. ἐταράττετο CFGA δ’ BEK
<lb/>12 ῥώμῃ] γνώμη BEK καθαίρειν MAFG ἃς 
<lb/>13 ὕλης Κ
<lb/>14 αὐτὴ codd. διαζεύγνυσι BEK: διαζευγνύει ceteri 1.0 φασίν Α σε] τε G
<lb/>16 ἐραστῆ ΒΕΗ2 Arm: ἐραστὴν Κ, ἐραστὴν F2, ἐραστὴς F1G, ἐρᾶς τῆς CMAH1P δὴ] δὲ F1G μετοικησάμενος P
<lb/>18 ὑπολαμβάνης C ταῦτ᾿—δεξιά (19) om. F ταῦτα HP οἴετ’ C, οἴεται om. in lac. Α, ἐκεῖνος ὀίεται transp. P
<lb/>19 σκιά BEK: ἀριστερά ceteri ἐκείνων Α
<lb/>20 αὐτῶ Η2 (Turn.), ἑαυτῶ BE ὁ om. F
<lb/>21 ante πολεμικὸς add. ἐνταῦθα ἦν BE, οὗπερ ἐχρῆν Arm ἕνεκεν BE
<lb/>22 ἢν Mang: ὢν HP, om. ceteri</note>  

<pb n="v.4.p.50"/>
πρὸς ἀνατολὰς μοῖραν τῆς οἰκουμένης τέτταρες μεγάλοι βασιλεῖς εἰλήχεσαν,
οἷς ὑπήκουεν ἔθνη τὰ ἑῷα, τά τε ἐκτὸς καὶ ἐντὸς Εὐφράτου. τὰ
μὲν οὖν ἄλλα διέμενεν ἀστασίαστα πειθαρχοῦντα τοῖς τῶν βασιλέων ἐπιτάγμασι
καὶ τοὺς ἐτησίους δασμοὺς ἀπροφασίστως εἰσφέροντα· μόνη
δὲ ἡ Σοδομιτῶν χώρα, πρὶν καταφλεχθῆναι, παραλύειν ἤρξατο τὴν <lb n="5"/>
 εἰρήνην ἀπόστασιν ἐκ πολλοῦ διανοουμένη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="227"><p>πάνυ γὰρ οὔσης εὐδαίμονος
πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν
μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ
γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ
 πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="228"><p>οὗτοι <lb n="10"/>
τὸν ἄλλον χρόνον τοὺς ἐπιταχθέντας φόρους ἀπεδίδοσαν τοῖς ἐκλογεῦσι
τῶν χρημάτων, τοὺς δυνατωτέρους ὧν ἦσαν ὕπαρχοι τιμῶντες ἅμα καὶ
δεδιότες· ἐπεὶ δὲ ἐκορέσθησαν ἀγαθῶν καί, ὅπερ φιλεῖ, κόρος ὕβριν
ἐγέννησε, πλέον τῆς δυνάμεως φρονήσαντες ἀπαυχενίζουσι τὸ πρῶτον, εἶθ’
οἷα κακοὶ δοῦλοι δεσπόταις τοῖς ἑαυτῶν ἐπιτίθενται στάσει πιστεύσαντες <lb n="15"/>
 ἢ ῥώμῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="229"><p>οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι
δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι
καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην
κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον
ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ <lb n="20"/>
τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="230"><p><milestone unit="altref" n="40"/> τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς
διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνατολὰς CABE: ἀνατολαῖς ceteri τέσσαρες BEK
<lb/>2 τὰ ἑῷα BEK: τά τε ἑῷα ceteri τ’ Κ ἐντὸς καὶ ἐκτὸς traasp. FGH
<lb/>4 ἐκφέροντα F 
<lb/>5 δ’ BEK παραλύειν] παρέλκειν CFG
<lb/>8 ἔνδενδρον HP καὶ καρπῶν CFBEK Arm: καὶ om. ceteri περίπλεων C2EK: περίπλεω ceteri
<lb/>9 παρέσχεν BEK: παρεῖχεν ceteri
<lb/>10 ἔσχεν ΒΕΚ: εἶχεν ceteri ἔσχεν ἐραστὰς transp. Κ 
<lb/>11 τῶν ἄλλων χρόνων ABE
<lb/>12 ὕπαρχοι τιμῶντες] ὑπερτιμῶντες BE 
<lb/>13 δ’ BEK
<lb/>14 ἐγέννησαν CFG πλέον BEK: πλείω ceteri
<lb/>15 τοῖς om. CFG, τοῖς ἑαυτῶν om. Arm
<lb/>16 οἱ δὲ] οἱ δ’ ἐναντίοι BEK αὐτῶν CFGMA
<lb/>17 ἐπῄεσαν Arm αὐτοβοΐ E
<lb/>18 εἰς σφαγὴν P ἐσκέδασαν F δ’ BEK
<lb/>19 κτείνοντες BEK: κτείναντες ceteri κἰχμαλώτων BEK: αἰχμάλωτον ceteri
<lb/>20 ἀγαγόντες BEK: ἀναγαγόντες ceteri; ἀπαγαγόντες coni. Mang. διανέμονται F, δι’ ἧς ἐνέμοντο BE προσάγουσι BE
<lb/>21 τὸν ἀδελφιδοῦν τοῦ σοφοῦ transp. BEK τῆς πόλεως F
<lb/>22 τῶν om. Arm τῆς om. CFG ῥοπῆς Α
<lb/>23 διασωθέντος CGMA Arm, διασωθέντος Η οὐκέτι HP οὐκ ἐνηρέμει CG, οὐκ ἠρέμει F διὰ τοῦτο om. Arm 23. 51,1 συγκεχυμένως Α</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. Gen. cap. 14</note>  

<pb n="v.4.p.51"/>
συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο·
τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων
καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα
τοῖς ζῶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="231"><p>διώκειν δ’ εὐτρεπιζόμενος ἐπὶ τῷ ῥύσασθαι τὸν <lb n="5"/> ἀδελφιδοῦν ἠπόρει συμμάχων, ἅτε ξένος ὢν καὶ μέτοικος καὶ μηδενὸς
τολμῶντος ἀμάχοις δυνάμεσι τοσούτων βασιλέων καὶ ἄρτι νενικηκότων
ἐναντιοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="232"><p>καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν — πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —·
συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι
<lb n="10"/> καταμένειν — ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν — τοὺς οἰκότριβας καταλέγει
καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις
πεποιθώς — πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —, ἀλλὰ
 τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ  <milestone unit="altpage2" n="p. 34 Μ."/> δικαίου θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="233"><p>συντείνων οὖν ἔσπευδε μηδὲν τάχους ἀνιείς, ἕως καιροφυλακήσας νυκτὸς ἐπιπίπτει
<lb n="15"/> τοῖς πολεμίοις δεδειπνοποιημένοις ἤδη καὶ πρὸς ὕπνον μέλλουσι τρέπεσθαι·
καὶ τοὺς μὲν ἐν εὐναῖς ἱέρευε, τοὺς δ’ ἀντιταχθέντας ἄρδην ἀνῄρει,
πάντων δ’ ἐρρωμένως ἐπεκράτει τῷ θαρραλέῳ τῆς ψυχῆς μᾶλλον ἢ
ταῖς παρασκευαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="234"><p>καὶ οὐ πρότερον ἀνῆκεν, ἕως τὴν μὲν ἀντίπαλον στρατιὰν βασιλεῦσιν αὐτοῖς ἡβηδὸν ἀνελὼν πρὸ τοῦ στρατοπέδου <lb n="20"/> κατεστόρεσε, τὸν δὲ ἀδελφιδοῦν ἀνήγαγε μετὰ λαμπρᾶς καὶ ἐπιφανεστάτης
νίκης ἅπασαν τὴν ἵππον καὶ τὴν τῶν ἄλλων πληθὺν ὑποζυγίων καὶ
λείαν ἀφθονωτάτην προσπαραλαβών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="235"><p>ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ] τὸν P; τὸ om. Arm ἀργαλεώτατον BEKHP εἰ om. Α
<lb/>4 τῶ CKHP: τὸ ceteri
<lb/>5 post ἠπόρει add. τε ΒΕΚ
<lb/>7 ἐν ἀπόροις BEK Arm: καὶ ἐν ἀπόροις ceteri
<lb/>8 ἐφίεται FGHP, ἐφίεται Κ, ἐφίηται ceteri
<lb/>9 ξυναγαγὼν Κ
<lb/>11 διανείμας ἑκατοντάρχας (om. εἰς) P τρισὶν ἐπιτάξεσιν BE
<lb/>13 τῶν δικαίων Arm
<lb/>14 ἐπέσπευδε CGMA τάχος Α καιροφυλακήσεως (sic) Κ 
<lb/>15 δεδειπνοποιημένοις BE: δεδειπνημένοις ceteri μέλλουσι τρέπεσθαι] τετραμμένοις Arm
<lb/>16 ἱερεύεται BEK
<lb/>17 τῷ om. G
<lb/>19 πρὸ om. M
<lb/>20 δ’ BE ἀνήγαγε BEK Arm: ἀνῆγε ceteri
<lb/>21 ἵππων Κ, ἱππικὴν BE
<lb/>22 παραλαβών HP ἱερεὺς BEK Arm: ἀρχιερεὺς ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>13 sqq. cf. loseph. Ant. lud. Ι 176 Ἀβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. (177) καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ’ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα . . . καὶ φθάσας, πρὶν ἐν ὅπλοις γενέσθαι, τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ’ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ’ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. Ἅβραμος δὲ διώκων εἵπετο . . . ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῆ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ . . .</note>  

<pb n="v.4.p.52"/>
μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς
ἰδίας δυνάμεως — οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε  —, καταπλαγεὶς
τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας
ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν
οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους <lb n="5"/>
τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’
οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ“ γὰρ κατὰ
τὴν παροιμίαν „τὰ φίλων“, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος
εὐαρεστεῖν θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="236"><p><milestone unit="altref" n="41"/> Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ <lb n="10"/>
ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ
σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι
τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου,
λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν,
 ὄσφρησιν, ἁφήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="237"><p>τρόπον γάρ τινα βασιλεύουσι καὶ ἄρχουσιν ἡμῶν <lb n="15"/>
ἀνημμέναι τὸ κράτος, ἀλλ’ οὐχ ὁμοίως· ὑπήκοοι γὰρ αἱ πέντε τῶν
τεττάρων εἰσὶ καὶ φόρους αὐταῖς καὶ δασμοὺς ἀναγκαίους φέρουσιν ὑπὸ
 φύσεως ὁρισθέντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="238"><p>ἐξ ὧν γὰρ ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ ὀσφρανθῶμεν
ἢ γευσώμεθα ἢ ἁψώμεθα, λῦπαι καὶ ἡδοναὶ καὶ φόβοι καὶ ἐπιθυμίαι
συνίστανται, μηδενὸς τῶν παθῶν καθ’ αὑτὸ σθένοντος, εἰ μὴ ἐχορηγεῖτο <lb n="20"/>
 ταῖς διὰ τῶν αἰσθήσεων παρασκευαῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="239"><p>αὗται γὰρ ἐκείνων δυνάμεις
εἰσίν, ἢ διὰ χρωμάτων καὶ σχημάτων ἢ διὰ φωνῆς τῆς ἐν τῷ λέγειν
ἢ ἀκούειν ἢ διὰ χυλῶν ἢ δι’ ἀτμῶν ἢ τῶν ἐν ἁπτοῖς, ἃ μαλακὰ καὶ
σκληρὰ ἢ τραχέα <milestone unit="altpage1" n="p. 35 Μ."/>  καὶ λεῖα ἢ θερμὰ καὶ ψυχρά· ταῦτα γὰρ πάντα
<note xml:lang="mul" type="footnote"><lb/>1 σῴου] σώας Η
<lb/>4 κατορθώθη FH1, κατορθωθείη rjEK τὸν riErv: om. ceteri
<lb/>5 ἐπινίκια BEK: τὰ ἐπινίκια ceteri
<lb/>6 εἱστία] εἴη V συνηδόμενος] γηθόμενος F ὡς om. F ἐπὶ Κ, ἐπὶ τῶ F
<lb/>7 οἰκειοτάτω ΒΕΚ ante κοινὰ add. postea εἰ Β
<lb/>8 τὰ pr. oin. F1HP τῶν φίλων AFHP δὲ om. BEK πλέονα C, πλείονα FG ἓν τέλος Mang.: ἐντελὲς codd., ἐπιμελὲς Arm
<lb/>10 δ’ BEK
<lb/>11 θεωρεῖν τὰ πράγματα BEK: τὰ πράγματα θεωρεῖν transp. ceteri οἱ om. Arm
<lb/>12 σώματι ζῶντες] ὄμμασιν ὁρῶντες coni. Mang. τοὺς μὲν om. BEK τέσσαρας AFGHP 
<lb/>13 τεσσάρων G, τεττάρων om. BEK
<lb/>14 τοὺς] τὰς BEK 14.
<lb/>15 γεῦσιν, ὄσφρησιν BEK Arm: ὄσφρησιν, γεῦσιν ceteri
<lb/>15 ἁφήν BEK: καὶ ἁφήν ceteri ἡμῖν BE
<lb/>17 τεσσάρων BEK αὐταῖς] αὖθις CFG ἀναγκαίως MAF Arm: ἀναγκαίως CGHP, om. BEK
<lb/>18 ὁρισθέντας om. BEK
<lb/>19 ἡ ἁψώμεθα ἢ γευσώμεθα transp. H
<lb/>20 συγγίνονται Κ
<lb/>21 δι’ αὐτῶν Α
<lb/>23 χυλῶν] χυμῶν Mang. δι’ ἀτμῶν BEIC Arm: δι’ om. ceteri ἢ τῶν ΒΕΚ: ἢ om. ceteri τῶν om. F τῶν ἐν ἁπτοῖς om. Arm ἁπλοῖς ΒΕΚ ἅ] διὰ Arm 
<lb/>24 λεῖα ἡ] ἀειδῆ BE ταῦτα γὰρ πάντα BEK: πάντα γὰρ ταῦτα transp. ceteri</note>  

<pb n="v.4.p.53"/>
διὰ τῶν αἰσθήσεων ἑκάστῳ τῶν παθῶν χορηγεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="240"><p>καὶ μέχρι μὲν οἱ λεχθέντες ἀποδίδονται φόροι, μένει τοῖς βασιλεῦσιν ἡ ὁμαιχμία, ὅταν
δὲ μηκέθ’ ὁμοίως συντελῶνται, στάσεις εὐθὺς καὶ πόλεμοι συνίστανται·
τοῦτο δὲ συμβαίνειν ἔοικεν, ὅταν ἀφικνῆται τὸ ἐπώδυνον γῆρας, ἐν ᾧ
<lb n="5"/> τῶν μὲν παθῶν ἀσθενέστερον οὐδὲν γίνεται, τάχα δὲ καὶ τῆς παλαιᾶς
δυνάμεως κραταιότερον, ἀμυδραὶ δὲ ὄψεις καὶ ὦτα δυσήκοα καὶ ἑκάστη
τῶν ἄλλων αἰσθήσεων ἀμβλυτέρα, μηκέθ’ ὁμοίως ἕκαστα ἀκριβοῦν καὶ
δικάζειν δυναμένη μηδ’ ἴσα τῷ πλήθει ὑποτελεῖν· εἰκότως οὖν ἐξασθενήσασαι
πάντα τρόπον καὶ κλιθεῖσαι δι’ αὑτῶν ὑπὸ τῶν ἀντιπάλων
<lb n="10"/> παθῶν ῥᾳδίως ἀνατρέπονται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>