<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="161"><p>ὀφθαλμοὶ δὲ <lb n="5"/> ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός,
ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, <add>καὶ</add> ἀφικνούμενοι
πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="162"><p>ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ
ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς
<lb n="10"/> ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν
ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα
καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα
τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται
θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="163"><p><lb n="15"/> εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει
καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει
συμβιῶν εἴωθε διερευνᾶσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="164"><p>ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’
<lb n="20"/> οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων
ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς
<note xml:lang="mul" type="footnote"><lb/>1 φάτναις] φαντασίαις Arm τὸ σύμφυτον] ἀπὸ συμφύτων FG, ἀπὸ τῶν συμφύτων C ὦν ἡμῖν Κ θρέμμα] θρεμμάτων C, σῶμα BEK πιαινούσας CFG: πιαῖνον ceteri τὴν ἐπιθυμίαν ora. F
<lb/>2 τὴν λόγου om. Κ λόγω Α, τοῦ ὅλου BE τὴν τοῦ ὅλου μεταποιουμένην ἀρετὴν mg. Α ἀκοήν ΒΕΚ: ἀρετήν ceteri; αἴσθησιν coni. Mang. ἡ CAHP
<lb/>3 βίαι H2(v)
<lb/>4 συρμὸν] συριγμὸν Arm χαλεπὸν om. CFG ἐξηχῶσιν] ἐμποιοῦσιν BE δ’ BEK
<lb/>5 γῆς] τῆς G ἐνακαρεὶ CFMHP, ἐνακαρὶ G φθάνωσιν Turn.
<lb/>6 καὶ add. Arm: om. codd. 
<lb/>7 πρὸς τὸ BEK Arm: πρὸς τῶ ceteri ἐπὶ τὴν ἀφανεστάτην διάνοιαν CFG 
<lb/>8 ἐνδειξαμένη BE πάθος ΒΕΚΑ Arm: δέος ceteri; εἶδος coni. Μang. 8.
<lb/>9 ἀκοίμητος καὶ ἀεικίνητος BEMF: ἀκοίμητος καὶ ἀκίνητος CGAK, ἀεικίνητος καὶ ἀκοίμητος HP, καὶ ἀεικίνητος om. Arm
<lb/>9 τὰ νοηθέντα F, τῶν νοητῶν BE 9.
<lb/>10 τὰς ἀφορμὰς λαβοῦσα Κ Arm: λαβοῦσα oin. BE, λαβοῦσα τὰς ἀφορμάς ceteri 
<lb/>10 σκῆψιν CFG
<lb/>11 ἀγέννητα AKGHP ἔλαχεν K
<lb/>12 πλείονες ὄις οἷ ΒΕΚ: πλείους ceteri τέσσαρα BEKP
<lb/>14 τῆς ἄλλης Α, τῆς ἄλλης Κ οὐσίας om. Arm ἐπιλαχών H2
<lb/>16 πράττει ISEK: πράσσει ceteri 
<lb/>17 τίς BEK: τίς ἐστιν ceteri νοῦς] βιοὺς F
<lb/>19 σοφία om. Arm 
<lb/>20 εἴληφεν BEK: ἔλαβεν ceteri post ἢ add. ὅτι BE</note>  

<pb n="v.4.p.38"/>
τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν,
ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ <milestone unit="altpage1" n="p. 25 M."/>  τέρψεις ἑτέρας
ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν
 κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="165"><p>μίαν οὖν ὥσπερ ἐκ πενταπόλεως
τῶν πέντε αἰσθήσεων τὴν ὅρασιν ἐξαιρέτου γέρως τυχεῖν ἁρμόττον ἦν <lb n="5"/>
καὶ φθειρομένων τῶν ἄλλων διαμένειν, ὅτι οὐ περὶ τὰ θνητὰ εἱλεῖται
μόνον ὡς ἐκεῖναι, μετανίστασθαι δὲ πρὸς τὰς ἀφθάρτους φύσεις ἀξιοῖ
 χαίρουσα τῇ θέᾳ τούτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="166"><p>διὸ καὶ παγκάλως „μικράν“ τε καὶ „οὐ
μικρὰν“ (cf. Gen. 19, 20) τὴν πόλιν ταύτην οἱ χρησμοὶ διασυνιστᾶσιν
αἰνιττόμενοι τὴν ὅρασιν· μικρὰ μὲν γὰρ λέγεται εἶναι, διότι βραχὺ <lb n="10"/>
μέρος τῶν ἐν ἡμῖν ἐστι, μεγάλη δέ, διότι μεγάλων ἐφίεται τὸν σύμπαντα
οὐρανὸν καὶ κόσμον γλιχομένη καταθεάσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="167"><p><milestone unit="altref" n="32"/> Περὶ μὲν οὖν τῆς ἐπιφανείσης ὄψεως καὶ τῶν ἀοιδίμων καὶ
παγκάλων ξενίων, ἐν οἷς δοκῶν ἑστιᾶν ὁ ξενοδόχος εἱστιᾶτο, καθ’ ὅσον
ἐφικτὸν ἦν, ἀκριβοῦσιν ἡμῖν τὰ περὶ τὸν τόπον δεδήλωται. μεγίστην <lb n="15"/>
δὲ πρᾶξιν ἀξίαν ἀκοῆς οὐχ ἡσυχαστέον· ὀλίγου γὰρ δέω φάναι πάσας
 ὅσαι θεοφιλεῖς ὑπερβάλλει. λεκτέον δὲ τὰ καίρια περὶ αὐτῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="168"><p>υἱὸς ἐκ
τῆς γαμετῆς γίνεται τῷ σοφῷ γνήσιος, ἀγαπητὸς καὶ μόνος, τό τε σῶμα
κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος· ἤδη γὰρ τελειοτέρας τῆς ἡλικίας ἐξέφαινεν
ἀρετάς, ὡς τὸν πατέρα μὴ πάθει μόνον εὐνοίας φυσικῆς ἀλλὰ <lb n="20"/>
καὶ γνώμῃ καθάπερ ἠθῶν δικαστὴν ἰσχυρᾷ τινι κεχρῆσθαι φιλοστοργίᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="169"><p>διακειμένῳ δ’ οὕτως ἐξαπιναίως θεσπίζεται λόγιον οὔποτ’ ἐλπισθέν,
<note xml:lang="mul" type="footnote"><lb/>1 σαρκὶ] σαρκικαὶ BEK τῖς Κ, τῆς F πάθεσιν] φίλοις BEK ἐδουλώθησαν G 
<lb/>2 δ’ BEK ἀναβλέψαι Arm (fort. recte) ἑτέρας om. HP
<lb/>4 τῶν] τὰ coni. Wendl. 
<lb/>5 πέντε] ἑπτὰ Turn., om. Arm ἁρμόττον ἣν om. HP1, add. mg. P2
<lb/>6 διαμένειν εἰ in ras.) Β, διαμένων E εἰλεῖται ΕΜFH
<lb/>7 μόνον] μόνως Η2 (Turn.) 
<lb/>8 post χαίρουσα add. τούτοις καὶ BEK τούτων θέα transp. Κ διὸ καὶ BEK Arm: καὶ om. ceteri
<lb/>9 διασυνιστῶσιν HP, διανιστᾶσιν BE, παριστῶσιν Κ
<lb/>10 μικράν μὲν λέγεσθαι (om. γὰρ) BEK
<lb/>11 μεγάλην ΒΕΚ διότι] ὅτι ΗΡ(ν), om. BEK post μεγάλων add. γὰρ BEK
<lb/>12 καταθεάσασθαι BEK: θεάσασθαι ceteri 
<lb/>13 οὖν CBEK: om. ceteri
<lb/>14 ἑστιᾶν] ἐστιν F εἱστιᾶτο KHP: ἑστιᾶτο ceteri καθόσον codd.
<lb/>15 ἡμῖν om. BE
<lb/>16 γὰρ om. CFG Arm δέω φάναι om. BE 19.
<lb/>20 ἐξέφενεν Η1, ἐξέφανεν Α
<lb/>20 τἀς ἀρετὰς Κ ὡς] ὧν BE παθεῖν G, ποθεῖν BE, πόθον παθεῖν Αrm μὴ post ποθεῖν transp. BE ἐξ εὐνοίας BE Arm στοργια 
<lb/>21 γνώμῃ Mang.: γνώμης codd. φιλοσοφία C, φιλοσοφία BEK
<lb/>22 δια κειμένων CA οὔποτ’ BEK: οὔποτε ceteri</note> <note xml:lang="lat" type="footnote"><lb/>17 sqq. Gen. cap. 22</note>  

<pb n="v.4.p.39"/>
σφαγιάσαι τὸν υἱὸν ἐπί τινος ὑψηλοτάτου κολωνοῦ πορρωτάτω πόλεως
ἀποστάντα τριῶν ὁδὸν ἡμερῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="170"><p>ὁ δὲ καίτοι ἀλέκτῳ πόθῳ τοῦ παιδὸς ἐκκρεμάμενος οὔτε τὴν χρόαν μετέβαλεν οὔτε τὴν ψυχὴν ἐγνάμφθη,
γνώμῃ δ’ ἀνενδότῳ καὶ ἀρρεπεῖ διέμεινεν ἀκλινής, οἷος καὶ πρόσθεν ἦν·
<lb n="5"/> ἔρωτι δὲ θείῳ δεδαμασμένος ἀνὰ κράτος ἐνίκα πάντα ὅσα συγγενείας
ὀνόματα καὶ φίλτρα καὶ μηδενὶ τῶν ἔνδον ἐξειπὼν τὸ λόγιον, ἐκ πολυανθρώπου
θεραπείας οἰκετῶν δύο μόνους τοὺς πρεσβυτάτους καὶ μάλιστα
φιλοδεσπότους παραλαβών, ὡς ἕνεκά τινος ἱερουργίας τῶν ἐν ἔθει
τέταρτος ἐξῄει σὺν τῷ παιδί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="171"><p>τὸν δὲ προσταχθέντα χῶρον ὥσπερ ἀπὸ <lb n="10"/> σκοπιᾶς ἰδὼν ἐκ μακροῦ τοῖς μὲν θεράπουσι κελεύει καταμένειν, τῷ δὲ
παιδὶ πῦρ καὶ ξύλα δίδωσι κομίζειν, αὐτὸ δικαιώσας τὸ ἱερεῖον τὰ πρὸς
τὴν θυσίαν ἐπηχθίσθαι, κουφότατον βάρος· οὐδὲν γὰρ εὐσεβείας ἀπονώτερον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="172"><p>βαδίζοντες δ’ ἰσοταχῶς οὐ τοῖς σώμασι μᾶλλον ἢ ταῖς  διανοίαις ὁδὸν τὴν ἐπίτομον, ἧς ὁσιότης τὸ τέλος, ἐπὶ τὸν  <milestone unit="altpage2" n="p. 26 Μ."/> προσταχθέντα
<lb n="15"/> τόπον ἀφικνοῦνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="173"><p>κἄπειθ’ ὁ μὲν πατὴρ συνεκόμιζε λίθους, ἵνα δείμαιτο βωμόν, ὁ δὲ υἱὸς τὰ μὲν ἄλλα ὁρῶν ὅσα πρὸς ἱερουργίαν
εὐτρεπῆ, ζῷον δὲ μηδέν, ἀπιδὼν εἰς τὸν πατέρα „ἰδοὺ τὸ πῦρ“ ἔφη
„καὶ τὰ ξύλα, πάτερ, ποῦ τὸ ἱερεῖον“;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="174"><p>ἕτερος μὲν οὖν ἃ δρᾶν ἔμελλεν εἰδὼς καὶ τῇ ψυχῇ συσκιάζων ὑπὸ τοῦ λεχθέντος κἂν συνεχύθη καὶ
<lb n="20"/> δακρύων πληρωθεὶς ἔμφασιν τοῦ γενησομένου παρέσχεν ἐκ τῆς περιπαθήσεως ἡσυχάζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="175"><p>ὁ δ’ οὐδεμίαν ἐνδεξάμενος τροπὴν οὔτε κατὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 σφαγιάσαι] ἐναγίσαι F Κολοφωνίου BE πορρωτάτου Α
<lb/>2 ὁδῶν F πόθω ἀλέκτῳ transp. HP
<lb/>3 ἐγνάμφθη CFG: ἠγνάμφθη Α, ἐκνάμφθη BE, ἐκάμφθη MKHP(v)
<lb/>4 δὲ ΒΕΚ ἀνενδοιάστῳ BEK διέμενεν HP ἀκλινής] ἀρρεπής Κ πρόσθεν ἢν] πρότερον Κ, πρότερος BE
<lb/>5 δὲ BEKH-: om. ceteri post κράτος add. δ’ C, ὃς Arm
<lb/>6 καὶ alt. om. BE τὸ λόγιον ἐξειπών transp. Κ 
<lb/>7 μόνους BEK: om. ceteri τέταρτος] tertius Ambros.
<lb/>10 σκοπιῆς BEK θεραπεύουσι BEKAG κάτω καταμένειν Arm
<lb/>11 δίδωσιν ἐπιφέρειν BEK δικαιώσας] δίκαιον νομίσας BEKMA ἱερὸν FGH1P
<lb/>12 τὴν om. E ἐπηχθῆσθαι C, ἐπηχθεῖσθαι BE, ἐπειχθῆσθαι Α
<lb/>13 δ’ ἰσοταχῶς M: δ’ ἴσοι ταχέως CFGHP, διό σοι ταχέως Α, διὸ ταχέως Arm, εἰς ὃ τάχος BE, οὑν ὡς τάχος Κ
<lb/>14 ἧ C, καὶ ἧ FG τὸ om. CFG Arm
<lb/>15 κἄπειθ’ BEK Arm: καὶ ceteri
<lb/>16 δείμοιτο C, δειμαίνῃ FG, ἐπὶ τῶ δεῖμαι (pro ἴνα δείμαιτο) Α τὸν βωμὸν AFG δ’ BEK εἰς ὁρῶν post ἱερουργίαν transp. H(v)
<lb/>17 πρὸς Κ
<lb/>18 ἁ] ἂν G
<lb/>19 κἂν] καὶ F 
<lb/>21 ἡσυχάζων post ὁ δ’ transp. BEK ἐνδεξάμενος BE: ἐνδειξάμενος ceteri (v)</note> <note xml:lang="lat" type="footnote"><lb/>6 Ambros. De Abrah. 18,68 senex Abrabam et dives pecoris atque abundans servitiorum non quaesivit comitatus sui agmina: ipse quoque ligna concidit et obsequia maiora viribus suis non intermisit . . . et cum duobus ipse tertius proficiscitur hostiam suam ducens et die tertio ad locum sacrificii venit.</note>  

<pb n="v.4.p.40"/>
τὸ σῶμα οὔτε κατὰ τὴν διάνοιαν σταθερῷ μὲν τῷ βλέμματι σταθερῷ
δὲ τῷ λογισμῷ φησι πρὸς τὴν πεῦσιν ἀποκρινόμενος· „ὦ τέκνον, ὁ θεὸς
ὄψεται ἱερεῖον ἑαυτῷ καὶ ἐν ἐρημίᾳ πολλῇ, δι’ ἣν ἴσως ἀπογινώσκεις
εὑρεθήσεσθαι· πάντα δ’ ἴσθι θεῷ δυνατὰ καὶ ὅσα ἐν ἀμηχάνῳ καὶ ἀπόρῳ
 κεῖται παρ’ ἀνθρώποις“.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="176"><p>καὶ ταῦθ’ ἅμα λέγων ᾗ τάχιστα τὸν υἱὸν <lb n="5"/>
ἐξαρπάσας ἐπιτίθησι τῷ βωμῷ καὶ σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος
ἐπέφερεν ὡς ἀναιρήσων· φθάνει δ’ ὁ σωτὴρ θεὸς ἀπ’ ἀέρος φωνῇ
μεσολαβήσας τὸ ἔργον, ᾗ προσέταττεν ἀνέχειν καὶ μὴ ψαῦσαι τοῦ παιδός,
ὀνομαστὶ καλέσας δὶς τὸν πατέρα, ἵν’ ἐπιστρέψας καὶ ἀντισπάσας διακωλύσῃ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="177"><p> τὴν σφαγὴν ἐργάσασθαι. <milestone unit="altref" n="33"/> καὶ ὁ μὲν διασῴζεται, τὸ δῶρον <lb n="10"/>
ἀντιχαρισαμένου τοῦ θεοῦ καὶ τὸν φέροντα ἐν οἷς εὐσεβεῖτο ἀντιτιμήσαντος·
τῷ δ’ ἤδη καὶ ἡ πρᾶξις, εἰ καὶ μὴ τὸ τέλος ἐπηκολούθησεν,
ὁλόκληρος καὶ παντελὴς οὐ μόνον ἐν ταῖς ἱεραῖς βίβλοις ἀλλὰ καὶ ἐν
 ταῖς τῶν ἀναγινωσκόντων διανοίαις ἀνάγραπτος ἐστηλίτευται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="178"><p>ἀλλὰ τοῖς
φιλαπεχθήμοσι καὶ πάντα διαβάλλουσιν, οἳ ψόγον πρὸ ἐπαίνου τιμᾶν <lb n="15"/>
ἐθίζονται, τὸ πραχθὲν ἔργον οὐ δοκεῖ μέγα καὶ θαυμαστόν, ὡς ἡμεῖς
 ὑπολαμβάνομεν εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="179"><p>πολλοὺς γὰρ καὶ ἄλλους φασὶ τῶν πάνυ φιλοικείων
καὶ φιλοτέκνων ἐπιδοῦναι τοὺς ἑαυτῶν παῖδας, τοὺς μὲν ὑπὲρ πατρίδων
σφαγιασθησομένους, λυτήρια ἢ πολέμων ἢ αὐχμῶν ἢ ἐπομβρίας ἢ
νοσημάτων λοιμικῶν γενησομένους, τοὺς δ’ ὑπὲρ νενομισμένης εὐσεβείας, <lb n="20"/>
 εἰ καὶ μὴ πρὸς ἀλήθειαν οὔσης·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="180"><p>Ἑλλήνων μέν γε τοὺς δοκιμωτάτους,
οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ βασιλεῖς, ὀλίγα φροντίσαντας ὧν ἐγέννησαν
διὰ τῆς τούτων ἀναιρέσεως δυνάμεις στρατευμάτων μεγάλας καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ om. C σταθερῷ—βλέμματι om. CFG μὲν] μέντοι Η2(ν) alt. σταθερῶ BEKCFG Arm: σταθερωτέρω MAHP(v)
<lb/>2 δὲ τῶ ΒΚΗ2, τῶ οm. δὲ) Ε: μέντοι ceteri φησι ora. H(v) post τέκνον add. ἔφη H2(v)
<lb/>3 αὐτῶ F καὶ εἰ ἐρημία πολλή Η2 (Turn.)
<lb/>4 εὑρεθήσεται C (fort. recte) ἴσθι BEK Ar: εἰσὶ ceteri .5 παρ’ BEK: παρὰ oeteri ἦ ΑΒΕP, ἢ M, ἦ om. CFG 
<lb/>6 ἐξαρτήσας coni. Mang.
<lb/>7 ἀπ’ BEMA Arm: ἐπ’ Κ, ἐν ceteri (Turn. Mang.) 
<lb/>8 ἧ FHP: ἣ CBEKM, ἡ AG ἀνέχειν] ἄρχειν Κ μὴ ΒΕΚ: μηδὲ ceteri 
<lb/>9 ἴν’ BEK: ἵνα ceteri ἐπιστρέψασα καὶ ἀντισπάσασα BE
<lb/>10 ἐργάσασθαι om. Arm
<lb/>11 εὐσεβεῖ τὸ Α
<lb/>12 τῷ] τὸ Α ἤδη καὶ BEK: ora. ceteri ἡ πρᾶξις] εἰ πράξεις Α πρᾶξις] χάρις mg. C εἰ μὴ ἰαὶ transp. Κ 
<lb/>14 τῶν om. F post ἀναγινωσκόντων add. ἀναγκαιοτάτων G ἀνάγραπτος] ἀνεξάλειπτος Arm
<lb/>15 οἷς ψόγοι CH2 (Turn.), οἳ ψόγοι FG, ψόγον om. 1 
<lb/>16 πραχθέν ΒΕΚΗ2: προσταχθὲν ceteri δοκεῖ BEK: δόξει ceteri 16.
<lb/>17 ὡς— εἶναι om. Arm
<lb/>17 φήσουσι Arm (coni. Mang.)
<lb/>18 ἑαυτῶν BEK: αὐτῶν ceteri
<lb/>19 λυτήρια] λύτρα coni. Mang.
<lb/>20 δὲ BEK
<lb/>22 βασιλεῖς οm. F φροντίσαντες H1P</note>  

<pb n="v.4.p.41"/>
πολυανθρώπους ἐν μὲν τῇ συμμαχίᾳ τεταγμένας διασῶσαι, ἐν δὲ τῇ
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>