<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:161-164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:161-164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="161"><p>ὀφθαλμοὶ δὲ <lb n="5"/> ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός,
ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, <add>καὶ</add> ἀφικνούμενοι
πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="162"><p>ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ
ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς
<lb n="10"/> ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν
ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα
καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα
τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται
θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="163"><p><lb n="15"/> εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει
καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει
συμβιῶν εἴωθε διερευνᾶσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="164"><p>ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’
<lb n="20"/> οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων
ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς
<note xml:lang="mul" type="footnote"><lb/>1 φάτναις] φαντασίαις Arm τὸ σύμφυτον] ἀπὸ συμφύτων FG, ἀπὸ τῶν συμφύτων C ὦν ἡμῖν Κ θρέμμα] θρεμμάτων C, σῶμα BEK πιαινούσας CFG: πιαῖνον ceteri τὴν ἐπιθυμίαν ora. F
<lb/>2 τὴν λόγου om. Κ λόγω Α, τοῦ ὅλου BE τὴν τοῦ ὅλου μεταποιουμένην ἀρετὴν mg. Α ἀκοήν ΒΕΚ: ἀρετήν ceteri; αἴσθησιν coni. Mang. ἡ CAHP
<lb/>3 βίαι H2(v)
<lb/>4 συρμὸν] συριγμὸν Arm χαλεπὸν om. CFG ἐξηχῶσιν] ἐμποιοῦσιν BE δ’ BEK
<lb/>5 γῆς] τῆς G ἐνακαρεὶ CFMHP, ἐνακαρὶ G φθάνωσιν Turn.
<lb/>6 καὶ add. Arm: om. codd. 
<lb/>7 πρὸς τὸ BEK Arm: πρὸς τῶ ceteri ἐπὶ τὴν ἀφανεστάτην διάνοιαν CFG 
<lb/>8 ἐνδειξαμένη BE πάθος ΒΕΚΑ Arm: δέος ceteri; εἶδος coni. Μang. 8.
<lb/>9 ἀκοίμητος καὶ ἀεικίνητος BEMF: ἀκοίμητος καὶ ἀκίνητος CGAK, ἀεικίνητος καὶ ἀκοίμητος HP, καὶ ἀεικίνητος om. Arm
<lb/>9 τὰ νοηθέντα F, τῶν νοητῶν BE 9.
<lb/>10 τὰς ἀφορμὰς λαβοῦσα Κ Arm: λαβοῦσα oin. BE, λαβοῦσα τὰς ἀφορμάς ceteri 
<lb/>10 σκῆψιν CFG
<lb/>11 ἀγέννητα AKGHP ἔλαχεν K
<lb/>12 πλείονες ὄις οἷ ΒΕΚ: πλείους ceteri τέσσαρα BEKP
<lb/>14 τῆς ἄλλης Α, τῆς ἄλλης Κ οὐσίας om. Arm ἐπιλαχών H2
<lb/>16 πράττει ISEK: πράσσει ceteri 
<lb/>17 τίς BEK: τίς ἐστιν ceteri νοῦς] βιοὺς F
<lb/>19 σοφία om. Arm 
<lb/>20 εἴληφεν BEK: ἔλαβεν ceteri post ἢ add. ὅτι BE</note>  

<pb n="v.4.p.38"/>
τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν,
ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ <milestone unit="altpage1" n="p. 25 M."/>  τέρψεις ἑτέρας
ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν
 κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>