<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:149-164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:149-164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="149"><p>ζωωδέσταται μὲν οὖν καὶ ἀνδραποδωδέσταται
τῶν πέντε τρεῖς εἰσιν αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἁφή,
περὶ ἃς τῶν θρεμμάτων καὶ τῶν θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα <lb n="10"/>
μάλιστα ἐπτόηται· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτὸς ἢ
 τροφῶν ἀπλήστως ἐμφορεῖται ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="150"><p>δύο δ’ εἰσὶν
ἐμφιλόσοφοι καὶ ἡγεμονίδες, ἀκοὴ καὶ ὅρασις· βραδύτερα δέ πως καὶ
θηλύτερα ὦτα ὀφθαλμῶν ἐπὶ τὰ ὁρατὰ φθανόντων ὑπὸ εὐτολμίας καὶ
οὐκ ἀναμενόντων, ἄχρις ἂν ἐκεῖνα κινήσῃ, προϋπαντιαζόντων δὲ καὶ <lb n="15"/>
ἀντικινῆσαι γλιχομένων. ἀκοὴ μὲν οὖν, διότι βραδεῖα καὶ θηλυτέρα,
δευτερεύουσαν τάξιν τετάχθω, <milestone unit="altpage1" n="p. 23 M."/>  προνομία δ’ ἔστω τις ἐξαίρετος ὁράσει·
ταύτην γὰρ ὁ θεὸς βασιλίδα τῶν ἄλλων ἀπέφηνεν ἐπάνω θεὶς ἁπασῶν
καὶ ὥσπερ ἐπ’ ἀκροπόλεως ἱδρυσάμενος οἰκειοτάτην ἀπειργάσατο ψυχῇ.
<note xml:lang="mul" type="footnote"><lb/>1 ψυχῶν H2(v)
<lb/>2 συμβολικῶς om. BEK, cum λεχθήσεται coniungit Arm</note> <note xml:lang="mul" type="footnote"><lb/>3 πέντε om. Arm
<lb/>4 μικραί—μεγάλαι om. Arm τε αὖ BEK: αὖ om. ceteri ἢ] ὃ G
<lb/>5 χρημάτων AFGHP τ᾿ BEK
<lb/>6 ἐντελεστάτων C
<lb/>8 ἔτι δὲ λείοις BEKA: ἔτι τε λείοις F2HP2, ἔτι τελείοις MF1GP1, ἔν τε λείος C ζωοδέσταται BE μὲν—ἀνδραποδωδέσταται om. G, μὲν—πέντε om. F οὖν om. BE 8.
<lb/>9 ἀντραποδωδέσταται E, ἀντραποδωδέσταται B, ἀνδραπωδέσταται AP
<lb/>9 τῶν πέντε om. BEK
<lb/>10 τῶν θηρίων BEK: τῶν om. ceteri γαστριμαργότατα BEK Arm: γαστριμαργοῦντα ceteri (v)
<lb/>11 ἐπτόηται C: πεπόνηται ceteri (et Arm) 
<lb/>12 εὐπορεῖται H1P τὰς ὀχείας BEK: τὰς om. ceteri ὀργᾷ coni. Mang. δὲ BEK
<lb/>13 αἱ φιλόσοφοι HP ἡγεμόνες BEK βραχύτερα C, βραχύτερα F πως om. BEK
<lb/>14 ὑπὸ] ἀπὸ A
<lb/>15 μέχρις HP(v) κινήσει A 
<lb/>16 οὖν om. BE διότι corr. ex ὅτι K
<lb/>17 τάξιν τετάχθω BEK Arm: ἐχέτω τάξιν ceteri; τετάχθω τάξιν coni. Mang.
<lb/>18 ταύτην]τούτων G ἄλλων] ὅλων K ἀναπέφηνεν F 18.19 ἐπάνω—καὶ om. Flor. Laur. τιθεὶς HP πασῶν P, ἀπάντων BE
<lb/>19 ἐπ᾿] ἐξ F ἱδρυσάμενος, τεκμήριον οἰκειότατον ψυχῆς· συμμεταβάλλει γὰρ ταῖς Flor. Laur. ψυχήν AF</note> <note xml:lang="mul" type="footnote">18—35,14 Flor. Laur. Nr. 25: τὴν ὅρασιν ὁ θεὸς—ἐχούσης.</note>  

<pb n="v.4.p.35"/>
τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ συμμεταβάλλειν ταῖς ἐκείνης τροπαῖς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="151"><p>λύπης μὲν γὰρ ἐγγινομένης, ὀφθαλμοὶ συννοίας γέμουσι καὶ κατηφείας,
χαρᾶς δ’ ἔμπαλιν, ὑπομειδιῶσι καὶ γεγήθασι, φόβου δὲ κρατήσαντος,
ταραχώδους γέμουσιν ἀταξίας, κινήσεις καὶ παλμοὺς καὶ περιστροφὰς
<lb n="5"/> ἀτάκτους ἐνδεχόμενοι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="152"><p>εἰ δ’ ὀργὴ κατάσχοι, τραχυτέρα πως καὶ ὕφαιμος ἡ ὄψις, καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ φροντίζειν τινὸς ἠρεμεῖ καὶ
ἐκνένευκε, μόνον οὐ συνεκτείνουσα τῇ διανοίᾳ ἑαυτήν, ἐν δὲ ταῖς ἀναψύξεσι
καὶ ἀνέσεσι συνανίεται καὶ χαλᾶται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="153"><p>καὶ προσιόντι μὲν φίλῳ προευαγγελίζεται τὸ τῆς εὐνοίας πάθος εὐδίῳ καὶ γαληνῷ βλέμματι, εἰ
<lb n="10"/> δ’ ἐχθρὸς τύχοι, τὸ δυσάρεστον τῆς ψυχῆς πάθος προμηνύει· καὶ θρασύτητι
μὲν προπηδῶσι καὶ προεκτρέχουσιν ὀφθαλμοί, αἰδοῖ δὲ πρᾴως
ἠρεμοῦσι· [καὶ] ὡς συνελόντι φράσαι. ψυχῆς εἰκόνα δεδημιουργῆσθαι
τὴν ὅρασιν ἀκρότητι τέχνης εὖ μεμιμημένης ἐναργὲς ἐμφαίνουσαν
εἴδωλον οἷα διὰ κατόπτρου τὴν φύσιν ὁρατὴν ἐξ αὑτῆς οὐκ ἐχούσης.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="154"><p><lb n="15"/> ἀλλὰ γὰρ οὐ ταύτῃ μόνον τὰς ἄλλας αἰσθήσεις ὑπερβάλλει τὸ κάλλος ὀφθαλμῶν, ἀλλὰ καὶ διότι τῶν ἄλλων ἐν ταῖς ἐγρηγόρσεσι — τὴν γὰρ
καθ’ ὕπνον ἀπραξίαν οὐ παραληπτέον — ἐπιλείπουσιν αἱ χρήσεις·
ὁπότε γὰρ μὴ κινήσειέ τι τῶν ἐκτός, ἡσυχάζουσιν, αἱ δὲ τῶν ὀφθαλμῶν
ἀναπεπταμένων ἐνέργειαι συνεχεῖς καὶ ἀδιάστατοι μηδέποτε πληρουμένων
<lb n="20"/> εἰσὶ καὶ ταύτῃ παριστάντων, ἣν ἔχουσι πρὸς ψυχὴν συγγένειαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="155"><p>ἀλλ’ ἐκείνη μὲν ἀεικίνητος οὖσα μεθ’ ἡμέραν καὶ νύκτωρ διανίσταται,
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ BEK ἄν om. BEK συμμεταβαλεῖν H(v) ῥοπαῖς Κ
<lb/>2 ἐγγενομένης BE Flor.
<lb/>4 κινήσεις ΒΕΚΗ2 Flor.: καὶ κινήσεις ceteri παραστροφὰς (om. ἀτάκτους) Flor.
<lb/>5 ἐνδεικνύμενοι coni. Mang. ὄργιον Flor. ζεσθαι 
<lb/>6 λογίζειν Κ τινὸς BEK Flor.: om. ceteri
<lb/>7 ἐννένευκε Κ
<lb/>9 προευαγγελίζεται BEKMH- Flor.: προσευαγγελίζεται ceteri τῆς om. BEK εὐδίω(??) σ eras.) C βλέμματι] θελήματι Η 9.
<lb/>10 εἰ δ’ ἐχθρὸς τύχοι om. CFG
<lb/>10 post τύχοι (post βλέμματι) add. καὶ πάλιν CFGMA, πάλιν HP, omisi cum BEK Arm Flor. 10.
<lb/>11 προπηδῶσι μὲν θρασύτητι Flor.
<lb/>11 πρᾴως] πράξεως F 
<lb/>12 καἰ seclusi (ora. Arm Flor.) ὡς συνελόντι BE Arm Flor.: ὡς om. ceteri δεδημιουργεῖσθαι CF1E
<lb/>13 ἀκρότητι BEMA Flor.: ἀκροτάτην ceteri
<lb/>14 ὁρᾶν Flor. αὑτῆς CFH2: αὐτῆς ceteri οὐκ om. BEMA Arm Flor. οὐκ ἐχούσης] παρεχούσης F in ras.
<lb/>15 ὑποβάλλει CFGMP
<lb/>16 post ἐγρηγόρσεσι add. διαφέρει Arm
<lb/>17 παραλειπτέον Η1Ρ post ἐπιλείπουσι add. γὰρ BEMHP Arm
<lb/>18 γὰρ] γοῦν F μὴ BEK: οὐ ceteri κινήσει ἔτι Α, κινήσειε ἔτι F 18.
<lb/>19 ἀναπεπταμένων ὀφθαλμῶν transp. Η
<lb/>19 μηδέπω Α 19.
<lb/>20 πεπληρουμένων (sic) G
<lb/>20 ταυτὶ BE παραστάντων Η1Ρ, παρ’ ἡ πάντων (sic) FG, π et lac.
<lb/>10 litt. C ψυχῆς Μ
<lb/>21 μένει ἀκίνητος Α, μὲν ἀκίνητος CFG</note>  

<pb n="v.4.p.36"/>
τοῖς δ’ ἅτε σαρκὸς πλεῖστον μετέχουσιν αὐτάρκης ἐδόθη δωρεά, μέρος
ἥμισυ τοῦ παντὸς χρόνου καὶ βίου διατελεῖν ἐνεργοῦντας τὰς ἁρμοττούσας
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="156"><p> ἐνεργείας. <milestone unit="altref" n="30"/> ὃ δ’ ἐστὶν ἀναγκαιότατον τῆς ἀπὸ τῶν ὀμμάτων
ὠφελείας, ἤδη λεκτέον. μόνῃ γὰρ ὁράσει τῶν αἰσθήσεων ὁ θεὸς
ἀνέτειλε φῶς, ὃ καὶ τῶν ὄντων ἐστὶ κάλλιστον καὶ πρῶτον ἐν ἱεραῖς <lb n="5"/>
 βίβλοις ὠνομάσθη καλόν (Gen. 1,4).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="157"><p>διττὴ δὲ φωτὸς φύσις· τὸ μὲν
γὰρ ἀπὸ τοῦ χρειώδους πυρός, φθαρτοῦ φθαρτόν, ἐκλάμπει σβέσιν ἐνδεχόμενον,
τὸ δὲ ἄσβεστον καὶ ἀδιάφθορόν ἐστιν, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ
πρὸς ἡμᾶς φερόμενον, ὥσπερ ἀπ’ ἀενάων πηγῶν ἑκάστου τῶν ἀστέρων
αὐγὰς ἐκχέοντος· ἑκατέρῳ δ’ ἡ ὄψις ἐνομιλεῖ καὶ δι’ ἀμφοτέρων <lb n="10"/>
 προσβάλλει τοῖς ὁρατοῖς εἰς ἀκριβεστάτην ἀντίληψιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="158"><p>ἔτι τοίνυν ἐπιχειρῶμεν
ὀφθαλμοὺς λόγοις ἐγκωμιάζειν, τοῦ θεοῦ τοὺς ἀληθεῖς ἐπαίνους
αὐτῶν <milestone unit="altpage1" n="p. 24 M."/>  στηλιτεύσαντος ἐν οὐρανῷ, τοὺς ἀστέρας; ἡλίου γὰρ αὐγαὶ καὶ
σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν τοῦ χάριν γεγόνασιν
 ὅτι μὴ τῆς ὀφθαλμῶν ἐνεργείας εἰς τὴν τοῦ ὁρᾶν ὑπηρεσίαν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="159"><p>διὸ καὶ <lb n="15"/>
προσχρώμενοι τῇ πασῶν ἀρίστῃ δωρεᾷ φωτὶ καταθεῶνται τὰ ἐν κόσμῳ,
γῆν, φυτά, ζῷα, καρπούς, πελαγῶν ἀναχύσεις, ποταμοὺς αὐθιγενεῖς τε
καὶ χειμάρρους πηγῶν τε διαφοράς, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν
νᾶμα προχέουσι, πάντων τῶν κατὰ τὸν ἀέρα συνισταμένων τὰς φύσεις —
ἀμύθητοι δέ εἰσιν ἰδέαι καὶ ἀπερίληπτοι λόγῳ —, καὶ ἐπὶ πᾶσι τὸν <lb n="20"/>
οὐρανόν, ὃς ἀληθείᾳ κόσμος ἐν κόσμῳ δεδημιούργηται, καὶ τὰ κατ’
οὐρανὸν κάλλη καὶ θεῖα ἀγάλματα. τίς οὖν τῶν ἄλλων αἰσθήσεων
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="160"><p> ἐπαυχήσει διαβῆναί ποτε τοσοῦτον; <milestone unit="altref" n="31"/> ἀλλ’ ἐάσαντες τὰς ἐπὶ ταῖς
<note xml:lang="mul" type="footnote"><lb/>2 χρόνου καὶ βίου ΒΕΚ Αrm: βίου χρόνου (om. καὶ) cetevi τελεῖν BEK ἐνεργοῦντας BEK: ἐνεργοῦσι ceteri
<lb/>5 πρῶτον om. Arm
<lb/>7 χρειώδους] στοιχειώδους coni. Mang. ἐκλάμπον MA 7.
<lb/>8 δεχόμενον F
<lb/>8 δ’ BEK καὶ ἀδιάφθορόν ἐστιν BEK Arm: καὶ ἄφθαρτόν ἐστιν CGMA, καὶ ἄφθαρτον (om. ἐστιν) F, ἐστι καὶ ἄφθαρτον HP ἀπὸ τοῦ οὐρανοῦ BEK: ἀπ’ οὐρανοῦ ceteri
<lb/>9 ἀενάων C: ἀεννάων ceteri
<lb/>10 ἐκχέοντος] ἔχοντος CFG ἑκατέρου CFG δ’ ἡ] δὴ BE, om. CFG ἐνομιλεῖ BEK: ὁμιλεῖ ceteri 11.
<lb/>12 ἐπιχειρῶμεν BEK Arm: ἐπιχειροῦμεν ceteri; τί δὲ νῦν (ἐπιχειρπῦμεν) coni. Mang.
<lb/>12 λόγοις BEK Arm: λόγω ceteri τοῦ θεοῦ om. Arm
<lb/>13 τῶν ἀστέρων Arm
<lb/>15 τῆς] τοὺς ὀφθαλμῶν CABEK: τῶν ὀφθαλμῶν ceteri τοῦ om. BE 
<lb/>16 φωτὶ om. CFG
<lb/>17 πελαγῶν (ἀναχύσεισ) ΒΕΚ Arm: πελάγη(, ἀναχύσεις) ceteri ἀνασχίσεις ΜF1GHP1 17.
<lb/>18 ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους BEK Arm: ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ceteri
<lb/>19 νάματα C, ἅμα Α, νᾶμα om. Arm τῶν om. BE τὸν ἀέρα C: τὸν om. ceteri 20.
<lb/>21 τοῦ οὐρανοῦ BE 
<lb/>23 ὑπαυχήσει BE διαβῆναι] ἐπιβῆναι coni. Mang. τὰς CFG: om. ceteri ἐπὶ om. HP1</note>  

<pb n="v.4.p.37"/>
φάτναις τὸ σύμφυτον ἡμῖν θρέμμα πιαινούσας, τὴν ἐπιθυμίαν, ἐξετάσωμεν
τὴν λόγου μεταποιουμένην ἀκοήν· ἧς ὁ σύντονος καὶ τελειότατος
δρόμος ἵσταται κατὰ ἀέρα τὸν περίγειον, ὅταν βία πνευμάτων καὶ κτύποι
βροντῶν συρμὸν πολὺν καὶ χαλεπὸν πάταγον ἐξηχῶσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="161"><p>ὀφθαλμοὶ δὲ <lb n="5"/> ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός,
ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, <add>καὶ</add> ἀφικνούμενοι
πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="162"><p>ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ
ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς
<lb n="10"/> ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν
ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα
καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα
τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται
θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="163"><p><lb n="15"/> εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει
καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει
συμβιῶν εἴωθε διερευνᾶσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="164"><p>ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’
<lb n="20"/> οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων
ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς
<note xml:lang="mul" type="footnote"><lb/>1 φάτναις] φαντασίαις Arm τὸ σύμφυτον] ἀπὸ συμφύτων FG, ἀπὸ τῶν συμφύτων C ὦν ἡμῖν Κ θρέμμα] θρεμμάτων C, σῶμα BEK πιαινούσας CFG: πιαῖνον ceteri τὴν ἐπιθυμίαν ora. F
<lb/>2 τὴν λόγου om. Κ λόγω Α, τοῦ ὅλου BE τὴν τοῦ ὅλου μεταποιουμένην ἀρετὴν mg. Α ἀκοήν ΒΕΚ: ἀρετήν ceteri; αἴσθησιν coni. Mang. ἡ CAHP
<lb/>3 βίαι H2(v)
<lb/>4 συρμὸν] συριγμὸν Arm χαλεπὸν om. CFG ἐξηχῶσιν] ἐμποιοῦσιν BE δ’ BEK
<lb/>5 γῆς] τῆς G ἐνακαρεὶ CFMHP, ἐνακαρὶ G φθάνωσιν Turn.
<lb/>6 καὶ add. Arm: om. codd. 
<lb/>7 πρὸς τὸ BEK Arm: πρὸς τῶ ceteri ἐπὶ τὴν ἀφανεστάτην διάνοιαν CFG 
<lb/>8 ἐνδειξαμένη BE πάθος ΒΕΚΑ Arm: δέος ceteri; εἶδος coni. Μang. 8.
<lb/>9 ἀκοίμητος καὶ ἀεικίνητος BEMF: ἀκοίμητος καὶ ἀκίνητος CGAK, ἀεικίνητος καὶ ἀκοίμητος HP, καὶ ἀεικίνητος om. Arm
<lb/>9 τὰ νοηθέντα F, τῶν νοητῶν BE 9.
<lb/>10 τὰς ἀφορμὰς λαβοῦσα Κ Arm: λαβοῦσα oin. BE, λαβοῦσα τὰς ἀφορμάς ceteri 
<lb/>10 σκῆψιν CFG
<lb/>11 ἀγέννητα AKGHP ἔλαχεν K
<lb/>12 πλείονες ὄις οἷ ΒΕΚ: πλείους ceteri τέσσαρα BEKP
<lb/>14 τῆς ἄλλης Α, τῆς ἄλλης Κ οὐσίας om. Arm ἐπιλαχών H2
<lb/>16 πράττει ISEK: πράσσει ceteri 
<lb/>17 τίς BEK: τίς ἐστιν ceteri νοῦς] βιοὺς F
<lb/>19 σοφία om. Arm 
<lb/>20 εἴληφεν BEK: ἔλαβεν ceteri post ἢ add. ὅτι BE</note>  

<pb n="v.4.p.38"/>
τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν,
ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ <milestone unit="altpage1" n="p. 25 M."/>  τέρψεις ἑτέρας
ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν
 κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>