<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="121"><p>ἀλλ’ ἔστιν,
ὡς ἄν τις ἐγγύτατα τῆς ἀληθείας ἱστάμενος εἴποι, πατὴρ μὲν τῶν ὅλων
ὁ μέσος, ὃς ἐν ταῖς | ἱεραῖς γραφαῖς κυρίῳ ὀνόματι καλεῖται ὁ ὤν, αἱ <note xml:lang="lat" type="marginal">p. 19 M.</note>
δὲ παρ’ ἑκάτερα αἱ πρεσβύταται καὶ ἐγγυτάτω τοῦ ὄντος δυνάμεις, ἡ μὲν <lb n="5"/>
ποιητική, ἡ δ’ αὖ βασιλική· προσαγορεύεται δὲ ἡ μὲν ποιητικὴ θεός,
ταύτῃ γὰρ ἔθηκέ τε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, θέμις
 γὰρ ἄρχειν καὶ κρατεῖν τὸ πεποιηκὸς τοῦ γενομένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="122"><p>δορυφορούμενος οὖν
ὁ μέσος ὑφ’ ἑκατέρας τῶν δυνάμεων παρέχει τῇ ὁρατικῇ διανοίᾳ τοτὲ
μὲν ἑνὸς τοτὲ δὲ τριῶν φαντασίαν, ἑνὸς μὲν ὅταν ἄκρως τύχῃ καθαρθεῖσα <lb n="10"/>
καὶ μὴ μόνον τὰ πλήθη τῶν ἀριθμῶν ἀλλὰ καὶ τὴν γείτονα μονάδος
δυάδα ὑπερβᾶσα πρὸς τὴν ἀμιγῆ καὶ ἀσύμπλοκον καὶ καθ’ αὑτὴν οὐδενὸς
ἐπιδεᾶ τὸ παράπαν ἰδέαν ἐπείγηται, τριῶν δὲ ὅταν μήπω τὰς μεγάλας
τελεσθεῖσα τελετὰς ἔτι ἐν ταῖς βραχυτέραις ὀργιάζηται καὶ μὴ δύνηται
τὸ ὂν ἄνευ ἑτέρου τινὸς ἐξ αὐτοῦ μόνου καταλαβεῖν, ἀλλὰ διὰ τῶν <lb n="15"/>
 δρωμένων, ἢ κτίζον ἢ ἄρχον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="123"><p>δεύτερος μὲν οὖν, ὥς φασι, πλοῦς οὗτος,
μετέχει δ’ οὐδὲν ἧττον δόξης θεοφιλοῦς· ὁ δὲ πρότερος τρόπος οὐ
μετέχει, ἀλλ’ αὐτός ἐστι θεοφιλὴς δόξα, μᾶλλον δὲ καὶ δόξης πρεσβυτέρα
καὶ παντὸς τιμιωτέρα τοῦ δοκεῖν ἀλήθεια. γνωριμώτερον δὲ τὸ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="124"><p> δηλούμενον παραστατέον. <milestone unit="altref" n="25"/> τρεῖς εἰσιν ἠθῶν ἀνθρωπίνων τάξεις, ὧν ἑκάστη <lb n="20"/>
διακεκλήρωται μίαν τῶν εἰρημένων φαντασιῶν, ἡ μὲν ἀρίστη τὴν μέσην
τοῦ ὄντως ὄντος, ἡ δὲ μετ’ ἐκείνην τὴν ἐπὶ δεξιά, τὴν εὐεργέτιν, ᾗ
θεὸς ὄνομα, ἡ δὲ τρίτη τὴν ἐπὶ θάτερα, τὴν ἀρχικήν, ἣ καλεῖται κύριος.
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐστὶ μόνον BEK: (αὐτῶ αὐτῶ Α) μόνον ἐστὶ ceteii ἐστὶν αὐτὸ μόνον ὀνόματος Αrm ἐνεργεστέραν BEK
<lb/>2 πράγματος] γράμματος Arm ὧδε Κ, ὧδ’ BE: οὕτως ceteri
<lb/>3 ἐγγύτατα τῆς ἀληθείας BEK Arm: τῆς ἀληθείας ἐγγύτατα transp. ceteri εἴποιεν BE
<lb/>4 ὃς om. Arm αἱ] οἱ Mang.
<lb/>5 αἱ πρεσβύταται BEK Arm: αἱ om. ceteri ἐγγυτάτω BEK: ἐγγύταται ceteri ἡ ῥεῖν BEK Arm: ὧν ἡ μὲν ceteri 
<lb/>6 δ’ αὖ] δὲ (om. ὖ) HP βασιλική· προσαγορεύεται δὲ BEK Arm: βασιλικὴ προσαγορεύεται ὀνομάζεται F)· καὶ ceteri θεός] κύριος Α
<lb/>7 αὕτη BEK τε BEK διεκόσμη (i. e. διεκόσμει) C κύριος] θεός G
<lb/>8 γοῦν BEK
<lb/>9 παρεῖχε BEK 9.
<lb/>10 τοτὲ] ποτὲ (bis) Κ, τὸ (bis) CFG
<lb/>10 τύχη καθαρθεῖσα ΒΕΚ Arm: καθαρθεῖσα ψυχὴ ἡ ψυχὴ Η2) ceteri
<lb/>13 ἰδέαν om. CFG ἐπείγεται ΑΚ 
<lb/>14 ἔτι om. Κ
<lb/>15 ante ἐξ add. ἢ ΒΕΜΑΡ2
<lb/>16 δρωμένων] ὁρωμένων coni. Mang.: cf. ἑ 188
<lb/>18 ἐστι θεοφιλὴς BEK Arm: ἐστιν ἡ θεοφιλὴς ceteri μᾶλλον δὲ καὶ MAK: μᾶλλον δὴ καὶ BE Arm, μᾶλλον δὲ HP, ἢ δὴ C, εἰ δὴ F, εἴδη G 
<lb/>19 τοῦ] τῶ Κ
<lb/>20 ἠθῶν om. CFG ἀνθρώπων CFG, ἀνθρωπίνων om. Α 
<lb/>21 μιᾷ CFGM
<lb/>22 ὄντος ὄντως transp. CABE δεξιᾶ MF ᾖ] ἣ A 
<lb/>23 ὁ θεὸς ΒΕΚ</note>  

<pb n="v.4.p.29"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="125"><p>τὰ μὲν οὖν ἄριστα τῶν ἠθῶν τὸν καθ’ αὑτὸν ἄνευ τινὸς ὄντα θεραπεύει πρὸς μηδενὸς ἑτέρου μεθελκόμενα, τῷ τετάσθαι μοναδικῶς πρὸς τὴν
ἑνὸς τιμήν· τῶν δ’ ἄλλων τὰ μὲν διὰ τῆς εὐεργέτιδος συνίσταται καὶ
γνωρίζεται δυνάμεως τῷ πατρί, τὰ δὲ διὰ τῆς βασιλικῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="126"><p>ὃ δὲ λέγω, <lb n="5"/> τοιοῦτόν ἐστιν. ἄνθρωποι μὲν ἐπειδὰν αἴσθωνται κατὰ πρόφασιν ἑταιρείας
προσιόντας αὐτοῖς τινας ἐπὶ θήρᾳ πλεονεξιῶν, ὑποβλέπονταί τε καὶ ἀποστρέφονται
τὴν προσποίητον κολακείαν καὶ τιθασείαν αὐτῶν δεδιότες ὡς
σφόδρα ἐπιζήμιον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="127"><p>ὁ δὲ θεὸς ἅτε βλάβην οὐκ ἐπιδεχόμενος ἅπαντας τοὺς καθ’ ἡντινοῦν ἰδέαν προαιρουμένους τιμᾶν αὐτὸν ἄσμενος προσκαλεῖται,
<lb n="10"/> μηδένα σκορακίζειν ἀξιῶν τὸ παράπαν, ἀλλὰ μόνον οὐκ ἄντικρυς
τοῖς ἀκοὰς ἔχουσιν ἐν τῇ ψυχῇ θεσπίζει τάδε·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="128"><p>„τὰ μὲν πρῶτα τῶν ἄθλων κείσεται τοῖς ἐμὲ θεραπεύουσι δι’ ἐμὲ αὐτόν, τὰ δὲ δεύτερα τοῖς
δι’ ἑαυτούς, ἢ τυχεῖν ἀγαθῶν ἐλπίζουσιν ἢ τιμωριῶν ἀπαλλαγὴν εὑρήσεσθαι
προσδοκῶσι· καὶ γὰρ εἰ ἔμμισθος ἡ τῶνδε θεραπεία καὶ μὴ ἀδέκαστος,
<lb n="15"/> ἀλλ’ οὐδὲν ἧττον ἐντὸς εἱλεῖται θείων περιβόλων καὶ οὐκ ἔξω
 πλάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="129"><p>τὰ δὲ ἆθλα τοῖς  <milestone unit="altpage2" n="p. 20 M."/> μὲν ἐμὲ τιμῶσι δι’ ἐμὲ κείσεται φίλια, τοῖς δὲ διὰ τὰς χρείας φίλια μὲν οὔ, τὸ δὲ μὴ ἀλλοτρίοις νομίζεσθαι·
δέχομαι γὰρ καὶ τὸν τῆς εὐεργέτιδός μου δυνάμεως βουλόμενον μεταλαχεῖν
εἰς μετουσίαν ἀγαθῶν καὶ τὸν φόβῳ τὴν ἡγεμονικὴν καὶ δεσποτικὴν
<lb n="20"/> ἱλασκόμενον ἐξουσίαν εἰς ἀποτροπὴν κολάσεως· οὐ γὰρ ἀγνοῶ, διότι
πρὸς τῷ χείρους μὴ γίγνεσθαι καὶ βελτίους ἔσονται τῷ συνεχεῖ τῆς
θεραπείας εἱλικρινῆ καὶ καθαρὰν εὐσέβειαν ἀσκήσαντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="130"><p>εἰ γὰρ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸν ΒΕΚΗ2 Arm: τῶν ceteri κατ’ αὐτὸν CFMAP ὄνια om. FG 
<lb/>4 δὲ alt. om. Η1Ρ
<lb/>5 ἑταιρίας CFG
<lb/>6 προσιέντας BE 6.
<lb/>7 ὑποστρέφονται F
<lb/>7 προσποιητὴν MA τιθασίαν ΑΒΕ, τιθασσείαν ΚF, ἀτιθασείαν G ὡς om. BE
<lb/>8 ἐνδεχόμενος BE
<lb/>9 ἡντιναοῦν ΒΕΚΑG ἰδέαν] αἰτίαν coni. Mang. 9.
<lb/>10 προσκαλεῖται C Arm: προκαλεῖται ceteri 
<lb/>10 μονονοὺ Α, μονονοὺ καὶ Κ
<lb/>11 τοῖς] τὰς BE θεσπίζει ἐν τῆ ψυχὴ transp. BEK τάδε om. Arm
<lb/>12 ἐμαυτόν BE δὲ om. BE 
<lb/>13 ἑαυτοὺς BEK: αὑτοὺς Η2, αὐτοῦ C, αὐτοὺς ceteri ἢ τυχεῖν BEK Arm: ἡ om. ceteri ἀγαθῶν om. BE 13.
<lb/>14 εὑρήσεσθαι BEK: εὑρέσθαι CFG, εὕρασθαι MA, εὑρεῖν HP
<lb/>14 εἰ ἔμμισθος] ἔσται μισθὸς CFGA ἡ] ᾖ Mang. τῶνδε] τούτων BEK 14.
<lb/>15 καὶ μὴ ἀδέκαστος BEK Arm: καὶ μηδὲν ἀδέκαστον MAHP, κἄν μηδὲν ἀδέκαστον C, καὶ μηδένα δ’ ἕκαστον FG
<lb/>16 δ’ BEK μὲν BEK: om. ceteri 16.
<lb/>17 φιλία (bis) CFABEK
<lb/>17 οὔ] οὐδαμοῦ Κ τὸ] τῶ BE ἀλλοτρίοις ἀλλοτριοῖς C) codd.: ἀλλοτρίους v
<lb/>18 βουλόμενος Α μετασχεῖν CFG
<lb/>19 φόβον Α
<lb/>20 διότι] ὅτι CFG (fort. recte)
<lb/>21 τῳ] τὸ ABEF μὴ] μου P γίνεσθαι AP, γενέσθαι BEK
<lb/>22 ἀσκήσαντες] κτησάμενοι Arm εἰ γὰρ καὶ] καὶ γὰρ Α</note>  

<pb n="v.4.p.30"/>
μάλιστα οἱ τρόποι διαφέρουσιν, ἀφ’ ὧν ποιοῦνται τὰς πρὸς τὴν ἀρέσκειαν
ὁρμάς, οὐκ αἰτιατέον, ὅτι σκοπὸς εἷς καὶ τέλος ἕν ἐστιν αὐτοῖς, τὸ
 θεραπεύειν ἐμέ.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="131"><p>ὅτι δ’ ἡ τριττὴ φαντασία δυνάμει ἑνός ἐστιν ὑποκειμένου,
φανερὸν οὐ μόνον ἐκ τῆς ἐν ἀλληγορίᾳ θεωρίας, ἀλλὰ καὶ τῆς
ῥητῆς γραφῆς τάδε περιεχούσης· ἡνίκα μὲν γὰρ ὁ σοφὸς ἱκετεύει τοὺς <lb n="5"/>
ἐοικότας ὁδοιπόροις τρεῖς ξενισθῆναι παρ’ αὑτῷ, διαλέγεται τούτοις οὐχ
ὡς τρισίν, ἀλλ’ ὡς ἑνί, καί φησι· „κύριε, εἰ ἄρα εὗρον χάριν παρὰ
σοί, μὴ παρέλθῃς τὸν παῖδά σου“ (Gen. 18, 3)· τὸ γὰρ „κύριε“ καὶ
τὸ „παρὰ σοὶ“ καὶ τὸ „μὴ παρέλθῃς“ καὶ ὅσα τοιαῦτα πρὸς ἕνα
 πέφυκεν ἀλλ’ οὐ πρὸς πλείους λέγεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="132"><p>ἡνίκα δὲ ξενιζόμενοι φιλοφρονοῦνται <lb n="10"/>
τὸν ξενοδόχον, πάλιν εἷς ὑπισχνεῖται ὡς μόνος αὐτὸς παρὼν
γνησίου παιδὸς σπορὰν διὰ τῶνδε· "ἐπανιὼν ἥξω πρὸς σὲ κατὰ τὸν
καιρὸν τοῦτον εἰς νέωτα, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου“ (Gen. 18, 10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="133"><p><milestone unit="altref" n="26"/> Φανερώτατα μέντοι καὶ διαπονητότατα μηνύει διὰ τῶν ἑξῆς
τὸ δηλούμενον. ἡ Σοδομιτῶν χώρα, μοῖρα τῆς Χανανίτιδος γῆς, ἣν <lb n="15"/>
ὕστερον ὠνόμασαν Συρίαν Παλαιστίνην, ἀδικημάτων μυρίων ὅσων γεμισθεῖσα
καὶ μάλιστα τῶν ἐκ γαστριμαργίας καὶ λαγνείας ὅσα τε μεγέθη
καὶ πλήθη τῶν ἄλλων ἡδονῶν ἐπιτειχίσασα ἤδη παρὰ τῷ δικαστῇ τῶν
 ὅλων κατέγνωστο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="134"><p>αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας
ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ὑφ’ ΒΕΚ ποιῶνται BE τἀς om. F τὴν BEK: om. ceteri
<lb/>2 τέλος ἔνεστιν Α
<lb/>3 δ’ ἡ] δὴ G δύναμις Arm δυνάμει suspectum; cf. 2719 G ὁδοιπόρους BEK τρεῖς BEK: τρισὶ ceteri αὐτῶ codd. (v)
<lb/>7 εἰ ὄρα BEK Arm: ἄρα om. ceteri 8.
<lb/>9 τὸ γὰρ — παρέλθῃς om. Arm
<lb/>8 κύριος CG 
<lb/>9 ἓν Η1Ρ
<lb/>10 λέγεσθαι] πλέκεσθαι M
<lb/>11 τὸν ξενοδόχον BEK Arm: τὸν μὲν ξενοδόχον MAFGH, τὸ μὲν ξενοδόχον CP; τῷ μὲν ξενοδότῳ (sic) Turn. εἷς] οἷς Α 
<lb/>12 σπορὰς CFG ἐπανιὼν om. BE
<lb/>13 ἐς Κ εἰς νέωτα] εἰς ὥρας Arm καὶ ἔσται υἱὸς Σάρρᾳ τῇ γυναικί σου Arin
<lb/>14 διαπονητότατα MGH(v), ἀδιαπονητότατα AP (prob. Mang.), ἀδιαπόνητα BEK, διαπορώ(??)τατα (ω corr. ex η) F, om. in C, καὶ διαπ. om. Arm; ἀδιαπορητότατα conicio μηνύει BEK: μηνύεται ceteri 
<lb/>15 μοῖρα om. CFG χαναναιώτιδος BE post γῆς add. ἦν ΒΕΚ 
<lb/>16 συρίαν BE: σύροι ceteri; Συρίας coni. Mang. ὅσων om. BEKF Arm 
<lb/>17 ἐν γαστριμαργίαις καὶ λαγνείαις C, ἐν etiam G 17.
<lb/>18 μεγέθει καὶ πλήθει KG 
<lb/>18 ἐπιτειχίσας G, ἐπιτυχίσασα F</note> <note xml:lang="mul" type="footnote"><lb/>15 sqq. Clem. Alex. Laedag. III
<lb/>8 p. 280 P. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος . . . καταφλεγῆναι προσέταξε τὰ Σόδομα . . . γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰ κῶν</note>  

<pb n="v.4.p.31"/>
γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν
ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν“ ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν
ἀγαθά.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="135"><p>ὧν ἀδυνατοῦντες φέρειν τὸν κόρον ὥσπερ τὰ θρέμματα σκιρτῶντες ἀπαυχενίζουσι τὸν τῆς φύσεως νόμον, ἄκρατον πολὺν καὶ
<lb n="5"/> ὀψοφαγίας καὶ ὀχείας ἐκθέσμους μεταδιώκοντες· οὐ γὰρ μόνον θηλυμανοῦντες
ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες
ἄρρεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν
οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες,
ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="136"><p> εἶτ’ ἐκ τοῦ κατ’  <milestone unit="altpage2" n="p. 21 M."/> ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν <lb n="11"/> τοὺς ἄνδρας γεννηθέντας θήλειαν κατεσκεύασαν αὐτοῖς νόσον, κακὸν
δύσμαχον, οὐ μόνον τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες,
ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστέρας ἀπεργαζόμενοι, καὶ τό γε ἐπ’
αὐτοὺς ἧκον μέρος τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον· εἰ γοῦν
<lb n="15"/> Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας
ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="137"><p><milestone unit="altref" n="27"/> λαβὼν δὲ ὁ θεὸς οἶκτον ἅτε σωτὴρ καὶ φιλάνθρωπος τὰς μὲν κατὰ φύσιν ἀνδρῶν καὶ γυναικῶν συνόδους γινομένας ἕνεκα παίδων
σπορᾶς ηὔξησεν ὡς ἔνι μάλιστα, τὰς δ’ ἐκφύλους καὶ ἐκθέσμους διαμισήσας
<lb n="20"/> ἔσβεσε καὶ τοὺς ὀργῶντας ἐπὶ ταύτας προβαλόμενος οὐχὶ τὰς
ἐν ἔθει
καινουργήσας δ’ ἐκτόπους καὶ παρηλλαγμένας τιμωρίας ἐτιμωρήσατο.
<note xml:lang="mul" type="footnote"><lb/>1 εὔυδρος KMHP: ἄυδρος Α, ἔνυδρος BKCFG εὐφορία καρπῶν BEK: καρπῶν εὐφορία ceteri
<lb/>2 εἶπεν ἄν F
<lb/>4 τὸν τ. φ. νόμον C; τῶν τ. φ. νόμων ceteri 
<lb/>5 ὀψοφαγείας HP
<lb/>6 ὄντες ora. Arm
<lb/>9 ἦν om. ΒΕ βεβαιοτέρας BE νικώμενος coni. Mang.
<lb/>10 ἐθίζοντας Κ; ἐθίζειν coni. Mang.
<lb/>11 γεννηθέντας om. BEK (fort. recte) κατεσκεύασαν BEK Arm: κατεσκεύαζον ceteri αὐτοῖς Η2(ν) κακῶν BEAHP
<lb/>12 οὐ μόνον BEKArm: οὐ μόνον γὰρ ceteri γυναικοῦντοςλ M
<lb/>13 ἀγεννεστέρας BKK: ἀγεννεστάτας CMP, ἀγενεστάτας AFH, ἀγεννεστάτως G ἀπεργασάμενοι H καὶ alt. BEK Arm: om. ceteri γε BEKM: γ’ ceteri 13.
<lb/>14 ἐπ’ αὐτοὺς scripsi: ἐφ’ αὐτοῖς BE Arm, ἐφ’ ἑαυτοῖς Κ, ἐπ’ αὐτοῖς ceteri
<lb/>14 γένος ἀνθρώπων transp. H εἰ] οἱ Α οὑν ΒΕΚ 
<lb/>16 ἠρήμωντο] ἤρθησαν Κ, ἤριαν (sic) BE ἄν om. Κ λοιμώδη EF, λιμώδει KP 
<lb/>17 οἶκτον δὲ λαβὼν ὁ θεὸς Arm 18.
<lb/>19 ἕνεκα παίδων σπορᾶς om. BEK (fort. recte), σπορᾶς om. Arm
<lb/>19 ὡς ἔνι μάλιστα om. Arm καὶ om. C ἀθέσμους BEK
<lb/>20 ἐπὶ ταῦτα BEHP(v) προβαλόμενος CM: προβαλλόμενος ceteri τὰς ΚΗ2: ταῖς ceteri (v)
<lb/>21 καινουργήσας] καινουργίαις CFG(v) δὲ M ἐκτόπους BEKAH: ἐκτόποις ceteri (v) παρηλλαγμένας τιμωρίας ΒΕΚΗ: —αις—αις ceteri (v) ἐτιμωρήσατο ΒΕΚ: ἐπετιμωρήσατο ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>2 Menand. frg. 724 Kock: ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν, ὠγαθέ, τὰ λίαν ἀγαθά.</note>  

<pb n="v.4.p.32"/>
 κελεύει γὰρ ἐξαίφνης τὸν ἀέρα νεφωθέντα πολὺν ὄμβρον οὐχ</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="138"><p>ὕδατος
ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ
φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη
δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ
τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, <lb n="5"/>
 στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="139"><p>ἐπαύλεις δὲ καὶ οἰκίαι
καὶ τείχη καὶ ὅσα ἐν οἰκοδομαῖς ἰδιωτικὰ καὶ δημόσια πάντα συγκατεπίμπραντο
καὶ ἡμέρᾳ μιᾷ αἱ μὲν εὐανδροῦσαι πόλεις τάφος τῶν οἰκητόρων
ἐγεγένηντο, αἱ δ’ ἐκ λίθων καὶ ξύλων κατασκευαὶ τέφρα καὶ λεπτὴ κόνις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="140"><p>ἐπεὶ δὲ τὰ ἐν φανερῷ καὶ ὑπὲρ γῆς ἅπαντα κατανάλωσεν ἡ φλόξ, <lb n="10"/>
ἤδη καὶ τὴν γῆν αὐτὴν ἔκαιε κατωτάτω διαδῦσα καὶ τὴν ἐνυπάρχουσαν
ζωτικὴν δύναμιν ἔφθειρεν εἰς ἀγονίαν παντελῆ, ὑπὲρ τοῦ μηδ’ αὖθίς
ποτε καρπὸν ἐνεγκεῖν ἢ χλοηφορῆσαι τὸ παράπαν δυνηθῆναι· καὶ μέχρι
νῦν καίεται, τὸ γὰρ κεραύνιον πῦρ ἥκιστα σβεννύμενον ἢ νέμεται ἢ
 ἐντύφεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>