<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:101-116</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:101-116</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="101"><p>κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν  τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν  <milestone unit="altpage2" n="p. 16 M."/> ἐν ψυχαῖς σύνοδον
<lb n="21"/> ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς
ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων,
ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς
καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθ’ ἡμέρας A καὶ νύκτωρ om. Α νύκτας C παραπέλαυσε ΒΚMΑ, παραπέλευσε Ε: παραπήλαυσε ceteri
<lb/>2 καὶ σύμπας ΒΕΚ: καὶ om. ceteri συμπάσας C ὁ οἶκος αὐτῶ BEKArm: αὐτῶ ὁ οἶκος ceteri; αὐτοῦ coni. Μang. προνομία F
<lb/>3 αἰνεῖν GFG οὐχὶ BE
<lb/>4 ἀγνία M
<lb/>5 διασώζεται ΒΕΚ Arm: διεσώζετο ceteri δ’ BEK καὶ εὐσέβειαν ὁ θεὸς ΒΕΚ Arm: ὁ θεὸς καὶ εὐσέβειαν transp. ceteri
<lb/>6 ἐπιδείξασθαι BEK: ἐπιδείκνυσθαι ceteri ἀνύβριστον] ἀκίνδυνον F
<lb/>7 οὕπω ΒΕΚ: οὐδέπω ceteri διαφθαρῆναι τὸν γάμον ΒΕΚ Arm: τὸν γάμον διαφθαρῆναι transp. ceteri γάμον #x003E; coni. Wendl. coll. 21,23 ὃς om. Turn. ὀλίγων BEK Arm: om. ceteri
<lb/>9 παντὸς ΒΕΚ: ἅπαντος ceteri τὴν ἱερωσύνην P
<lb/>11 post καὶ add. ἀπὸ P
<lb/>12 τόπον] τύπον H2L (Turn.) συμβουλικῶς E
<lb/>16 εἶναι καὶ ἡγεμονικώτερον om. CFG ὃν] ὧν A
<lb/>17 ἡδονὴ A ἔλαβεν Arm ὃν] ὧν Α
<lb/>18 ἐναντιότατοι EKF δ’ BEK
<lb/>20 γονὴν δ’ ὑποδέχεται BEK Arm: γονήν, ὑποδέχεται δὲ ceteri
<lb/>21 ἔχειν γυναικὸς transp. HP συμβουλὰς ΒΚ
<lb/>22 καὶ λόγους σπουδαίους om. Arm 
<lb/>23 ἀνδρῶν Κ
<lb/>24 καὶ θείας om. Arm ἢ] ἡ BP</note>  

<pb n="v.4.p.24"/>
ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει
 χαρακτῆρος ἐν φωναῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="102"><p>εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας
γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν
ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων
καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος <lb n="5"/>
καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="103"><p> αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. <milestone unit="altref" n="21"/> ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι
τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται
δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου
βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος <lb n="10"/>
ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ
ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος,
καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="104"><p>ὅπερ κατιδὼν ὁ ἔφορος — μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν
— ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος <lb n="15"/>
κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν
τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει;
βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια·
στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ
 ἄδικος δικαιοσύνης ἐπαινουμένης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="105"><p>μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν <lb n="20"/>
δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν,
ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται,
καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι,
ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπειδήπερ BEK: ἐπείπερ ceteri
<lb/>2 τι F ἐπισκευαζούσας CG ἀπαμφιάσας Η: ἀναπαμφιάσας Α, ἀπαμφιέσας ε corr. ex α) E, ἀπαμφιέσας BKP, ἐναπαμφιέσας CFGM 
<lb/>3 διότι] ὅτι vel δὴ ὅτι conicio 4.
<lb/>5 καὶ καλὰς—ὑπηχεῖ om. Arm
<lb/>5 ὑφηχεῖ Ε, ὑφηγεῖται (γεῖται in ras.) Β δὲ ΒΕΚ: δ’ ccteri καὶ παιδευόμενος om. 
<lb/>7 αὐτῶ τοῦτο μόνον ἐστὶ BEK, τοῦτο αὐτῷ μόνον ἐστὶ Arm: ἐστὶν post πάθος (6) transp. ceteri
<lb/>9 αὐτῆς] αὐτοῖς ’P πράγμασιν Κ
<lb/>10 συμβουλικῶς E νοῦς φιλοσώματος BEK Arm: ὁ νοῦς ὁ φιλοσώματος ceteri ·καθυποκρινάμενος C II ἐπιμορφάζειν Κ
<lb/>12 ἀκροατὴς ’P’
<lb/>13 καὶ om. Κ
<lb/>14 θεῶ BEK: τῶ θεῶ ceteri
<lb/>15 ἐμίσησε BEK: ἐμίσησέ τε ceteri ἀπεβάλετο ΒΕ, ἀπεβάλλετο Κ
<lb/>16 διά τινων ΜΑ ἢ codd.: ἦ v
<lb/>17 ἐπεξιόντα coni. Mang. τιτρώσκει ΒΕΚ Arm: πικρῶς ceteri
<lb/>18 ὀλιγοδέεια BEMP, ὀλιγόδειαν v 
<lb/>19 δὲ om. ΒΕ
<lb/>20 μίαν . . . ψυχὴν ABE Arm: μιᾷ . . . ψυχὴ ceteri 
<lb/>21 φύσει CFG 21.
<lb/>22 συναχθῶσιν Κ
<lb/>23 ᾖ] ἡ Α
<lb/>24 ὅταν ΒΕΚ: ἐπὰν ceteri χειρῶν Κ (Mang.): χεῖρον BE, χείρονα ceteri ἄμιλλα BE τὰς ἰδίας δυνάμεις ΒΕ</note>  

<pb n="v.4.p.25"/>
πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ
χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα
θαρρήσῃ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="106"><p>κακίαν μὲν γὰρ ἡττᾶσθαι οὐκ αἰσχρόν, ᾗ συγγενὲς ἀδοξία, ἀρετὴν δὲ ὄνειδος, ᾗ πάντων οἰκειότατον εὔκλεια, δι’ ἣν πέφυκε νικᾶν ἢ
<lb n="5"/> διατηρεῖν αὑτὴν ἀήττητον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="107"><p><milestone unit="altref" n="22"/> Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας
  <milestone unit="altpage2" n="p. 17 M."/> θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας — οἱ δὲ θειοτέρας ὄντες
φύσεως ἐλελήθεσαν — προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ
<lb n="10"/> τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ
ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες
ἐπινεύουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="108"><p>πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον
καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν,“ αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας,
<lb n="15"/> ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="109"><p>ὁ δὲ καταθύσας σκευάζει τάχιστα· βραδὺς γὰρ οὐδεὶς πρὸς φιλανθρωπίαν ἐν οἴκῳ σοφοῦ,
ἀλλὰ καὶ γυναῖκες καὶ ἄνδρες καὶ δοῦλοι καὶ ἐλεύθεροι προθυμότατοι
πρὸς τὰς τῶν ξενιζομένων ὑπηρεσίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="110"><p>ἑστιαθέντες δ’ οὐ τοῖς εὐτρεπισθεῖσι μᾶλλον ἢ τῇ τοῦ ξενοδόχου γνώμῃ καὶ πολλῇ τινι καὶ ἀπεράντῳ φιλοτιμίᾳ
<lb n="20"/> παρέχουσιν ἆθλον ἐλπίδος μεῖζον αὐτῷ, υἱοῦ γνησίου γένεσιν εἰς νέωτα
βεβαιωθησομένην ὑποσχόμενοι δι’ ἑνὸς τοῦ τῶν τριῶν ἀρίστου — λέγειν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἶνα BEK ἰσχύει ΑΚ συνίστηται MFG, συνίσταται GA εἰ alt.] ἡ Α δὲ BE
<lb/>2 χρῶντο Α μηδὲν P
<lb/>3 θαρρήσει F, θαρσήσῃ K, θαρσῆσαι BE κακίαν ΒΚ: κακία ceteri (κακίᾳ v) ἦ] ἡ Α
<lb/>4 ἀρετὴν BEK: ἀρετὴ ceteri (v) δ’ BEK ᾖ] ἢ Α εὔκλειαν Α πέφυκε νικᾶν BEK: πέφυκεν ἡ νικᾶν ceteri
<lb/>5 αὐτὴν F: αὑτὴν αὐτὴν P, αὐτὴν αὑτὴν Η1, αὐτὴ αὑτὴν Η2(ν), αὐτὴν ceteri
<lb/>7 θαυμάσασθαι L (Turn.) ante μεσημβρίας add. τῶ καιρῶ Α μεσημβρίαν BE S ὄντας E
<lb/>9 ἐλελήθεσαν BEK: ἐλελήθεισαν CFGMP, ἐληλύθεισαν ΑΗ προσλαβὼν BE αὐτοῦ codd. (v)
<lb/>10 εἰσεληλυθότας BEK: εἰσελθόντας ceteri οἲ BM
<lb/>11 εἰδότες] ἰδόντες BE
<lb/>12 πάντες C ἐσπούδαζεν BEK: ἔσπευδεν celeri
<lb/>13 ὑπο δοχῆς BEK: ἀποδοχῆς ceteri
<lb/>14 ἐγκρυφίων codd. (v) δ’ BEK 
<lb/>17 καὶ δοῦλοι καὶ ἐλεύθεροι BEKArtn: καὶ ἐλεύθεροι καὶ δοῦλοι transp. ceteri 
<lb/>18 δ’ om. Α οὐ τοῖς] οὕτως C
<lb/>19 καὶ πολλῇ—φιλοτιμίᾳ om. Arm καὶ alt. om. Κ
<lb/>20 ἐλπίδος om. BE υἱοῦ τοῦ γνησίου H(v) ἐς Κ 
<lb/>21 τὸ βεβαιωθησόμενον BE, βεβαιωθησομένην om. Arm. ὑποσχομένου (om. δι’) Arm τοῦ et ἀρίστου om. Arm τοῦ τῶν] τούτων Α</note> <note xml:lang="lat" type="footnote"><lb/>7 sqq. Gen. 18,1 sqq.
<lb/>16 Origenes Homil. in Genes. IV
<lb/>1 (t. VIII p. 163 Lomm.) „Puer, inquit, festinavit facere eum." ipse currit, uxor festinat, puer accelerat: nullus piger est in domo sapientis.</note>  

<pb n="v.4.p.26"/>
γὰρ ἐν ταὐτῷ πάντας ἀθρόους ἦν ἀφιλόσοφον, ἑνὶ δὲ λέγοντι τοὺς ἄλλους
 συνεπινεύειν ἐμπρεπές—.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="111"><p>ἀλλὰ γὰρ οὐδ’ ὑπισχνουμένοις ἕνεκα τοῦ περὶ
τὸ πρᾶγμα ἀπίστου βεβαίως προσεῖχον· ἤδη γὰρ ὑπερήλικες γεγονότες
 διὰ μακρὸν γῆρας ἀπεγνώκεσαν παιδὸς σποράν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="112"><p>ἀκούσασαν οὖν τὴν
γυναῖκα ἐν ἀρχῇ φησι γελάσαι καὶ μετὰ ταῦτα, εἰπόντων "μὴ ἀδυνατεῖ <lb n="5"/>
παρὰ τῷ θεῷ πᾶν ῥῆμα;“ καταιδεσθεῖσαν ἠρνῆσθαι τὸν γέλωτα· πάντα
γὰρ ᾔδει θεῷ δυνατὰ σχεδὸν ἐξ ἔτι σπαργάνων τουτὶ τὸ δόγμα προμαθοῦσα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="113"><p>τότε μοι δοκεῖ πρῶτον οὐκέθ’ ὁμοίαν τῶν ὁρωμένων λαβεῖν φαντασίαν,
ἀλλὰ σεμνοτέραν ἢ προφητῶν ἢ ἀγγέλων μεταβαλόντων ἀπὸ πνευματικῆς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="114"><p> καὶ ψυχοειδοῦς οὐσίας εἰς ἀνθρωπόμορφον ἰδέαν. <milestone unit="altref" n="23"/> τὸ μὲν οὖν <lb n="10"/>
φιλόξενον τοῦ ἀνδρὸς εἴρηται, πάρεργον ὂν ἀρετῆς μείζονος· ἡ δ’ ἀρετὴ
θεοσέβεια, περὶ ἧς καὶ πρότερον εἴπομεν, ἧς δεῖγμα σαφέστατον τὰ νῦν
 λεχθέντα ἐστὶν ὡς ἐπὶ ξένων ἀνδρῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="115"><p>εἰ δ’ εὐδαίμονα καὶ μακάριον
οἶκον ὑπέλαβον εἶναί τινες, ἐν ᾧ συνέβη καταχθῆναι καὶ ἐνδιατρῖψαι
σοφούς, οὐκ ἂν ἀξιώσαντας ἀλλ’ οὐδ’ ὅσον διακῦψαι μόνον, εἴ τι πάθος <lb n="15"/>
ἐνεώρων ταῖς ψυχαῖς τῶν ἔνδον ὄντων ἀνίατον, ἐγὼ δὲ οὐκ οἶδα, τίνα
ὑπερβολὴν εὐδαιμονίας καὶ μακαριότητος εἶναι φῶ περὶ τὴν οἰκίαν, ἐν
ᾗ καταχθῆναι καὶ ξενίων λαχεῖν ὑπέμειναν ἄγγελοι πρὸς ἀνθρώπους,
ἱεραὶ καὶ θεῖαι φύσεις, ὑποδιάκονοι καὶ ὕπαρχοι τοῦ πρώτου θεοῦ,
<milestone unit="altpage1" n="p. 18 Μ."/>  δι’ ὧν οἷα πρεσβευτῶν ὅσα ἂν θελήσῃ τῷ γένει ἡμῶν προθεσπίσαι
 διαγγέλλει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="116"><p>πῶς γὰρ ἂν τὴν ἀρχὴν εἰσελθεῖν ὑπέμειναν, εἰ μὴ καθάπερ <lb n="21"/>
νεὼς εὖ συντεταγμένον πλήρωμα τοὺς ἔνδον ἅπαντας ᾔδεσαν ἑνὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ταὐτῶ BEK: τῶ αὐτῶ ceteri
<lb/>2 ἐμπρεπές BKMA: εὐπρεπές ceteri οὐδ’ codd.: οὐχ Turn. Mang. ὑπισχνουμένους HP, ὑπισχνουμένης Α
<lb/>4 ἀπεγνώκεσαν BEK: ἀπέγνωσαν ceteri παίδων coni. Mang. οὑν BEK: γοῦν ceteri 4.
<lb/>5 τὴν γυναῖκα ἐν ἀρχῆ BEK: ἐν ἀρχὴ τὴν γυναῖκα transp. ceteri
<lb/>5 γελάσαι φησὶ transp. Κ φησὶ BEK: φασὶ ceteri ταῦτ’ CFGMA G τῶ θεῶ BEK: θεῶ ΜΑΗ2, θεοῦ CFGH1P πᾶν ῥῆμα BEK: πᾶν om. ceteri ἠρνῆσθαι Κ, ἠρνεῖσθαι BE: ἀρνήσασθαι ceteri
<lb/>8 πρῶτον om. Arm ὁμοίαν CBEK: ὅμοιον ceteri, ὁμοίως Arm
<lb/>9 προφητῶν BEK: προφητῶν τινων ceteri μεταβαλλόντων MFG(v)
<lb/>10 ἰδέαν] οὐσίαν P
<lb/>11 ὂν] ἦν Α ἀρετῆς μείζονος BEK Arm: μείζονος ἀρετῆς ceteri
<lb/>12 εἴπομεν] εἴρηται BEK ἧς] εἰς F σαφέστερον BE
<lb/>13 εἰ δ’] ἦς BE, εἰς Arm 13.
<lb/>14 μακάριον οἶκον BEK Arm: οἶκον post τινες transp. ceteri
<lb/>14 καταταχθῆναι Α, καταχθῆναι om. CFG διατρῖψαι CFG
<lb/>15 ἀξιώσαντας] ἀνακύψαντας BE οὐδ’ ΒΕΚ: οὐδὲ ceteri 
<lb/>16 ἐνεώρων BEK: ἑώρων ceteri ὄντων BEK Arm: om. ceteri post ἀνίατον add. ὄν BE δ’ ΒΕΚ
<lb/>17 φῶ] ἐφ’ ὧ BE
<lb/>18 καταταχθῆναι Α ἀγγέλων Κ ἀνθρώπων C
<lb/>20 ἡμῶν om. BE 
<lb/>21 διαστέλλει CFG ἂν om. BEK
<lb/>22 συντεταγμένης Arm τοὺς] τῆς C πάντας ΗΡ</note>  

<pb n="v.4.p.27"/>
πειθαρχοῦντας κελεύσματι τῷ τοῦ προεστηκότος ὡσανεὶ κυβερνήτου; πῶς δ’
ἂν ἑστιωμένων καὶ ξενιζομένων παρέσχον ὑπόληψιν, εἰ μὴ τὸν ἑστιάτορα
συγγενῆ καὶ ὁμόδουλον ἡγοῦντο τῷ αὐτῶν προσπεφευγότα δεσπότῃ;
νομιστέον μέντοι καὶ κατὰ τὴν εἴσοδον αὐτῶν ἔτι μᾶλλον ἐπιδοῦναι πάντα
<lb n="5"/> τὰ μέρη τῆς οἰκίας πρὸς τὸ βέλτιον αὔρᾳ τινὶ τελειοτάτης ἀρετῆς ἐπιπνευσθέντα.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>