<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:101-104</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:101-104</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="101"><p>κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν  τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν  <milestone unit="altpage2" n="p. 16 M."/> ἐν ψυχαῖς σύνοδον
<lb n="21"/> ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς
ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων,
ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς
καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθ’ ἡμέρας A καὶ νύκτωρ om. Α νύκτας C παραπέλαυσε ΒΚMΑ, παραπέλευσε Ε: παραπήλαυσε ceteri
<lb/>2 καὶ σύμπας ΒΕΚ: καὶ om. ceteri συμπάσας C ὁ οἶκος αὐτῶ BEKArm: αὐτῶ ὁ οἶκος ceteri; αὐτοῦ coni. Μang. προνομία F
<lb/>3 αἰνεῖν GFG οὐχὶ BE
<lb/>4 ἀγνία M
<lb/>5 διασώζεται ΒΕΚ Arm: διεσώζετο ceteri δ’ BEK καὶ εὐσέβειαν ὁ θεὸς ΒΕΚ Arm: ὁ θεὸς καὶ εὐσέβειαν transp. ceteri
<lb/>6 ἐπιδείξασθαι BEK: ἐπιδείκνυσθαι ceteri ἀνύβριστον] ἀκίνδυνον F
<lb/>7 οὕπω ΒΕΚ: οὐδέπω ceteri διαφθαρῆναι τὸν γάμον ΒΕΚ Arm: τὸν γάμον διαφθαρῆναι transp. ceteri γάμον #x003E; coni. Wendl. coll. 21,23 ὃς om. Turn. ὀλίγων BEK Arm: om. ceteri
<lb/>9 παντὸς ΒΕΚ: ἅπαντος ceteri τὴν ἱερωσύνην P
<lb/>11 post καὶ add. ἀπὸ P
<lb/>12 τόπον] τύπον H2L (Turn.) συμβουλικῶς E
<lb/>16 εἶναι καὶ ἡγεμονικώτερον om. CFG ὃν] ὧν A
<lb/>17 ἡδονὴ A ἔλαβεν Arm ὃν] ὧν Α
<lb/>18 ἐναντιότατοι EKF δ’ BEK
<lb/>20 γονὴν δ’ ὑποδέχεται BEK Arm: γονήν, ὑποδέχεται δὲ ceteri
<lb/>21 ἔχειν γυναικὸς transp. HP συμβουλὰς ΒΚ
<lb/>22 καὶ λόγους σπουδαίους om. Arm 
<lb/>23 ἀνδρῶν Κ
<lb/>24 καὶ θείας om. Arm ἢ] ἡ BP</note>  

<pb n="v.4.p.24"/>
ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει
 χαρακτῆρος ἐν φωναῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="102"><p>εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας
γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν
ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων
καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος <lb n="5"/>
καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="103"><p> αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. <milestone unit="altref" n="21"/> ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι
τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται
δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου
βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος <lb n="10"/>
ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ
ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος,
καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="104"><p>ὅπερ κατιδὼν ὁ ἔφορος — μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν
— ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος <lb n="15"/>
κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν
τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει;
βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια·
στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ
 ἄδικος δικαιοσύνης ἐπαινουμένης.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>