<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:91-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:91-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="91"><p> 48). <milestone unit="altref" n="15"/> τοιοῦτος μέν τις ὁ Ἰωσὴφ ἐκ τῶν γνωρισμάτων γνωρίζεται·
ὁ δὲ Ψονθομφανὴχ ποῖός ἐστι, θεασώμεθα. ἑρμηνεύεται οὖν
<note xml:lang="mul" type="footnote"><lb/>1 γεννητῷ codd. καταβάλῃ scripsi: μεταβάλῃ codd.
<lb/>2 γὰρ] ἄρ’ coni. Mang. 
<lb/>5 χρώμενα Hoesch.
<lb/>12 <add>τῶν</add> τοῦ conicio
<lb/>14 εἰσαεὶ codd. scripsi (cf. § 83): διδακτὴ codd. 14.
<lb/>15 ἀσκητὴ Mang., #x003E; ἀσκητικὴ conicio 
<lb/>19 ὅσιον coni. Mang. ἐνδέον coni.Mang.
<lb/>20 οὐχ <add>οὕτως</add> conicio
<lb/>24 θεραπεία Β, fort. recte</note>  

<pb n="v.3.p.173"/>
ἐν ἀποκρίσει στόμα κρῖνον. οἴεται γὰρ πᾶς ἄφρων τὸν πολυχρήματον
καὶ περιρρεόμενον ταῖς ἐκτὸς οὐσίαις εὐθὺς εἶναι καὶ εὐλόγιστον, ἱκανὸν
μὲν πρὸς ἃ ἂν πύθηταί τις ἀποκρίνασθαι, ἱκανὸν δὲ καὶ δι’ ἑαυτοῦ
γνώμας εἰσηγήσασθαι συμφερούσας, καὶ συνόλως τὸ φρόνιμον ἐν τῷ
<lb n="5"/> τυχηρῷ τίθεται, δέον ἔμπαλιν τὸ τυχηρὸν ἐν τῷ φρονίμῳ· ἄξιον γὰρ
τὸ ἄστατον ὑπὸ τοῦ ἑστῶτος ἡνιοχεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="92"><p>καὶ μὴν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμογάστριον ὁ μὲν πατὴρ Βενιαμίν, ἡ δὲ μήτηρ υἱὸν ὀδύνης προςαγορεύει
(Gen. 35,18), φυσικώτατα· μεταληφθεὶς γὰρ ὁ Βενιαμίν ἐστιν
υἱὸς ἡμερῶν, ἡμέρα δὲ τῷ ἀφ’ ἡλίου αἰσθητῷ φωτὶ καταλάμπεται,
<lb n="10"/> τούτῳ δὲ τὴν κενὴν δόξαν ἐξομοιοῦμεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="93"><p>ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις
ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν
πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς
ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ
 φέγγους καὶ τῆς περὶ τὴν  <milestone unit="altpage2" n="p. 593 M."/> κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="94"><p>τοῦτο <lb n="16"/> ὁ πρεσβύτερος λόγος καὶ πατὴρ ὄντως εὐθυβόλον καὶ κύριον ὄνομα αὐτῷ
τίθεται, ἡ δὲ παθοῦσα ψυχὴ τὸ ᾧ πέπονθεν ἁρμόττον· ὀδύνης γὰρ υἱὸν
καλεῖ. διὰ τί; ὅτι οἱ ἐν ταῖς κεναῖς φερόμενοι δόξαις ὑπολαμβάνονται
μὲν εὐδαιμονεῖν, πρὸς ἀλήθειαν δὲ κακοδαιμονοῦσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="95"><p>τὰ γὰρ ἀντιπνέοντα <lb n="20"/> πολλά, βασκανία, φθόνοι, συνεχεῖς ἔριδες, φιλονεικίαι ἀκατάλλακτοι μέχρι
θανάτου, δυσμένειαι παισὶ παίδων κατὰ διαδοχὰς παραδιδόμεναι, κλῆρος
οὐ κτητός. ἀναγκαίως οὖν ὁ θεοφράδμων ἐν αὐταῖς ὠδῖσιν ἀποθνῄσκουσαν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="96"><p>ἣ τίκτει κενοδοξίαν, παρέστησεν· „ἀπέθανε“ γάρ φησι „Ῥαχὴλ
δυστοκήσασα“ (Gen. 35, 16. 19), ἐπειδὴ τῷ ὄντι ψυχῆς ἐστι θάνατος
<lb n="25"/> δόξης αἰσθητῆς καὶ κενῆς σπορά τε καὶ γέννησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="97"><p><milestone unit="altref" n="16"/> Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ,
Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν
Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ
<lb n="30"/> Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι“ (Gen. 48,5). τίνα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐν ἀποκρύψει στόμα ἀποκρινόμενον coni. Mang.
<lb/>2 οὐσίαις] ὕλαις coni. Mang. 
<lb/>4 φρόνημα B
<lb/>8 μεταληφθῆς Α
<lb/>11 παρὰ Β2: περὶ A (B1)
<lb/>17 τῷ ὃ coni. Mang. ᾦ] ὃ Β
<lb/>18 φυρόμενοι coni. Mang., fort. recte; v. Quis rer. div. her. § 234
<lb/>20 βασκανίαι conicio μέχρις Α
<lb/>22 οὐκ εὐκτός coni. Markland, ἄκληρος conicio
<lb/>23 ἢ Β2: ἣν ΑΒ1
<lb/>25 δόξης αὗ θνητῆς τε καὶ coni. Mang.
<lb/>26 Ἰωσὴφ in ras. Β Εὐφραΐμ Β οὐ om. Β
<lb/>27 ἐξομοιοῦντο Α
<lb/>28 Ῥουβήν scripsi: Ῥουβίμ codd., item lin. 30. 174,1
<lb/>29 με Β2: μὴ ΑΒ1
<lb/>30 Μανασσῆ Α</note>  

<pb n="v.3.p.174"/>
 οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="98"><p>Ῥουβὴν μὲν
σύμβολον εὐφυΐας ἐστίν — ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ
εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός —, Ἐφραῒμ δέ, ὡς πολλάκις
εἴπομεν ἐν ἑτέροις, μνήμης — μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς
δὲ ψυχῆς ἄριστος ἡ μνήμη —· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] <lb n="5"/>
 ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="99"><p>πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως
καὶ διδασκαλίας ἐστίν — εἰσακοὴ γὰρ ἑρμηνεύεται —, μανθάνοντος δ’
ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως
 σύμβολον· καλεῖται γὰρ ἐκ λήθης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="100"><p>τῷ δ’ ἐκ λήθης ἔξω
προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ <lb n="10"/>
ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα
μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ.
τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς
 παλιρροίας ἀνάμνησις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>