<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="61"><p>καὶ πρῴην ἤκουσα χλευάζοντος καὶ κατακερτομοῦντος ἀνδρὸς ἀθέου καὶ <lb n="30"/> ἀσεβοῦς, ὃς ἐτόλμα λέγειν· μεγάλαι δὴ καὶ ὑπερβάλλουσαι δωρεαί, ἅς
φησι Μωυσῆς τὸν ἡγεμόνα τῶν ὅλων ὀρέγειν· στοιχείου <add>γὰρ</add>
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτῆς codd.
<lb/>3 δεόντων coni. Mang.
<lb/>4 γλῶσσαν Α
<lb/>5 πλήξειε scripsi: πλήξει codd., πλήξῃ coni. Mang.
<lb/>7 ἀνάγοι coni. Mang.
<lb/>9 αὑτόν scripsi: αὐτὸν codd. τρόπον #x003E; coni. Mang.
<lb/>12 παντοίας Mang.: ταντοίων codd.
<lb/>15 ἀνωτάτω conicio 16.
<lb/>17 ὡς ἐνῆν—μου om. 
<lb/>26 ἐμφανὲς coni. Mang.
<lb/>27 μετὰ] δίχα conicio, <add>οὐ</add> μετὰ vel μετ’ <add>οὐκ</add> Cohn; haec enim cum φαυλίσαντες coniungenda videntur
<lb/>30 δὴ Mang.: δὲ codd, 
<lb/>31 Μωσῆς Α γὰρ addidi</note>  

<pb n="v.3.p.168"/>
τοῦ ἑνὸς ἄλφα, [στοιχείῳ περιττεύει] καὶ πάλιν ἑτέρᾳ προσθέσει τοῦ
ῥῶ θαυμαστὴν ἡλίκην ἔδοξεν εὐεργεσίαν παρεσχῆσθαι * * * τὴν Ἀβρὰμ
γυναῖκα Σάραν Σάρραν ὠνόμασε δὶς τὸ ῥῶ παραλαβών· καὶ ὅσα ὁμοιότροπα
 συνείρων ἀπνευστὶ καὶ ἐπισαρκάζων ἅμα διεξῄει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="62"><p>τῆς μὲν οὖν
φρενοβλαβείας οὐκ εἰς μακρὰν ἔδωκε τὴν ἁρμόζουσαν δίκην· ἀπὸ γὰρ <lb n="5"/>
μικρᾶς καὶ τῆς τυχούσης προφάσεως ἐπ’ ἀγχόνην ᾖξεν, ἵν’ ὁ μιαρὸς
καὶ δυσκάθαρτος μηδὲ καθαρῷ θανάτῳ τελευτήσῃ. <milestone unit="altref" n="9"/> δικαίως δ’ ἂν
ἡμεῖς ὑπὲρ τοῦ μὴ καὶ ἕτερον τοῖς αὐτοῖς ἁλῶναι τὰς ὑπονοίας ἐκκόψαιμεν,
φυσιολογοῦντες καὶ ἀποδεικνύντες τὰ λεγόμενα ταῦτα πάσης
 ἐπάξια σπουδῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="63"><p>οὐ <add>γὰρ</add> γράμματα ἄφωνα ἢ φωνήεντα ἢ συνόλως <lb n="10"/>
ῥήματα καὶ ὀνόματα χαρίζεται ὁ θεός, <milestone unit="altpage1" n="p. 588 M."/>  ὁπότε καὶ γεννήσας φυτά τε
αὖ καὶ ζῷα ἐκάλεσεν ὡς πρὸς ἡγεμόνα τὸν ἄνθρωπον, ὃν ἐκ πάντων
δι’ ἐπιστήμην ἐχώρισεν, ἵν’ ἑκάστοις τὰ οἰκεῖα ὀνόματα θῆται· „πᾶν“
γάρ φησιν „ὃ ἂν ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα τοῦ κληθέντος ἦν“
 (Gen. 2,19).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="64"><p>εἶθ’ ὅπου οὐδὲ τὰς ὁλοκλήρους θέσεις τῶν ὀνομάτων ὁ <lb n="15"/>
θεὸς ἠξίωσεν ἐπιφημίζειν, ἐπιτρέψας ἀνδρὶ σοφῷ, τῷ γένους ἀνθρώπων
ἀρχηγέτῃ, τὸ ἔργον, ὑπονοεῖν ἄξιον, ὅτι μέρη τῶν ὀνομάτων ἢ
συλλαβὰς ἢ γράμματα, οὐ φωνήεντα μόνον, ἀλλὰ καὶ ἄφωνα, αὐτὸς
προσετίθει καὶ μεθήρμοζε, καὶ ταῦτ’ ἐπὶ προφάσει δωρεᾶς καὶ ὑπερβαλλούσης
 εὐεργεσίας; οὐκ ἔστιν εἰπεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="65"><p>ἀλλὰ τὰ τοιαῦτα χαρακτῆρες <lb n="20"/>
δυνάμεών εἰσι, βραχεῖς μεγάλων, αἰσθητοὶ νοητῶν, φανεροὶ ἀδήλων· αἱ
δὲ δυνάμεις ἐν δόγμασιν ἀρίστοις, ἐν ἀψευδέσι καὶ καθαραῖς ὑπολήψεσιν,
ἐν ψυχῆς βελτιώσεσιν ἐξετάζονται. τὸν δὲ ἔλεγχον λαμβάνειν εὐμαρὲς
<note xml:lang="mul" type="footnote"><lb/>1 στοιχείῳ περιττεύει seclusi, στοιχείου περιττοῦ Markland ἑτέρου conicio προσθέσει scripsi: προσθείς codd., προσθήκῃ Markland τοῦ scripsi: τὸ codd. 
<lb/>2 <add>τὸν μέν γάρ Ἀβρὰμ Ἀβραάμ προσθεὶς ἕτερον ἄλφα καὶ</add> τὴν conicio add. δὲ Mang. Ἄβραμ B
<lb/>3 τὸ Hoesch.: τὴν codd. 4.
<lb/>5 οὗν φρενοβλαβείας scripsi: φρενοβλαβείας οὑν codd.
<lb/>8 καὶ om. Β τὰς <add>τοιαύτας</add> #x003E; ὑπονοίας coni. Mang.
<lb/>9 ταῦτα Β: ταῦτα τὰ A ἀπάσης (om. τὰ) coni. Mang.
<lb/>10 γὰρ addidi φωνάεντα A
<lb/>11 γεννήσας] alterum ν erasit Β
<lb/>12 ὃν scripsi: ὃς codd. 12.
<lb/>13 ὃς καὶ πάντων δι’ ἐπιστήμης ἐχώρησε coni. Mang.
<lb/>13 πᾶν ex LXX Mang.: πάντα codd.
<lb/>14 ὁ] αὐτὸ conicio 
<lb/>15 ὁπότε coni. Cohn 16.
<lb/>17 ἀρχηγέτῃ ἀνθρώπων Β
<lb/>18 φωνάεντα AB 
<lb/>23 ψυχῆς βελτιώσεσιν Mang.: ψυχαῖς βελτίοσιν codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>20 sqq. Orig. Comment. in Gen. p.
<lb/>30 (ad Gen. 17,5): τὰς ἑρμηνείας τῶν ὀνομάτων ζήτει· δυνάμει γάρ ὠνομάσθησαν ὑπό τοῦ ἁγίου πνεύματος. ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεων ἐστι καὶ καταστάσεων καὶ δυνάμεων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζομένου. Homil. in Num. XXV
<lb/>3 p. 366 (cf. etiam Philonis quaest. in Gen. III § 43).</note>  

<pb n="v.3.p.169"/>
τὴν ἀρχὴν ποιησαμένοις ἀπὸ τοῦ νυνὶ μετονομασθέντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="66"><p>Ἀβρὰμ γὰρ ἑρμηνεύεται μετέωρος πατήρ, Ἀβραὰμ δὲ πατὴρ ἐκλεκτὸς ἠχοῦς. ᾗ δὲ
διαφέρει ταῦτ’ ἀλλήλων, εἰσόμεθα σαφέστερον, ἐπειδὰν τὸ δηλούμενον
ὑφ’ ἑκατέρου πρότερον ἀναγνῶμεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="67"><p>μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν <lb n="5"/> τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια,
μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες
αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν
πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν,
μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως,
<lb n="10"/> ἀπλανοῦς τε καὶ πεπλανημένης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="68"><p>ἡ γὰρ τούτων ἐξέτασις οὐκ ἀφυοῦς καὶ ἀγόνου ψυχῆς ἐστιν, ἀλλ’ ἐν τοῖς μάλιστα εὐφυοῦς καὶ δυναμένης
ὁλόκληρα καὶ τέλεια γεννᾶν ἔγγονα. διὸ καὶ τὸν μετεωρολογικὸν „πατέρα“
εἶπεν, ὅτι οὐκ ἄγονος σοφίας. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="10"/> τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία,
<lb n="15"/> πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν
εἶναι λόγον — τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον —,
τούτου δὲ πατέρα τὸν νοῦν — ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς
 φέρεται τὸ τοῦ λόγου νᾶμα —,  <milestone unit="altpage2" n="p, 589 M."/> ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ
ἄριστον, ἐν τούτῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="70"><p>κατὰ μὲν οὖν τοὺς προτέρους χαρακτῆρας ὁ φιλομαθὴς <lb n="20"/> καὶ μετεωρολέσχης ἐσκιαγραφεῖτο, κατὰ δὲ τοὺς ἀρτίως ὑποτυπωθέντας
ὁ φιλόσοφος, μᾶλλον δ’ ὁ σοφὸς ἐδηλοῦτο. μηκέτ’ οὖν ὀνομάτων
ἀλλαγὴν ὑπολάβῃς χαρίζεσθαι τὸ θεῖον, ἀλλὰ διὰ συμβόλων ἠθῶν
ἐπανόρθωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="71"><p>τὸν γὰρ πραγματευόμενον τὰ περὶ φύσεως οὐρανοῦ πρότερον, ὃν μαθηματικὸν ἔνιοι προσαγορεύουσιν, ἐπὶ τὴν μετουσίαν καλέσας
<lb n="25"/> ἀρετῆς σοφὸν καὶ ἀπέδειξε καὶ ὠνόμασεν, ἐπιφημίσας τὸν μεταχαραχθέντα
τρόπον, ὡς μὲν Ἑβραῖοι εἴποιεν ἄν, Ἀβραάμ, ὡς δ’ ἂν Ἕλληνες,
πατέρα ἐκλεκτὸν ἠχοῦς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="72"><p>τίνος γάρ, φησίν, ἕνεκα χορείας καὶ περιόδους ἀστέρων ἐρευνᾷς καὶ τοσοῦτον ἀπὸ γῆς ἄνω πρὸς αἰθέρα πεπήδηκας;
ἆρ’ ἵνα αὐτὸ μόνον τὰ ἐκεῖ περιεργάσῃ; καὶ τίς ἐκ τῆς τοσαύτης περιεργίας
<lb n="30"/> γένοιτ’ ἂν ὠφέλεια; τίς καθαίρεσις ἡδονῆς; τίς ἐπιθυμίας ἀνατροπή;
τίς λύπης ἢ φόβου κατάλυσις; ποία παθῶν, ἃ κλονεῖ καὶ συγχεῖ
τὴν ψυχήν, ἐκτομή;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="73"><p>καθάπερ γὰρ δένδρων οὐδὲν ὄφελος, εἰ μὴ καρπῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 Ἄβραμ Β
<lb/>4 ὑφ᾿ scripsi: ἀφ᾿ codd. ἀναγνῶμεν] ἀνοίγωμεν coni. Mang., ἀκριβώσωμεν (cf. lin. 14) vel ἐρευνήσωμεν e gr. conicio, γνῶμεν coni. Cohn
<lb/>8 πέρι codd. 
<lb/>13 Ἄβραμ B
<lb/>16 ἠχοῦν coni.Mang.
<lb/>20 ἐσκιογραφεῖτο A
<lb/>29 ἵν᾿ B τοιαύτης conicio</note> <note xml:lang="lat" type="footnote"><lb/>2 sqq. cf. Ambros. de Abr. I 4,27.</note>  

<pb n="v.3.p.170"/>
οἰστικὰ γένοιτο, τὸν αὐτὸν δὴ τρόπον οὐδὲ φυσιολογίας, εἰ μὴ μέλλοι
 κτῆσιν ἀρετῆς ἐνεγκεῖν· ὁ γὰρ καρπὸς αὐτῆς οὗτός ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="74"><p>διὸ καὶ τῶν
πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν
ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν,
καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα <lb n="5"/>
τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι
 γενέσεως καρποῦ χάριν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="75"><p>οὕτως οὖν ἔφασαν καὶ ἐν φιλοσοφίᾳ
δεῖν τήν τε φυσικὴν καὶ λογικὴν πραγματείαν ἐπὶ τὴν ἠθικὴν ἀναφέρεσθαι,
ᾗ βελτιοῦται τὸ ἦθος κτήσεως ὁμοῦ καὶ χρήσεως ἀρετῆς ἐφιέμενον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="76"><p>τοιαῦτα ἐδιδάχθημεν περὶ τοῦ λόγῳ μὲν μετονομασθέντος, ἔργῳ <lb n="10"/>
δὲ μεταβαλόντος ἀπὸ φυσιολογίας πρὸς τὴν ἠθικὴν φιλοσοφίαν καὶ μεταναστάντος
ἀπὸ τῆς περὶ τὸν κόσμον θεωρίας πρὸς τὴν τοῦ πεποιηκότος
ἐπιστήμην, ἐξ ἧς εὐσέβειαν, κτημάτων τὸ κάλλιστον, ἐκτήσατο. <milestone unit="altref" n="11"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="77"><p>τὰ δὲ περὶ τῆς γυναικὸς αὐτοῦ Σάρας νῦν ἐροῦμεν· καὶ γὰρ αὕτη μετονομάζεται
εἰς Σάρραν κατὰ τὴν τοῦ ἑνὸς στοιχείου πρόσθεσιν τοῦ ῥῶ. <lb n="15"/>
τὰ μὲν οὖν ὀνόματα ταῦτα, τὰ δὲ τυγχάνοντα μηνυτέον· ἑρμηνεύεται
 Σάρα μὲν <milestone unit="altpage1" n="p. 590 M."/>  ἀρχή μου, Σάρρα δὲ ἄρχουσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="78"><p>τὸ μὲν οὖν πρότερον εἰδικῆς
σύμβολον ἀρετῆς ἐστι, τὸ δ’ ὕστερον γενικῆς. ὅσῳ δὲ γένος εἴδους διαφέρει
κατὰ τὸ ἔλαττον, τοσούτῳ τὸ δεύτερον ὄνομα τοῦ προτέρου· τὸ
μὲν γὰρ εἶδος καὶ βραχὺ καὶ φθαρτόν, τὸ δὲ γένος πολύ τε αὖ καὶ <lb n="20"/>
 ἄφθαρτον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="79"><p>βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ
ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν <add>γὰρ</add> ἐν τῷ
σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων,
εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα,
ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή. <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="80"><p>τοιγαροῦν ἐκείνη μὲν ἡ ἐν εἴδει τῷ ἔχοντι συμφθαρήσεται, ἡ δὲ σφραγῖδος
τρόπον αὐτὴν τυπώσασα παντὸς ἀπηλλαγμένη θνητοῦ διατελέσει
πρὸς αἰῶνα ἄφθαρτος. οὕτω καὶ τῶν τεχνῶν αἱ μὲν ἐν εἴδει συναπόλλυνται
τοῖς κτησαμένοις, γεωμέτραις, γραμματικοῖς, μουσικοῖς· αἱ δὲ
γενικαὶ μένουσιν ἀνώλεθροι. προσυπογράφει δὲ ἀναδιδάσκων ἐν ταὐτῷ, <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 δὴ Mang.: δὲ codd. οὐδὲ scripsi: οὐδὲν codd.
<lb/>5 ὑπολαβόντες Mang.: ἀπολαβόντες codd.
<lb/>14 ἐρευνῶμεν conicio αὕτη Cohn: αὐτὴ codd. 
<lb/>18 γένους εἶδος coni. Mang. (sed sic scrib. etiam lin.
<lb/>19 τὸ πρότερον ὄνομα τοῦ δευτέρου) 
<lb/>19 κατὰ τὸ ἔλαττον secl. Cohn τοῦ προτέρου ὄνομα Β 
<lb/>22 γὰρ addidi, οὑν add. Mang.
<lb/>24 λέγοι scripsi: λέγει codd.</note> <note xml:lang="lat" type="footnote"><lb/>2 sqq. V. vol. II ad p. 98,1.
<lb/>14 sqq. cf. Ambros. l. c. 431.</note>  

<pb n="v.3.p.171"/>
ὅτι καὶ πᾶσα ἀρετὴ βασιλίς ἐστι καὶ ἄρχουσα καὶ ἡγεμονεύουσα τῶν
κατὰ τὸν βίον πραγμάτων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>