<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:251-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:251-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="251"><p>πάντων γὰρ ἀλεξίκακον τῶν διὰ φωνῆς ἁμαρτανομένων, ὡς <lb n="10"/>
καὶ πρότερον εἶπον, ἡσυχία, ᾗ παντί τῳ ῥᾴδιον χρῆσθαι· πολλοὶ δὲ
διὰ τὸ λάλον καὶ ἀμετροεπὲς οὐχ εὑρίσκουσι πέρας ἐπιθεῖναι τῷ λόγῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="252"><p><milestone unit="altref" n="44"/> ταύταις καὶ ταῖς παραπλησίαις τομαῖς καὶ διαστολαῖς τῶν πραγμάτων
ἐντραφεὶς καὶ ἐνασκηθεὶς ὁ ἀστεῖος ἆρ’ οὐκ εἰκότως εὔχεσθαι
ἂν δόξαι τὸν Ἰσμαὴλ ζῆν, εἰ μὴ δύναται κυοφορῆσαί πω <milestone unit="altpage1" n="p. 617 M."/>  τὸν Ἰσαάκ;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="253"><p>τί οὖν ὁ χρηστὸς θεός; ἓν αἰτησαμένῳ δύο δίδωσι καὶ τὸ ἔλαττον <lb n="16"/>
εὐξαμένῳ χαρίζεται τὸ μεῖζον. „εἶπε“ γάρ φησι „τῷ Ἀβραάμ· ναί,
ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν“ (Gen. 17,19)· εὐθυβόλος γε
ἡ συμβολικὴ ἀπόκρισις ἡ ναί. τί γὰρ ἐμπρεπέστερον ἢ τἀγαθὰ ἐπινεύειν
 θεῷ καὶ ταχέως ὁμολογεῖν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="254"><p>ἀλλ’ οἷς ἐπινεύει τὸ θεῖον, ἅπας <lb n="20"/>
ἄφρων ἀνανένευκε. τὴν γοῦν Λείαν μισουμένην εἰσάγουσιν οἱ χρησμοί·
διὸ καὶ τοιαύτης ἔτυχε προσρήσεως· ἑρμηνευθεῖσα γάρ ἐστιν ἀνανευομένη
καὶ κοπιῶσα διὰ τὸ πάντας ἡμᾶς ἀρετὴν ἀποστρέφεσθαι καὶ κοπώδη
 νομίζειν ἐπιτάγματα οὐχ ἡδέα πολλάκις ἐπιτάττουσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="255"><p>ἀλλὰ
τοσαύτης ἀποδοχῆς ἠξίωται παρὰ τοῦ πανηγεμόνος, ὥστε τὴν μήτραν <lb n="25"/>
ὑπ’ αὐτοῦ διοιχθεῖσαν (Gen. 29,31) σπορὰν θείας γονῆς παραδέξασθαι
πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων καὶ πράξεων γένεσιν. μάθε οὖν,
ὦ ψυχή, ὅτι καὶ „Σάρρα“, ἡ ἀρετή, „τέξεταί σοι υἱόν“, οὐ μόνον Ἄγαρ,
ἡ μέση παιδεία· ἐκείνης μὲν γὰρ τὸ ἔγγονον διδακτόν, ταύτης δὲ πάντως
 αὐτομαθές ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="256"><p>μὴ θαυμάσῃς <add>δ’</add>, εἰ πάντα φέρων σπουδαῖα ὁ θεὸς
ἤνεγκε καὶ τοῦτο τὸ γένος, σπάνιον μὲν ἐπὶ γῆς, πάμπολυ δ’ ἐν οὐρανῷ.
<note xml:lang="mul" type="footnote"><lb/>3 διακρίνεσθαι conicio τὴν Β: τὸν Α
<lb/>4 αὐτῆς ex LXX Mang.: αὐτῶν codd.
<lb/>8 ὑπερβαλούσης Β
<lb/>9 οὐ om. Β
<lb/>18 σοι Β: om. Α 
<lb/>19 prius ἡ] καὶ coni. Mang. τὰ ἀγαθὰ Β
<lb/>20 θεῷ scripsi: θεοῦ ΑΒ, θεὸν Cantabrig. Coll. S. Trin. Β. 9.6, τε coni. Mang.
<lb/>24 ἐπιτάττουσαν] ν add. B2 
<lb/>25 τοῦ πανηγεμόνος Mang.: τῶν ἡγεμόνων codd., τοῦ πάντων ἡγεμόνος coni. Cohn 
<lb/>26 θείας Cobn: θείου codd.
<lb/>30 δ’ adddidi <add>τὰ</add> σπουδαῖα 
<lb/>31 τὸ Β2 (Mang.): om. AB1</note>  

<pb n="v.3.p.201"/>
μάθοις δ’ ἂν ἀπὸ τῶν ἄλλων, ἐξ ὧν συνέστηκεν ἄνθρωπος. ἆρά γε
οἱ ὀφθαλμοὶ διδαχθέντες ὁρῶσι; τί δ’; οἱ μυκτῆρες ὀσφραίνονται μαθήσει;
ἅπτονται δ’ αἱ χεῖρες ἢ οἱ πόδες προΐασι κατ’ ἐπιτάγματα ἢ
παραινέσεις ὑφηγητῶν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="257"><p>αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι — πρῶται δ’ εἰσὶν <lb n="5"/> αὗται κινήσεις καὶ σχέσεις ψυχῆς — διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ
σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα
ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς
οἰκείας ἐνεργείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="258"><p>τί οὖν ἔτι θαυμάζεις, εἰ καὶ ἀρετὴν ἄπονον καὶ ἀταλαίπωρον ὁ θεὸς ὀμβρήσει μηδεμιᾶς δεομένην ἐπιστασίας, ἀλλ’ ἐξ
<lb n="10"/> ἀρχῆς ὁλόκληρον καὶ παντελῆ; εἰ <add>δὲ</add> καὶ μαρτυρίαν βούλει λαβεῖν,
Μωυσέως ἀξιοπιστοτέραν εὑρήσεις; ὅς φησι τοῖς μὲν ἄλλοις ἀνθρώποις
ἀπὸ γῆς εἶναι τὰς τροφάς, μόνῳ δὲ ἀπ’ οὐρανοῦ τῷ ὁρατικῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="259"><p>ταῖς μὲν οὖν ἀπὸ γῆς καὶ ἄνθρωποι γεωπόνοι συνεργοῦσι, τὰς δ’ ἀπ’ οὐρανοῦ
νίφει χωρὶς συμπράξεως ἑτέρων ὁ μόνος αὐτουργὸς θεός. καὶ μὴν
<lb n="15"/> λέγεται· „ἰδοὺ ὕω ὑμῖν ἄρτους ἀπ’ οὐρανοῦ“ (Exod. 16,4). τίνα οὖν
 ἀπ’ <add>οὐρανοῦ</add> τροφὴν ἐνδίκως ὕεσθαι λέγει, ὅτι μὴ τὴν οὐράνιον  <milestone unit="altpage2" n="p. 618 M."/> σοφίαν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="260"><p>ἣν ἄνωθεν ἐπιπέμπει ταῖς ἵμερον ἀρετῆς ἐχούσαις ψυχαῖς ὁ φρονήσεως εὐθηνίαν καὶ εὐετηρίαν ἔχων καὶ τὰ ὅλα ἄρδων καὶ μάλιστα
ἐν ἱερᾷ ἑβδόμῃ, ἣν σάββατον καλεῖ (Exod. 16, 23 ss.). τότε γὰρ τὴν
<lb n="20"/> τῶν αὐτομάτων ἀγαθῶν φορὰν ἔσεσθαί φησιν, οὐκ ἐξ ὅλης τέχνης ἀνατελλόντων,
ἀλλ’ αὐτογενεῖ καὶ αὐτοτελεῖ φύσει βλαστανόντων καὶ τοὺς
οἰκείους φερόντων καρπούς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>