<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:221-240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:221-240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="221"><p>οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης,
ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ
πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν
καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς
<lb n="10"/> ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ
τὸν ἀψευδῶς μόνον αἴτιον θεόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="222"><p>μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω
ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ
τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν
<lb n="15"/> εὐχαριστείτω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="223"><p>μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα,
τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα
ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος
θείας ἐκμαγεῖον ἐμφερές. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="224"><p><milestone unit="altref" n="40"/> ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων <lb n="20"/> τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ
βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα
βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον
ἴσχυον (Num. 13,24).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="225"><p>εὐκτὸν μὲν ἀθρόῳ τῷ πλήθει τῶν ἀρετῶν ἐγχορεύειν· εἰ δὲ τοῦτο μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, ἀγαπῶμεν,
 εἴ τῳ ἐξεγένετο μιᾷ τινι τῶν κατὰ μέρος  <milestone unit="altpage2" n="p. 613 M."/> ἐντυχεῖν, σωφροσύνῃ ἢ ἀνδρείᾳ
<note xml:lang="mul" type="footnote"><lb/>3 τὸν in mg. Hoesch.: τὸ codd. φυσιολογίαν in mg. ed. Par.: φυσιολογίας codd.
<lb/>7 <add>τὸ</add> τοῦ conicio
<lb/>9 συνελόντι conicio
<lb/>10 ἀποφανεῖ Mang.: ἀποφαίνει codd.
<lb/>12 ἀπογνώση D
<lb/>13 εὐχάριστος D: om. codd. θεῶ D
<lb/>14 post ἡδῆ add. ἀγαθῶν D, fort. recte 1.5 εὐχαριστεῖ τῷ θεῷ. μυρίων D post ἔλαχεν add. ἀγαθῶν D
<lb/>16 φαντασίας ὁρμῆς om. D ὁρμῆς, νοῦ. νοῦς δὲ coni. Mang.
<lb/>16 βραχύτατον Dv ὄνομα μὲν D
<lb/>17 δὲ om. Β θειότατον D: βραχύτατον codd., <add>οὐ</add> βραχύτατον coni. Grossmann, περιμάχητον coni. Mang.
<lb/>18 Μωσῆν codd.
<lb/>19 <add>δ’</add> ἄξιον conicio
<lb/>22 αὐτὸ μόνον Mang.: μόνον αὐτὸ Α, μόνον αὐτῶ Β
<lb/>23 μὲν <add>γὰρ</add> conicio
<lb/>25 ἀνδρία codd.</note> <note xml:lang="mul" type="footnote">11—13 DH post locum ad lin.
<lb/>19 allatum: μηδεὶς οὑν — γενέσθαι θεῷ.</note> <note xml:lang="mul" type="footnote">14—17 DH fol. 338r Φίλωνος: ὑπὲρ ὧν οὑν ἕκαστος ἔλαχεν ἡδῆ ἀγαθῶν, κατά ἔργον. 18.
<lb/>19 pergit DH; ἐκεῖνος θείας ἐμφερείας ἐκμαγεῖον.</note>  

<pb n="v.3.p.196"/>
ἢ δικαιοσύνῃ ἢ φιλανθρωπίᾳ. φερέτω γὰρ ἕν τι ἀγαθὸν ἡ ψυχὴ καὶ
 τικτέτω, μὴ πάντων ἄφορος καὶ στεῖρα γινέσθω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="226"><p>σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ,
μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι
τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. <lb n="5"/>
εἰ χαίρεις ἡδονῇ, μη<add>δὲ</add> φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας;
 καὶ κενοδόξει. τί γάρ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="227"><p>οὐ μετριάζειν ἐν ἐνίοις ἀξιοῖς, εἰ μὴ ἐν πᾶσι
δύνασαι; οὐκ ἂν οὖν εἴποι ὁ υἱός· τί λέγεις, ὦ πάτερ; ἢ τέλειον ἀγαθὸν
ἢ τέλειον κακὸν βούλει σοι τὸν υἱὸν γενέσθαι καὶ οὐκ ἀγαπήσεις, εἰ
 πρὸ τῶν ἄκρων τὰ μέσα ἕλοιτο;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="228"><p>οὐ διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐπὶ τῆς <lb n="10"/>
Σοδομιτῶν ἀπωλείας ἀρξάμενος ἀπὸ πεντηκοντάδος εἰς δεκάδα τελευτᾷ
(Gen. 18,24. 32), ποτνιώμενος καὶ ἱκετεύων, ἵν’, εἰ μὴ εὑρίσκοιτο
ἐν γενέσει ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον
ὁ πεντηκοστὸς λόγος ἱερός, ἡ μέση παιδεία παραληφθῇ δεκάδι
παραριθμουμένη πρὸς τὴν τῆς καταδικάζεσθαι ψυχῆς μελλούσης ἀπόλυσιν; <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="229"><p>τῶν ἀναγώγων οἱ πεπαιδευμένοι καὶ τῶν ἀλύρων καὶ ἀμούσων
οἱ <add>ἐγ</add>κεχορευκότες τῇ ἐγκυκλίῳ μουσικῇ πλείους ἀφορμὰς ἔχουσι πρὸς
τὸ αὔξεσθαι, σχεδὸν ἐκ παίδων τοῖς περὶ καρτερίας καὶ ἐγκρατείας καὶ
ἀρετῆς πάσης λόγοις ἐπαντληθέντες. διὸ εἰ καὶ μὴ παντελῶς ἐξερρύψαντο
καὶ ἀπελούσαντο τὸ ἀδικεῖν φαιδρυνόμενοι δέ, ἀλλὰ μετρίως γοῦν <lb n="20"/>
 καὶ μέσως ἐρρύψαντο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="230"><p>τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί·
„μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ“ (Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι
δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων
ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ <lb n="25"/>
δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι,
 τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="231"><p>πολλῶν
οὖν ἀγαθῶν ὑπαρχόντων ἐν τῇ φύσει τὸ δοκοῦν ἐφαρμόττειν μοι
τοῦτο χάρισαι, κἂν μικρότατον ᾖ, στοχασάμενος ἐκείνου μόνου, εἰ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἕν Mang.: ἑνός codd.
<lb/>3 εἰ om. Β
<lb/>5 τιμητικός Β
<lb/>6 μηδὲ scripsi: μὴ codd.
<lb/>8 δύναται conicio 8.
<lb/>9 τελείως bis coni. Mang.
<lb/>9 σου coni. Cohn
<lb/>10 ἕλοιτο scripsi: ἕληται codd. τῆς Α: τοῖς Β
<lb/>11 δεκάδα Mang.: πεντάδα codd.
<lb/>12 ἶνα μὴ Β
<lb/>13 τῇ γενέσει v ἧς Α: ἢ Β 
<lb/>15 ψυχῆς Α: τῆς B
<lb/>17 ἐγκεχορευκότες Mang.: κεχορευκότες codd.
<lb/>18 αὔξεσθαι scripsi αὔξασθαι Mang.): εὔξεσθαι codd. καρτερίας Mang.: ἀρετῆς codd. 18.
<lb/>19 καὶ ἀρετῆς πάσης om. Β
<lb/>19 ἐπασκηθέντες coni. Mang. (immo ἐνασκηθέντες) 
<lb/>20 δὲ codd.: δὴ Mang., τελείως conicio
<lb/>21 Ἡσαῦ A
<lb/>22 εὐλογία σοι] ἁ et οι in ras. Β2 μία σοι ex LXX conicio ἐστί scripsi: ἔσται codd.</note>  

<pb n="v.3.p.197"/>
δυνήσομαι τὸ δοθὲν φέρειν εὐμαρῶς, ἀλλὰ καὶ μὴ πρὸς τοῦτο ἀπειπὼν ὁ
δυστυχὴς ὀκλάσω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="232"><p>τί δ’ οἰόμεθα ἐμφαίνεσθαι διὰ τοῦ· „μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει“ (Num. 11,23) ; ἆρ’ οὐχὶ τὸ πάντῃ τὰς τοῦ ὄντος
φθάνειν δυνάμεις ἐπ’ εὐεργεσίᾳ μὴ μόνον τῶν ἐνδόξων ἀλλὰ καὶ τῶν
 ἀφανεστέρων εἶναι  <milestone unit="altpage2" n="p. 614 M."/> δοκούντων; οἷς τὰ ἁρμόττοντα χαρίζεται πρὸς τὰ
<lb n="6"/> τῆς ἑκάστου ψυχῆς σταθμήματα καὶ μέτρα σταθμώμενος καὶ διαμετρῶν
ἰσότητι παρ’ ἑαυτῷ τὸ ἀνάλογον ἑκάστοις. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="233"><p><milestone unit="altref" n="41"/> καταπλήττει με οὐχ ἥκιστα καὶ ὁ τεθεὶς νόμος ἐπὶ τοῖς ἐκδυομένοις τὰ ἁμαρτήματα καὶ
μεταγινώσκειν δοκοῦσι. κελεύει γὰρ τὸ μὲν πρῶτον ἱερεῖον προσάγειν
<lb n="10"/> θῆλυ πρόβατον ἄμωμον. „ἐὰν δὲ“ φησί „μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ
ἱκανὸν εἰς πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε δύο τρυγόνας
ἢ δύο νεοσσοὺς περιστερῶν, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="234"><p>ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, οἴσει τὸ δῶρον τὸ δέκατον οἶφι σεμίδαλιν. οὐκ ἐπιχεεῖ ἐπ’
<lb n="15"/> αὐτὸ ἔλαιον οὐδ’ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί.
καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτοῦ
πλήρη τὴν δράκα τὸ μνημόσυνον ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον“
(Lev. 5,7. 11. 12).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="235"><p>οὐκοῦν τρισὶ μετανοίας τρόποις ἱλάσκεται τοῖς εἰρημένοις, κτήνεσιν ἢ πτηνοῖς ἢ λευκοπύροις, πρὸς τὴν τοῦ καθαιρομένου
<lb n="20"/> καὶ μετανοοῦντος δήπου δύναμιν· οὔτε γὰρ μικρὰ μεγάλων οὔτε
μεγάλα μικρῶν δεῖται καθαρσίων, τῶν δὲ πρὸς τὸ ἀνάλογον ἴσων καὶ
ὁμοίων. τί δήποτ’ οὖν διὰ τριῶν ἡ κάθαρσις, ἄξιον ἐρευνῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="236"><p>σχεδὸν τοίνυν καὶ τὰ ἁμαρτήματα καὶ τὰ κατορθώματα συμβέβηκεν ἐν τρισὶν
ἐξετάζεσθαι, διανοίᾳ, λόγοις, πράξεσιν. οὗ χάριν κἀν τοῖς προτρεπτικοῖς
<lb n="25"/> Μωυσῆς διδάσκων, ὅτι ἡ ἀγαθοῦ κτῆσις οὔτ’ ἀδύνατός ἐστιν οὔτε δυσθήρατος,
φησίν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="237"><p>οὐκ εἰς οὐρανὸν ἀναπτῆναι δεῖ οὐδ’ ἄχρι περάτων γῆς καὶ θαλάττης ἐλθεῖν ἐπὶ τὴν σύλληψιν αὐτοῦ· ἀλλ’ ἐστὶν ἐγγύς, καὶ
σφόδρα ἐγγύς. εἶτα μόνον οὐκ ὀφθαλμοφανῶς δείκνυσι· „πᾶν ἔργον“
φησί „τῷ στόματί σου καὶ τῇ καρδίᾳ καὶ ταῖς χερσί“ (Deut. 30, 12—14),
<lb n="30"/>  συμβολικῶς ἐν λόγοις, ἐν βουλαῖς, ἐν ἔργοις· ἐκ γὰρ εὐβουλίας
καὶ εὐλογίας καὶ εὐπραξίας τὴν ἀνθρωπίνην εὐδαιμονίαν συνίστασθαι,
<note xml:lang="mul" type="footnote"><lb/>1 μὴ καὶ coni. Mang.
<lb/>6 σταθμούμενος Β
<lb/>7 ἰσώτατα coni. Mang. 
<lb/>12 εἰς] εἰς τὸ Hoesch.
<lb/>14 <add>τοῦ</add> οἶφι conicio σεμιδάλεως e codice versionis LXX falso Mang. ἐπιχεεῖ ex LXX Mang.: ἐπιχρίσει codd. 
<lb/>15 λιβανωτόν Mang.
<lb/>17 <add>αὐτῆς</add> ἐπιθήσει conicio; v. § 249
<lb/>24 διανοίαις 
<lb/>25 Μωσῆς codd. ἀγαθοῦ Mang.: ἀγαθὴ codd., τἀγαθοῦ conicio
<lb/>28 δείκνυσι. ἐν γάρ τῶ στόματί σου, φησί, καὶ conicio ἔργον] ῥῆμα ex LXX coni. Mang. 
<lb/>31 εὐδαιμονίαν ἀνθρωπίνην v</note>  

<pb n="v.3.p.198"/>
 ὥσπερ καὶ τὴν κακοδαιμονίαν ἐκ τῶν ἐναντίων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="238"><p>ἐν γὰρ τοῖς αὐτοῖς τό
τε κατορθοῦν καὶ ἁμαρτάνειν χωρίοις ἐστί, καρδίᾳ, στόματι, χειρί· καὶ
γὰρ βουλεύονταί τινες εὐγνωμονέστατα καὶ λέγουσιν ἄριστα καὶ πράττουσι <milestone unit="altpage2" n="p. 615 M."/>
τὰ πρακτέα. τριῶν δὲ ὄντων κουφότατόν ἐστι τὸ βουλεύεσθαι ἃ μὴ
χρή, βαρύτατον δὲ τὸ χειρουργεῖν τὰ ἄδικα, μέσον δὲ τὸ λέγειν ἃ μὴ <lb n="5"/>
 δεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="239"><p>συμβαίνει δὲ τὸ κουφότατον δυσαποτριπτότατον εἶναι· χαλεπὸν γὰρ
ψυχῆς τροπὴν εἰς ἠρεμίαν ἀγαγεῖν, καὶ θᾶττον ἄν τις χειμάρρου φορὰν
ἐπίσχοι ἢ ψυχῆς τροπὴν ῥέουσαν ἀκατασχέτως· ἀμύθητα γὰρ ἐνθύμια
ἄλλα ἐπ’ ἄλλοις τρικυμίας τρόπον ἐπιτρέχει, φοροῦντα καὶ κυκῶντα
 καὶ πᾶσαν αὐτὴν βιαίως ἀνατρέποντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="240"><p>τὸ μὲν οὖν ἄριστον τῆς καθάρσεως <lb n="10"/>
καὶ τελεώτατον τοῦτ’ ἐστί, μηδ’ ἐνθυμεῖσθαι τι τῶν ἀτόπων,
ἀλλ’ εἰρήνῃ καὶ εὐνομίᾳ, ὧν ἡγεμών ἐστι δικαιοσύνη, πολιτεύσασθαι·
τὸ δὲ δεύτερον, λόγοις μὴ διαμαρτάνειν ψευδόμενον ἢ ψευδορκοῦντα ἢ
ἀπατῶντα ἢ σοφιζόμενον ἢ συκοφαντοῦντα ἢ συνόλως στόμα καὶ γλῶτταν
ἐπ’ ὀλέθρῳ τινῶν ἀνιέντα, οἷς χαλινὸν ἦν ἄμεινον περιθεῖναι καὶ δεσμὸν <lb n="15"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>