<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:21-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:21-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="21"><p>„ὅταν ἐξέλθω
τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται,
καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ,“
οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ“, ὁ ἀγαλματοφορούμενος <lb n="20"/>
νοῦς, „καὶ οἱ θεράποντές σου,“ οἱ κατὰ μέρος δορυφοροῦντες
λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον“ (Exod.
9,29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα
 δεσπότην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="22"><p>κύριος γὰρ γενητὸς πρὸς <milestone unit="altpage1" n="p. 582 M."/>  ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων
ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς <lb n="25"/>
ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 <add>εἰ</add> καὶ ὀψιμαθὴς ἢν, οὐ conicio ἐφαντασιώθη Cohn: ἐφαντασιάσθη 
<lb/>4 τὸν] τὴν Α ἀκροατὴν καὶ om. Α
<lb/>5 ἄν addidi τῶν (del. δὲ) conicio
<lb/>7 post οὗ add. ὁ Α, ras. in Β
<lb/>11 ἱδρυσάμενος] δ ex corr. Β 11.
<lb/>12 κύριον καὶ secl. Mang.
<lb/>14 χρισθέντων Α δὲ] γε conicio 
<lb/>15 ἐν ἀρχῇ, sc. orationis dei] <add>„κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με</add> ἐν ἀρχῇ (Prov. 8, 22) coni. Mang. 16 Φαραὼ Β
<lb/>17 Μωσῆς codd.
<lb/>18 τὰς χεῖρας om. Β
<lb/>19 ὁ om. Β κύριον Α
<lb/>24 γεννητὸς codd. D (Ant. Mel.)
<lb/>25 ἐπὶ codd.: εἰς D (Ant.) εὐρύνας om. DR (Ant.)</note> <note xml:lang="mul" type="footnote">24—26 DP fol. 130 (ἐκ τοῦ περὶ τῶν μετονομαζομένων) DR fol. 159r τοῦ p. 434 Φίλωνος Anton. Mel. II
<lb/>21 col. 1063: κύριος γεννητὸς—Ηγεμών.</note>  

<pb n="v.3.p.161"/>
ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς
ὄλεθρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="23"><p>οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν·
„ἐγώ εἰμι θεὸς σός“ (Gen. 17,1), „ἐγὼ <add>ὁ</add> θεός σου, αὐξάνου καὶ πληθύνου"
<lb n="5"/> (Gen. 35,11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς
ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου“ (Exod. 20, 2) καὶ ἑτέρωθι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="24"><p>„κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν“ (Deut. 4,1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον
ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ
<lb n="10"/> εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον
καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει
γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος
θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="25"><p>δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη“ γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ“ (Deut. 33, 1). ὢ
<lb n="15"/> παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι
ἑαυτόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="26"><p>ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ,
ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν,
αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς
<lb n="20"/> χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="27"><p><milestone unit="altref" n="4"/> ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1)
λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν
πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς
τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="28"><p><lb n="25"/> ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε
λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς
γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ
 εὐεργετουμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="29"><p>τούτων συγγενής ἐστι καὶ  <milestone unit="altpage2" n="p. 583 M."/> ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη <lb n="31"/> θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας
<note xml:lang="mul" type="footnote"><lb/>1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang.
<lb/>2 ἀφρόνων A: ἀμφοτέρων Β 
<lb/>3 καθὰ coni. Cohn
<lb/>4 σὸς <add>καὶ ἑτέρωθι</add>  conicio ὁ addidi
<lb/>5 καὶ transpos. B
<lb/>6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β
<lb/>7 ὑμῶν Hoesch.: codd.
<lb/>13 ὡς fort. del. Μωυσέος codd.
<lb/>15 ἰσορρεποῦς Β 15.
<lb/>16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio
<lb/>18 δὴ A: δὲ Β 18.
<lb/>19 διάνοια et αὐτὴ conicio
<lb/>24 <add>μένον</add> ἐν conicio
<lb/>28 πρός τι ὡσανεί transpon.</note>  

<pb n="v.3.p.162"/>
καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ
 εἰμι ποιητὴς καὶ δημιουργός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="30"><p>μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος,
οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ
διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ
μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη <lb n="5"/>
 δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>