<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:161-170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:161-170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="161"><p>ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ
<note xml:lang="mul" type="footnote"><lb/>5 πίπτειν τε καὶ γελᾶν conicio
<lb/>7 τὸ scripsi: τοῦ codd. μόνον Mang.: μόνων codd.
<lb/>9 ἐπίλυπος Mang.: ἐπίλυτος codd.
<lb/>12 ἡμᾶς Mang.: ἡμέραν codd.
<lb/>13 γεγέννηται codd.
<lb/>15 οὔτ’ conicio
<lb/>16 οὕτω Α 
<lb/>21 χίμαρρον Β
<lb/>22 διερεθίζοι conicio
<lb/>27 ἔργον Hoesch. ὄρουσιν Mang.: ἔρυσιν codd.
<lb/>28 πρὸς Hoesch. -
<lb/>29 δή τι scripsi: δῆτα codd. τοῦ ἀγαθοῦ Β</note> <note xml:lang="mul" type="footnote">27.
<lb/>28 ὄρουσις] v. Stobaei Ecl. II 87,7—9 Wachsmuth.</note>  

<pb n="v.3.p.184"/>
προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ
εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι·
καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ
 <milestone unit="altpage1" n="p. 603 M."/>  καὶ χλοηφορεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="162"><p>τὴν ἡμερίδα ἄμπελον ἴδε, ὡς ὑπὸ φύσεως
τεθαυματούργηται, κληματίσιν, ἕλιξι, μοσχεύμασι, πετάλοις, οἰνάροις, ἃ <lb n="5"/>
φωνὴν <add>μονον</add>οὐκ ἀφιέντα μηνύει τὴν ἐπὶ τῷ μέλλοντι καρπῷ τοῦ
δένδρου χαράν. καὶ ἡ ἡμέρα μέντοι προγελᾷ πρὸς βαθὺν ὄρθρον μέλλοντος
ἀνίσχειν ἡλίου· αὐγὴ γὰρ αὐγῆς ἄγγελος καὶ φῶς φωτὸς ἀμυδρότερον
 τηλαυγεστέρου προεξέρχεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="163"><p>ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ
συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν <add>γὰρ</add> χαίρομεν, <lb n="10"/>
μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν
συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία
φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ
ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς
 χαρὰν ἐλπίς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="164"><p>σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· <lb n="15"/>
γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν
σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν
εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς
ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ
 ψυχῇ τῇ βεβαίως κτησομένῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="165"><p>κἀν ταῖς ὁδοιπορίαις μέντοι πεινήσας <lb n="20"/>
τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα
καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος
ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ
σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς
διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν; <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="166"><p><milestone unit="altref" n="31"/> Ἐγέλασεν οὖν εἰκότως μήπω δοκοῦντος ἐν τῷ θνητῷ γένει σπαρῆναι
τοῦ γέλωτος· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ γελᾷ. λέγεται
γὰρ αὖθις· "ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· οὔπω μέν μοι γέγονεν
ἕως τοῦ νῦν“ (Gen. 18,12) ἄνευ μελέτης ἀπαυτοματίζον ἀγαθόν· ὁ δ’
ὑποσχόμενος „κύριός μου καὶ πρεσβύτερος“ (ibid.) πάσης γενέσεώς <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 προγήθη Hoesch., προγήθει Mang.
<lb/>3 ταῦτα scripsi: αὐτὰ codd. 
<lb/>5 ἕλυξι Β
<lb/>6 μόνον addidi
<lb/>8 αὐγῆς Mang.: αὐτῆς codd.
<lb/>10 γάρ addidi
<lb/>11 μέλλοντος scripsi: μέλλοντι codd., μέλλον coni. Cohn ἐπελπίζομεν coni. Mang.
<lb/>18 ἐνάργειαν scripsi: ἐνέργειαν codd. εἰς τὴν ἐνέργειαν ἀπιδόντες post ἔνιοι transpos. Β
<lb/>22 ἀρυσάμενος Mang.: ἱδρυσάμενος codd., ὑδρευσάμενος ed. Paris. in mg.
<lb/>23 τοῦ om. Β(?) v
<lb/>24 ἑστιᾶσθαι ed. Paris. in mg.: αἰτιᾶσθαι ΑΒ</note>  

<pb n="v.3.p.185"/>
ἐστιν, ᾧ πιστεύειν ἀναγκαῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="167"><p>ἅμα μέντοι καὶ ἀναδιδάσκει, ὅτι ἥ τ’ ἀρετὴ χαρτόν ἐστι φύσει καὶ ὁ ἔχων αὐτὴν αἰεὶ γέγηθε, καὶ τοὐναντίον
ὅτι ἥ τε κακία λυπηρὸν καὶ ὁ ἔχων ὀδυνηρότατος. ἔτι νῦν θαυμάζομεν
τῶν φιλοσόφων τοὺς λέγοντας τὴν ἀρετὴν εὐπάθειαν εἶναι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="168"><p>ἰδοὺ γὰρ <lb n="5"/> Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ
γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ
καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14),  <milestone unit="altpage2" n="p. 604 M."/> ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ
μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην
<lb n="10"/> τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="169"><p>φαύλῳ δ’ οὐδενὶ χαίρειν ἐφεῖται, καθάπερ καὶ ἐν προφητικαῖς ᾄδεται ῥήσεσι· „χαίρειν οὐκ ἔστι
τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός“ (Ies. 48,22). λόγος γὰρ ὄντως καὶ
χρησμός ἐστι θεῖος, σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστὸν βαρυδαιμονίας
εἶναι τὸν παντὸς μοχθηροῦ βίον, κἂν προσποιῆται τῷ προσώπῳ μειδιᾶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="170"><p><lb n="15"/> οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους
τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν,
ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι,
ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες
<lb n="20"/> εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>