<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:121-130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:121-130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="121"><p><milestone unit="altref" n="21"/> Ταῦτα καὶ περὶ τούτων. ἀλλὰ καὶ τὸν Ὠσηὲ μετονομάζει Μωυσῆς εἰς τὸν Ἰησοῦν (Num. 13,17), τὸν ποιὸν εἰς ἕξιν μεταχαράττων.
Ὠσηὲ μὲν γὰρ ἑρμηνεύεται ποιὸς οὗτος, Ἰησοῦς δὲ σωτηρία
κυρίου, ἕξεως ὄνομα τῆς ἀρίστης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="122"><p>ἕξεις γὰρ τῶν κατ’ αὐτὰς ποιῶν ἀμείνους, ὡς μουσικὴ μουσικοῦ καὶ ἰατρικὴ ἰατροῦ καὶ παντὸς τεχνίτου
<lb n="25"/> τέχνη ποιά, καὶ ἀιδιότητι καὶ δυνάμει καὶ τῇ περὶ τὰ θεωρήματα ἀπταίστῳ
ἀκρότητι. ἡ μὲν γὰρ ἕξις ἀίδιον, ἐνεργοῦν, τέλειον, ὁ δὲ ποιὸς
θνητόν, πάσχον, ἀτελές· κρεῖττον δὲ θνητοῦ μὲν τὸ ἄφθαρτον, πάσχοντος
δὲ τὸ δρῶν αἴτιον, τὸ δὲ τέλειον ἀτελοῦς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="123"><p>οὕτω μετεχαράχθη καὶ τὸ τοῦ λεχθέντος νόμισμα πρὸς ἰδέαν βελτίονα. ὁ δὲ Χάλεβ καὶ
<lb n="30"/> αὐτὸς ὅλος ἀλλάττεται· „ἐγένετο“ γάρ φησι „πνεῦμα ἕτερον ἐν αὐτῷ“
(Num. 14,24), ὡσανεὶ τοῦ ἡγεμονικοῦ μεταβαλόντος πρὸς ἄκραν τελειότητα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="124"><p>καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 νοητά coni. Mang.
<lb/>3 ἄνθρωπος <add>Αἰγύπτιος</add> coni. Mang.
<lb/>4 Μωσῆν codd. 
<lb/>6 ὢν seclusi
<lb/>7 ἐφίωνται codd.
<lb/>10 μόνῳ om. Α
<lb/>11 post καὶ fort. add. part.
<lb/>13 οἰκεῖ scripsi: οἰκεῖον codd., οἰκεῖ οὑν Mang.
<lb/>14 περιέσχετε] περιεχόμεναι ἐκτήσασθε conicio
<lb/>16 δεξιώσεσι coni. Mang.
<lb/>18 τὸ seclusi 
<lb/>21 Μωσῆς codd.
<lb/>25 ποιά] πᾶσα bene coni. Mang.
<lb/>27 πάσχων B2</note>  

<pb n="v.3.p.178"/>
σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’
ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι
μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω
γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη
καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="125"><p><milestone unit="altref" n="22"/> Τὸν δὲ ἀρχιπροφήτην συμβέβηκεν εἶναι πολυώνυμον. ὁπότε
μὲν γὰρ τοὺς χρησμῳδουμένους χρησμοὺς ἑρμηνεύων ὑφηγεῖται, προσαγορεύεται
Μωυσῆς· ὁπότε δ’ εὐχόμενος εὐλογεῖ τὸν λεών, ἄνθρωπος
θεοῦ (Deut. 33,1)· ἡνίκα δὲ Αἴγυπτος τὰς ὑπὲρ τῶν ἀσεβηθέντων
δίκας ἐκτίνει, τοῦ βασιλεύοντος τῆς χώρας Φαραὼ θεός (Exod. 7, 1). <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="126"><p>διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων
ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου
(Exod. 24,1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος
παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν·
μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα <lb n="15"/>
 διὰ τὰς εἰρημένας αἰτίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="127"><p>τὸ δέ γε εὔχεσθαι καὶ εὐλογεῖν οὐκ ἔστι
τοῦ τυχόντος, ἀλλ’ ἀνθρώπου τὴν πρὸς γένεσιν μὴ ἑωρακότος συγγένειαν,
προσκεκληρωκότος δὲ ἑαυτὸν τῷ πάντων ἡγεμόνι καὶ πατρί·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="128"><p>ἀγαπητὸν γάρ, εἴ τῳ ἐξεγένετο εὐλογιστίᾳ χρῆσθαι, τὸ δέ γε καὶ ἑτέροις
περιποιεῖν τὸ ἀγαθόν, τοῦτο μείζονος καὶ τελειοτέρας ψυχῆς καὶ ὡς <lb n="20"/>
ἀληθῶς θειαζούσης <milestone unit="altpage1" n="p. 598 M."/>  ἦν ἐπάγγελμα, ἧς ὁ τυχὼν εἰκότως θεὸς κεκλήσεται.
θεὸς δὲ ὁ αὐτὸς οὗτος ἅτε σοφὸς ὢν καὶ διὰ τοῦτ’ ἄρχων
παντὸς ἄφρονος, κἂν εἰ τοῖς βασιλείοις σκήπτροις ἐκεῖνος ἐφιδρύοιτο μεγαλαυχῶν
 καὶ διὰ τοῦτο οὐχ ἥκιστα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="129"><p>βούλεται γὰρ ὁ τῶν ὅλων ἡγεμών,
κἂν ἀφόρητα ἀδικοῦντές τινες μέλλωσι κολάζεσθαι, παραιτητὰς ἔχειν τοὺς <lb n="25"/>
ἐντευξομένους ὑπὲρ αὐτῶν, οἳ τὴν τοῦ πατρὸς ἵλεω δύναμιν ἀπομιμούμενοι
μετριώτερον καὶ φιλανθρωπότερον χρήσονται ταῖς τιμωρίαις· θεοῦ
δὲ τὸ εὐεργετεῖν ἴδιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="130"><p><milestone unit="altref" n="23"/> Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ
μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>3 εἴη scripsi: ἡ codd. ἐξοικίζουσαν Β οὕτω] ὄντως Iloescii.
<lb/>5 καθαρσίοις Mang.: καθαρσίῳ codd.
<lb/>6 δ’ Β
<lb/>7 θεσπιζομένους conicio
<lb/>8 Μωσῆς codd. 
<lb/>11 δὴ conicio ἀναγράφειν conicio
<lb/>13 θεσπιῳδοῦ] θεοῦ coni. Mang., ὑπὸ τοῦ θεσπιῳδοῦ secl. Cohn
<lb/>15 Μωσῆς Α
<lb/>17 μὴ ἡρμοκότος coni. Mang., μέν ὑπερεωρακότος vel μὲν ἀποδεδρακότος conicio
<lb/>19 εὐλογίᾳ Mang.
<lb/>20 τελεωτέρας Β
<lb/>21 θεὸς] ἄνθρωπος θεοῦ vid. leg.
<lb/>23 σκήπτροις] θρόνοις conicio 23.
<lb/>24 ἐφιδρύοιτο μεγαλαυχῶν. καὶ διὰ τοῦτο οὐχ ἥκιστα <add>εὔχεται</add> coni. Mang. 
<lb/>25 μέλλουσι Β</note>  

<pb n="v.3.p.179"/>
εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ
Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι <add>ἐξ αὐτῆς</add> τέκνον“
(Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>