<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:101-110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:101-110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="101"><p>ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει
δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς <lb n="15"/>
Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς
 πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="102"><p>ὡς γὰρ τὸ εὐφυὲς
ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ·
ἀκοὴ δὲ ὁράσεως <milestone unit="altpage1" n="p. 594 Μ."/>  τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ
ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ <lb n="20"/>
ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="103"><p><milestone unit="altref" n="17"/> Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ
τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ·
μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα
μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα <lb n="25"/>
 σεμνύνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="104"><p>οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν
καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ
ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν,
ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ
προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ <add>μὴ</add> τὰ <lb n="30"/>
πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια
κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς
<note xml:lang="mul" type="footnote"><lb/>5 τῷ seclusi, τῷ post ὡς vid. add.
<lb/>9 σύμβολόν ἐστι· οὕτω γάρ καλεῖται Mang. δ’ s. s. Β 12.
<lb/>13 ὑπαναπολεῖ coni. Ηoesch., ἐπαναπολεῖ coni. Mang.
<lb/>14 ἡ seclusi 
<lb/>16 Ῥουβὶμ codd. τόδε Α <add>τὸν</add> λόγον conicio
<lb/>19 δευτερεῖα Cantabr. Coll. S. Trin. (Mang.), fort. recte
<lb/>24 ἀπλανεῖ coni. Mang.
<lb/>25 ὢ ἄνισα coni. Mang.
<lb/>29 μὴ secl. Mang.
<lb/>30 μὴ add. Mang. (v. LXX)</note>  

<pb n="v.3.p.175"/>
μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22.24).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="105"><p>μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην
μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην
<lb n="5"/> καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων
ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία
θεοῦ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="106"><p><milestone unit="altref" n="18"/> τὸ μὲν κεφάλαιον εἴρηται, τὰς δὲ πίστεις ὑφηγήσεται. πρῶτον μὲν θεραπευτὴν αὐτὸν κρίσεως καὶ δίκης εἰσηγεῖται· ἡ γὰρ
προσηγορία τῆς Μαδιὰμ μεταληφθεῖσα ἐκ κρίσεως ὀνομάζεται. διττὸν
<lb n="10"/> δὲ τοῦτο. δηλοῖ γὰρ τὸ μὲν ἔκκρισιν καὶ ἀπόκρισιν, ἣ καὶ τοῖς ἀγωνισταῖς
κατὰ τοὺς ἱεροὺς ἀγῶνας λεγομένους εἴωθε συμβαίνειν· μυρίοι
γὰρ ἀνεπιτήδειοι φανέντες ἤδη πρὸς τῶν ἀθλοθετῶν ἐξεκρίθησαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="107"><p>οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3)  καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν  <milestone unit="altpage2" n="p. 595 M."/> τῶν ἔξωθεν
<lb n="15"/> ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν — ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω
στόμα δέρματος — κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν
εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι
ἀνασχεῖν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="108"><p>καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει
<lb n="20"/> μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην
λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν
ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ
κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7.8), ἵνα μηδὲν
ἔτι κακὸν θεήλατον τίκτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="109"><p>πρὸς τούτους καὶ ὁ μέγιστος ἐνίσταται <lb n="25"/> τῷ ὁρατικῷ γένει πόλεμος, ἐν ᾧ τῶν διαγωνισαμένων „διεφώνησεν
οὐδείς“ (Num. 31,49), ἀλλ’ ἄτρωτος καὶ σῷος ἐπανῆλθε, τοῖς νικητηρίοις
ἀναδούμενος στεφάνοις. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="110"><p><milestone unit="altref" n="19"/> ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν
οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ“, φησὶν οὖν, τῆς
<lb n="30"/> κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες“ (Exod. 2, 16), συμβολικῶς
αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις,
<note xml:lang="mul" type="footnote"><lb/>3 θρεμμάτων Mang.: ἀημάτων codd.
<lb/>7 ὑφηγήσεται <add>αὐτὸς Μωυσῆς</add> conicio
<lb/>9 ἐκκρίσεως Β
<lb/>13 τε seclusi τελετὰς ἀνιέρους τὰς conicio
<lb/>14 στόμια scripsi: στόματα codd. ἄνωθεν coni. Mang.
<lb/>16 ἀφεῖσαν (vel ἠφάνισαν?) scripsi: ἐπήεσαν codd., ἐπίεσαν coni. Mang., ἔπεμωαν coni. Cohn
<lb/>18 ἀνακύψαι coni. Maug. 
<lb/>19 τρανὸς] θεραπευτὴς coni. Mang., τρανὸς <add>λόγος</add> conicio, sed fort. maior lacuna statuenda 
<lb/>20 κατεσχημένος Hoesch: κατισχημένος codd.
<lb/>26 σῶος <add>πᾶς</add> coni. Mang.
<lb/>28 κριτικὸν Mang.: κρεῖττον codd.
<lb/>30 ἤσαν ex LXX coni. Mang.</note>  

<pb n="v.3.p.176"/>
 ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρός.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>