<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:76-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:76-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="76"><p>θέμις οὖν τῷ δόξαντι τροπῇ χρήσασθαι ἀκουσίῳ φάναι κατὰ θεὸν συμβῆναι τὴν τροπήν, ὅπερ οὐ θέμις τῷ ἑκουσίως
ἁμαρτόντι. „δώσειν“ δέ φησιν οὐ τῷ κτείναντι, ἀλλ’ ᾧ διαλέγεται,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπιφέρηται G
<lb/>4 κεκραμμένου H <add>τοῦ</add> μετ’ conicio
<lb/>5 ἄρθρῳ] G1
<lb/>7 ὁ δὲ] ὧδε δὲ ἄνθρωπον coni. Mang. δέ G: δ’ ἄνθρωπον Η, δ’ ἄνθρωπος V
<lb/>10 ὑπεναντίοις Turn. ἀνέθηκεν G: ἔθηκεν Η
<lb/>14 ἀριθμόν v
<lb/>15 Λευίν GH Ἰσάχαρ codd.
<lb/>17 τῶν G: τῆς H Ῥουβὴν G: Ῥουβὶμ H
<lb/>20 Λευίς GH
<lb/>21 τιμωρία G: τιμωρίαν H
<lb/>22 πλησιάζον conicio κακῷ] ὢ ex corr. H2
<lb/>23 ἡ τιμωρίᾳ Turn. 
<lb/>27 ἐστὶν H
<lb/>28 ὅπερ Mang. : ὥσπερ codd.
<lb/>29 ἁμαρτῶντι G</note> <note xml:lang="lat" type="footnote">21.
<lb/>22 cf. ad p. 123,20.
<lb/>25 cf. Doxographi p. 317, 12. Zeller III
<lb/>1 p. 181.</note>  

<pb n="v.3.p.126"/>
ὥσθ’ ἕτερον μὲν εἶναι τὸν οἰκήτορα, ἕτερον δὲ τὸν φεύγοντα. τῷ μὲν
γὰρ ἑαυτοῦ λόγῳ ὁ θεὸς πατρίδα οἰκεῖν τὴν ἐπιστήμην ἑαυτοῦ, ὡς ἂν
αὐτόχθονι, δεδώρηται, τῷ δ’ ἐν ἀκουσίοις γενομένῳ σφάλμασι καταφυγήν,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="77"><p> ὡς ὀθνείῳ ξένην, οὐχ ὡς πατρίδα ἀστῷ. <milestone unit="altref" n="15"/> ταῦτα καὶ περὶ
τῶν ἀκουσίων φιλοσοφήσας περὶ τῆς ἐπαναστάσεως καὶ βουλεύσεως ἑξῆς <lb n="5"/>
νομοθετεῖ φάσκων· „ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν
δόλῳ καὶ καταφύγῃ“ (Exod. 21, 14) ἐπὶ τὸν θεόν, τὸν προειρημένον
συμβολικῶς τόπον, παρ’ ὃν ζῆν συμβέβηκε τοῖς πᾶσι· καὶ γὰρ ἑτέρωθί
 φησιν· „ὃς ἂν φύγῃ ἐκεῖ, καὶ ζήσεται“ (Deut. 19,5).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="78"><p>ἀλλ’ οὐ
ζωὴ μέν ἐστιν αἰώνιος ἡ πρὸς τὸ ὂν καταφυγή, θάνατος δ’ ὁ ἀπὸ τούτου <lb n="10"/>
δρασμός; εἰ δέ τις ἐπιτίθεται, πάντως ἐκ προνοίας ἀδικεῖ, καὶ τὸ
σὺν δόλῳ πραττόμενον ἑκουσίως ἔνοχον, ὡς τὸ ἀδόλως ἔμπαλιν οὐδ’
 ὑπαίτιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="79"><p>οὐδὲν οὖν τῶν ὑπούλως καὶ δολερῶς καὶ ἐκ προνοίας πραττομένων
ἀδικημάτων ἄξιον λέγειν γίνεσθαι κατὰ θεόν, ἀλλὰ καθ’ ἡμᾶς
αὐτούς. ἐν ἡμῖν γὰρ αὐτοῖς, ὡς ἔφην, οἱ τῶν κακῶν εἰσι θησαυροί, <lb n="15"/>
 παρὰ θεῷ δὲ οἱ μόνων ἀγαθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="80"><p>ὃς ἂν οὖν καταφύγῃ, τὸ δ’ ἐστὶν ὃς
ἂν τῶν ἁμαρτημάτων μὴ ἑαυτὸν ἀλλὰ θεὸν αἰτιᾶται, κολαζέσθω, τῆς
μόνοις ἱκέταις πρὸς σωτηρίαν καὶ ἀσφάλειαν καταφυγῆς, τοῦ βωμοῦ,
στερούμενος, καὶ μήποτ’ εἰκότως· ἀμώμων γὰρ ἱερείων, λέγω δὲ ψυχῶν
ἀσινῶν καὶ κεκαθαρμένων, τὸ <milestone unit="altpage1" n="p. 558 M."/>  θυσιαστήριον ἀνάπλεών ἐστι· δυσίατος
δὲ ἢ παντελῶς ἀνίατος μῶμος τὸ φάσκειν καὶ κακῶν αἴτιον εἶναι τὸ <lb n="21"/>
 θεῖον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>