<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:36-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:36-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="36"><p>πρότερον οὖν ἐγγυμνάσασθε καὶ
<note xml:lang="mul" type="footnote"><lb/>2 κληθῇς conicio αἰσχύνεις G σεαυτοῦ Mang.: ἑαυτοῦ codd. 
<lb/>4 ἐμφορηθήσεται G 4.
<lb/>5 καὶ τὰ—ἐπισπάσεται oin. G
<lb/>5 ἐπιλιγχμώμενος H 
<lb/>6 χάνδονος οἱ G λέγωσι G πίνων Turn.: πεινῶν codd.
<lb/>7 χρήσει G 
<lb/>10 μεθυσθήσει ’
<lb/>11 μέμψαι H μέμψαιτ’ ἄν δὲ ὄντως G δεόντως G2) ante ἂν add. δὲ H οὗν Η: om. G
<lb/>12 πορίμου „Mss.“ (Mang., qui ἀργυρισμοῦ coniecit) 
<lb/>17 τοῖς ἐν ἐμφανεῖ GH2: τοὺς ἐμφανεῖ H1, τῷ ἐμφανεῖ v, τοῖς ἐμφανέσι conicio 
<lb/>18 ὁποῖ᾿ Η ἅττα v
<lb/>20 λέγομεν H (Mang.) οὑν H: μὲν οὖν G 
<lb/>22 ἐν Η: ἐκ G προεπιδείξασθε Η1
<lb/>27 ἐγγυμνάσασθε H2: ἐνγυμνάσασθε G, ἐγυμνάσασθε H1v 27. 118,1 προεμμελετήσατε H2: προεμελετήσατε GH1v</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Hom. Od. φ 294.</note>  

<pb n="v.3.p.118"/>
προεμμελετήσατε τοῖς τοῦ βίου πράγμασιν ἰδίοις τε καὶ κοινοῖς καὶ γενόμενοι πολιτικοί
τε καὶ οἰκονομικοὶ δι’ ἀδελφῶν ἀρετῶν, οἰκονομικῆς τε καὶ πολιτικῆς,
κατὰ πολλὴν περιουσίαν τὴν εἰς ἕτερον καὶ ἀμείνω βίον ἀποικίαν
στείλασθε· τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου, προάγωνά τινα ἀγῶνος
τελειοτέρου, καλὸν πρότερον διαθλῆσαι. οὕτως τὴν ὄκνου καὶ ἀργίας <lb n="5"/>
 κατηγορίαν ἀποδράσεσθε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="37"><p>οὕτως καὶ τοῖς Λευίταις τὰ μὲν ἔργα ἐπιτελεῖν
ἄχρι πεντηκονταετίας διείρηται (Num. 4,30 ss.), ἀπαλλαγεῖσι δὲ τῆς
πρακτικῆς ὑπηρεσίας σκοπεῖν ἕκαστα καὶ θεωρεῖν, τῆς ἐν τῷ πρακτικῷ
βίῳ κατορθώσεως γέρας λαβόντας ἕτερον βίον, ὃς ἐπιστήμῃ καὶ θεωρίᾳ
 μόνῃ χαίρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="38"><p>καὶ ἄλλως ἀναγκαῖον, τοὺς τῶν θείων ἀξιοῦντας μεταποιεῖσθαι <lb n="10"/>
δικαίων τὰ ἀνθρώπεια πρότερον ἐκπληρῶσαι· πολλὴ γὰρ εὐήθεια
τῶν μειζόνων ὑπολαμβάνειν ἐφίξεσθαι ἀδυνατοῦντας τῶν ἐλαττόνων περιγίνεσθαι.
γνωρίσθητε οὖν πρότερον τῇ κατ’ ἀνθρώπους ἀρετῇ, ἵνα καὶ
τῇ πρὸς θεὸν συσταθῆτε. τοιαῦτα ὑφηγεῖται τῷ ἀσκητικῷ ἡ ὑπομονή,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="39"><p> τὰς δὲ λέξεις ἀκριβωτέον. <milestone unit="altref" n="7"/> „ἰδοὺ“ φησίν „Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ <lb n="15"/>
σοι“ — ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα
Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ
δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ;
— σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ
εἰς τὸ παντελὲς <milestone unit="altpage1" n="p. 552 M."/>  ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ
 ψυχικοὶ τόνοι μαλθακώτεροι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="40"><p>διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ <lb n="21"/>
ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον
καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος
ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν
οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία. <lb n="25"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>