<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:172-174</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:172-174</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="172"><p>ἀρχὴ μὲν οὖν ὁ σπόρος, τελευτὴ δὲ ὁ ἄμητος. ἄμεινον δ’ ἐκεῖνο
ἐκδέξασθαι· πᾶσα ἀρχὴ καὶ πᾶν τέλος αὐτόματόν ἐστιν, ἴσον τῷ φύσεως,
οὐχ ἡμέτερον ἔργον· οἷον ἀρχὴ τίς τοῦ μανθάνειν; ἢ δῆλον ὅτι ἡ ἐν
τῷ διδασκομένῳ φύσις εὐπαράδεκτος οὖσα πρὸς τὰ κατὰ μέρος θεωρήματα; <lb n="5"/>
τίς δὲ τοῦ τελειοῦσθαι; πάλιν, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν,
ἡ φύσις. προκοπὰς μὲν γὰρ ἐμποιῆσαι καὶ ὁ διδάσκων ἱκανός, τὴν δ’
 ἐπ’ ἄκρον τελειότητα ὁ θεὸς μόνος, ἡ ἀρίστη φύσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="173"><p>ὁ τούτοις
ἐντρεφόμενος τοῖς δόγμασι τὴν ἀίδιον εἰρήνην ἄγει, πόνων ἀφειμένος
ἀτρύτων. ἀδιαφορεῖ δ’ ἑβδομάδος εἰρήνη κατὰ τὸν νομοθέτην· ἐν γὰρ <lb n="10"/>
 αὐτῇ τὸ δοκεῖν ἐνεργεῖν ἀποτιθεμένη γένεσις ἀναπαύεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="174"><p>προσηκόντως
οὖν λέγεται· „καὶ ἔσται τὰ σάββατα τῆς γῆς ὑμῖν βρώματα“ (Lev. 25, 6),
δι’ ὑπονοιῶν· τρόφιμον γὰρ καὶ ἀπολαυστὸν μόνον ἡ ἐν θεῷ ἀνάπαυσις,
τὸ μέγιστον ἀγαθὸν περιποιοῦσα, τὴν ἀπόλεμον εἰρήνην. ἡ μὲν
γὰρ κατὰ πόλεις ἀνακέκραται ἐμφυλίῳ πολέμῳ, ἡ δὲ ψυχῆς ἀμιγὴς <lb n="15"/>
 διαφορᾶς ἁπάσης ἐστίν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>