<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:161-165</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:161-165</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="161"><p><milestone unit="altref" n="29"/> ἐζήτει ποτὲ προαχθεὶς ὑπὸ τοῦ φιλομαθοῦς καὶ τὰς αἰτίας, αἷς τἀναγκαιότατα τῶν ἐν τῷ
<lb n="10"/> κόσμῳ πραγμάτων ἐπιτελεῖται· θεώμενος γὰρ ὅσα ἐν γενέσει φθειρόμενα
καὶ γεννώμενα, ἀπολλύμενά τε αὖ καὶ διαμένοντα, τέθηπε καὶ
καταπέπληκται καὶ ἐκβοᾷ φάσκων·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="162"><p>„τί, ὅτι ὁ βάτος καίεται καὶ οὐ κατακαίεται“ (Exod. 3,2. 3)· τὸν γὰρ ἄβατον οὐ πολυπραγμονεῖ χῶρον,
θείων ἐνδιαίτημα φύσεων, ἀλλ’ ἤδη μέλλων ἀνήνυτον καὶ ἀτελῆ πόνον
<lb n="15"/> διαθλεῖν ἐπικουφίζεται ἐλέῳ καὶ προμηθείᾳ τοῦ πάντων σωτῆρος θεοῦ,
ὃς ἔχρησεν ἐκ τῶν ἀδύτων· „μὴ ἐγγίσῃς ὧδε“ (ibid. 5), ἴσον τῷ μὴ
πρόσιθι τοιαύτῃ διασκέψει· περιεργίας γὰρ καὶ φιλοπραγμοσύνης μείζονος
ἢ κατὰ ἀνθρωπίνην δύναμιν τὸ ἔργον· ἀλλὰ τὰ μὲν γεγονότα θαύμαζε,
τὰς δὲ αἰτίας, δι’ ἃς ἢ γέγονεν ἢ φθείρεται, μὴ πολυπραγμόνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="163"><p>„ὁ <lb n="20"/> γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας“ φησί „γῆ ἁγία ἐστί“ (ibid. 5). ποῖος
τόπος; ἢ δῆλον ὅτι ὁ αἰτιολογικός, ὃν μόνον ταῖς θείαις ἀνῆψε φύσεσιν,
ἀνθρώπων οὐδένα νομίσας ἱκανὸν εἶναι αἰτιολογίας ἐφάψασθαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="164"><p>ὁ δ’ ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας ἅπαντα τὸν κόσμον ζητεῖ περὶ
τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος καὶ δυστόπαστος, σῶμα
<lb n="25"/> ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων ἢ φύσις ἁπλῆ, οἵα μονάς, ἢ σύγκριμα
ἢ τί τῶν ὄντων. καὶ τοῦθ’ ὁρῶν ὡς ἔστι δυσθήρατον καὶ δυσπερινόητον,
<note xml:lang="mul" type="footnote"><lb/>2 συνειδὼς Η Μωσῆς GH
<lb/>4 μόνον H1
<lb/>5 ἀληθοῦς G2H2: ἀληθῶς G1H1, tum καὶ add., sed rursus del. Η
<lb/>6 φάσκῃ sciipsi: φάσκει codd. ὁ G: om. H
<lb/>7 τῶν] τὸν G1 εἰς s. s. G2
<lb/>8 ποτὲ om. G, ποτὲ ὁ προφήτης φήτης conicio
<lb/>12 τί G: om. Η οὐ secl. Mang.
<lb/>13 χῶρον H1: χορὸν G, χῶρον ὡς H2, χῶρον, ὃς Mang.
<lb/>15 διελθεῖν L1 πάντα G 
<lb/>17 περιεργείας Η
<lb/>19 τὰς G: στάς, τὰς Η
<lb/>20 φησὶ γῆ ἁγία G: φησὶν ἅγιος H
<lb/>21 δηλονότι G ὃν H: ὃ, tum ras. G
<lb/>22 ἀνθρώπων G: ἄνθρωπον H οὐδὲν ἀνομίσας G1
<lb/>24 δυσθήρατος coni. Mang. 
<lb/>25 ἀσώματον conicio ἢ φύσις G1H: καὶ φύσις G2
<lb/>26 ἤ τι v</note>  

<pb n="v.3.p.146"/>
εὔχεται παρ’ αὐτοῦ μαθεῖν τοῦ θεοῦ, τίς ἐστιν ὁ θεός· οὐ γὰρ ἤλπισε
 δυνήσεσθαι γνῶναι παρ’ ἑτέρου τινὸς τῶν μετ’ αὐτόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="165"><p>ἀλλ’ ὅμως
ἴσχυσε μηδὲν περὶ τῆς τοῦ ὄντος ἐρευνᾶν οὐσίας· „τὰ γὰρ ὀπίσω μου“
φησίν „ὄψει, τὸ δὲ πρόσωπον οὐ μὴ ἴδῃς“ (Exod. 33, 23). αὔταρκες
γάρ ἐστι σοφῷ τὰ ἀκόλουθα καὶ ἑπόμενα καὶ ὅσα μετὰ τὸν θεὸν <lb n="5"/>
γνῶναι, τὴν δ’ ἡγεμονικὴν οὐσίαν ὁ βουλόμενος καταθεάσασθαι τῷ
περιαυγεῖ τῶν ἀκτίνων πρὶν ἰδεῖν πηρὸς ἔσται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>