<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:160-162</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:160-162</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="160"><p>τὰ γὰρ πρὸς γένεσιν τῶν πρὸς θεὸν μακρὰν ἀπέζευκται· τῇ μὲν γὰρ τὰ φανερὰ μόνα, τῷ δὲ καὶ τὰ
<lb n="5"/> ἀφανῆ γνώριμα. παραπαίει δ’, ὃς ἂν τοῦ ἀληθοῦς καταψευδόμενος ἔτ’
 ἀδικῶν μετανενοηκέναι φάσκῃ· ὅμοιον ὡς εἰ καὶ ὁ νοσῶν τὸν  <milestone unit="altpage2" n="p. 570 M."/> ὑγιαίνοντα
καθυποκρίνοιτο· μᾶλλον γάρ, ὡς ἔοικε, νοσήσει μηδὲν τῶν εἰς
ὑγίειαν προσφόρων ἐπιτηδεύειν ἀξιῶν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="161"><p><milestone unit="altref" n="29"/> ἐζήτει ποτὲ προαχθεὶς ὑπὸ τοῦ φιλομαθοῦς καὶ τὰς αἰτίας, αἷς τἀναγκαιότατα τῶν ἐν τῷ
<lb n="10"/> κόσμῳ πραγμάτων ἐπιτελεῖται· θεώμενος γὰρ ὅσα ἐν γενέσει φθειρόμενα
καὶ γεννώμενα, ἀπολλύμενά τε αὖ καὶ διαμένοντα, τέθηπε καὶ
καταπέπληκται καὶ ἐκβοᾷ φάσκων·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="162"><p>„τί, ὅτι ὁ βάτος καίεται καὶ οὐ κατακαίεται“ (Exod. 3,2. 3)· τὸν γὰρ ἄβατον οὐ πολυπραγμονεῖ χῶρον,
θείων ἐνδιαίτημα φύσεων, ἀλλ’ ἤδη μέλλων ἀνήνυτον καὶ ἀτελῆ πόνον
<lb n="15"/> διαθλεῖν ἐπικουφίζεται ἐλέῳ καὶ προμηθείᾳ τοῦ πάντων σωτῆρος θεοῦ,
ὃς ἔχρησεν ἐκ τῶν ἀδύτων· „μὴ ἐγγίσῃς ὧδε“ (ibid. 5), ἴσον τῷ μὴ
πρόσιθι τοιαύτῃ διασκέψει· περιεργίας γὰρ καὶ φιλοπραγμοσύνης μείζονος
ἢ κατὰ ἀνθρωπίνην δύναμιν τὸ ἔργον· ἀλλὰ τὰ μὲν γεγονότα θαύμαζε,
τὰς δὲ αἰτίας, δι’ ἃς ἢ γέγονεν ἢ φθείρεται, μὴ πολυπραγμόνει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>