<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:151-155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:151-155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="151"><p>τὸν ἀρραβῶνα τοῦτον εἰ καλῶς
ἔδωκε, βασανίζει. τίς οὖν ἡ βάσανος; καθεῖναί τι δέλεαρ ὁλκῷ
κεχρημένον δυνάμει, δόξαν ἢ πλοῦτον ἢ ὑγείαν σώματος ἤ τι τῶν <lb n="20"/>
ὁμοιοτρόπων, καὶ γνῶναι πρὸς πότερα καθάπερ ἐπὶ πλάστιγγος ταλαντεύσει·
ῥοπὴ γὰρ εἰ γένοιτο πρός τι τούτων, ὁ ἀρραβὼν οὐ βέβαιος.
ἀπέστειλεν οὖν τὸν ἔριφον κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός,
οὐ τοῦτο προῃρημένος πάντως ἀπολαβεῖν, ἀλλ’ εἴ ποτε ἀναξία τοῦ
 κατέχειν ἐκείνη γένοιτο. γενήσεται δὲ πότε;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="152"><p>ἡνίκα ἂν τὰ διαφέροντα <lb n="25"/>
ἀδιαφόρων ἀντικαταλλάξηται, τῶν γνησίων ἀγαθῶν τὰ νόθα προτιμήσασα·
γνήσια μὲν οὖν ἀγαθὰ πίστις, εἱρμὸς καὶ ἀκολουθία λόγων πρὸς ἔργα,
παιδείας κανὼν ὀρθῆς, ὡς ἔμπαλιν κακὰ ἀπιστία, τὸ ἀνακόλουθον,
ἀπαιδευσία, τὰ δὲ νόθα, ὅσα τῆς ἀλόγου φορᾶς ἀπῃώρηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="153"><p>ζητῶν οὖν
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτῶ H1 βούλετ’ H τῶν Mang.: τῶ G, τὸ H
<lb/>4 σπουδαῖς G: σκηναῖς H 5.
<lb/>6 ἀπέστειλεν Ἰούδας L
<lb/>6 alt. τοῦ codd.: αὐτοῦ v, αὐτοῦ τοῦ ex LXX conicio Ὀδολαμίτου Η
<lb/>8 γε μόνη G1
<lb/>15 <add>δηλοῦσα</add> διὰ conicio, lin.
<lb/>16 post ῥάβδου add. μηνύουσα Mang., δοῦσα Cohn
<lb/>24 προηρημένος G(H1 Mang.): προηρημένου H2 τοῦτον conicio ἀλλ’ coni. Cohn μαθεῖν vid. add.
<lb/>26 ἀδιαφόρων G(Mang.): διαφόρων H 
<lb/>27 ἔργα <add>καὶ ἔργων πρὸς λόγους</add> coni. Mang.
<lb/>28 ἀνακόλουθον GH1
<lb/>29 τά] ἀγαθὰ conicio</note>  

<pb n="v.3.p.143"/>
„οὐκ ἀνεῦρεν αὐτήν“· δυσεύρετον γὰρ ἢ καὶ παντελῶς ἀνεύρετον ἐν
πεφυρμένῳ βίῳ τὸ καλόν. κἂν διαπύθηται, εἰ ἔστι περὶ πάντα τὸν
τόπον τοῦ καλοῦ πεπορνευμένη ψυχή, ῥητῶς ἀκούσεται, ὅτι οὔτε ἔστιν
οὔτε ἦν πρότερον· ἀκόλαστος γὰρ ἢ μαχλὰς ἢ τριοδῖτις σοβὰς ἢ τὸ
<lb n="5"/> τῆς ὥρας ἄνθος ἐπευωνίζουσα ἢ καθαρσίοις καὶ λουτροῖς τὰ ἐκτὸς
φαιδρυνομένη, τὰ δὲ ἐντὸς ῥυπῶσα, ἢ καθάπερ τὰ πινάκια χρώμασι
τὴν ὄψιν ὑπογραφομένη χήτει φυσικῆς εὐμορφίας ἢ τὸ λεγόμενον
πολύανδρον κακὸν ὡς ἀγαθὸν μεταδιώκουσα ἢ πολυγαμίας ἐρῶσα ἢ
πρὸς μυρία σπειρομένη ἢ ὑπὸ μυρίων σωμάτων ὁμοῦ καὶ πραγμάτων
<lb n="10"/> ἐμπαιζομένη καὶ περιυβριζομένη κεῖθι οὐκ ἔστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="154"><p>ταῦτα ὁ διαπεμψάμενος ἀκούσας, φθόνον ἠλλοτριωκὼς ἀφ’ αὑτοῦ καὶ τὴν φύσιν ἵλεως
 γέγηθεν οὐ μετρίως  <milestone unit="altpage2" n="p. 569 M."/> καί φησι· μὴ γὰρ οὐ δι’ εὐχῆς ἐστί μοι τὴν
διάνοιαν ἀστείαν τε καὶ ἀστὴν ὡς ἀληθῶς εἶναι, κοσμιότητι καὶ σωφροσύνῃ
καὶ ταῖς ἄλλαις διαπρέπουσαν ἀρεταῖς, ἑνὶ προσέχουσαν ἀνδρὶ καὶ
<lb n="15"/> τὴν ἑνὸς οἰκουρίαν ἀγαπῶσαν καὶ μοναρχίᾳ χαίρουσαν. εἰ δὴ τοιαύτη
τίς ἐστιν, ἐχέτω τὰ δεδομένα, καὶ τὴν παιδείαν καὶ τὸν εἱρμὸν λόγου
πρὸς βίον καὶ βίου πρὸς λόγον καὶ τὸ ἀναγκαιότατον, βεβαιότητα καὶ
πίστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="155"><p>ἀλλὰ μή ποτε γελασθῶμεν ἀνάξια κεχαρίσθαι δόξαντες, καίτοι γ’ ὑπολαβόντες ἐπιτηδειότατα τῇ ψυχῇ δεδωρῆσθαι. ἀλλὰ γὰρ ἐγὼ
<lb n="20"/> μέν, ὅπερ εἰκὸς ἦν ἐργάσασθαι τὸν βουλόμενον τρόπου βάσανον καὶ
δοκιμασίαν λαβεῖν, πεποίηκα, δέλεαρ καθεὶς καὶ διαπεμψάμενος, ὁ δὲ
ἐπεδείξατο τὴν ἑαυτοῦ φύσιν οὐκ εὐάλωτον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>