<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:146-150</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:146-150</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="146"><p>ὥσπερ γὰρ οὐ τὰ αὐτὰ παῖδες καὶ ἄνδρες μανθάνουσιν, ἀλλ’ ἑκατέρᾳ τῶν ἡλικιῶν εἰσιν ἁρμόττουσαι διδασκαλίαι, οὕτως
πεφύκασιν εἶναί τινες αἰεὶ παιδικαὶ ψυχαὶ καὶ ἐν σώμασι γεγηρακόσι
<lb n="15"/> καὶ ἔμπαλιν τελειόταται ἐν ἄρτι ἀκμάζουσι καὶ ἡβῶσιν. ὄφλοιεν ἂν
οὖν εὐήθειαν, ὅσοι μειζόνων ἢ κατὰ τὴν ἑαυτῶν φύσιν ἐρῶσιν, ἐπειδὴ
πᾶν τὸ ὑπὲρ δύναμιν ἐπιτάσει σφοδρότητος ἀπορρήττεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="147"><p>καὶ Φαραὼ „ζητῶν ἀνελεῖν Μωυσῆν“ (Exod. 2,15), τὸ προφητικὸν γένος, οὐδέποτε
εὑρήσει, καίτοι χαλεπὸν ἀκηκοὼς κατ’ αὐτοῦ λόγον ὡς ἐπικεχειρηκότος
<lb n="20"/> καθελεῖν τὴν σώματος ἅπασαν ἡγεμονίαν δυσὶ προσβολαῖς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="148"><p>ὧν τὴν μὲν προτέραν ἐποιήσατο πρὸς τὸν Αἰγύπτιον τρόπον, ὃς ἐπετείχιζεν
ἡδονὴν ψυχῇ — „πατάξας γὰρ αὐτὸν“ οὐσίᾳ σποράδι „κατέχωσεν,
ἄμμῳ“ (Exod. 2,12), τοῦ αὐτοῦ νομίσας ἀμφότερα εἶναι τὰ δόγματα,
καὶ ἡδονὴν ὡς πρῶτον καὶ μέγιστον ἀγαθὸν καὶ ἀτόμους ὡς τῶν ὅλων
<lb n="25"/> ἀρχάς —, τὴν δ’ ἑτέραν (ibid. 13) πρὸς τὸν κατακερματίζοντα τὴν
φύσιν τοῦ ἀγαθοῦ καὶ τὸ μὲν ψυχῇ, τὸ δὲ σώματι, τὸ δὲ τοῖς ἐκτὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 Μωσῆς codd.
<lb/>5 παρεληλύθεισαν L
<lb/>9 τῆς] τοῖς H1 ut vid. ἀπεσφάλησαν coni. Mang.
<lb/>11 θιασσότας G lacunam statuo et μὴ ἀρκουμένους τῇ νεωκόρων τάξει suppleo, Mang. post ἱερωσύνης add. καὶ ἀρχῆς 
<lb/>15 ἡβῶσιν ex corr. Η2
<lb/>16 post ὅσοι add. κατὰ Η1
<lb/>17 ἀπορήττεται (sic) G: ἀπορρήσσεται H (sed alterum ρ s. s. Η2, σσε ex corr.), D v. infra διαρρήγνυται conicio), ἀπορρυήσεται coni. Mang.
<lb/>18 Μωσῆν codd. 19.
<lb/>20 ἐπιχειρηκότος H 
<lb/>22 post σποράδι ras. in H κατέχωσαν H1
<lb/>24 ἀτόμους Η2 (post ἁ ras.): συντόμους G εἰσηγουμένου vid. add.</note> <note xml:lang="mul" type="footnote">16—18 DK fol. 244v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ φυγῆς καὶ εὑρέσεως· πᾶν τὸ ὑπὲρ δύναμιν                       ι   ρ    ν ἐπιτάσει σφοδρότητος λαπ . . ρυειται (etiam supra ει evanidae litterae exstant).</note>  

<pb n="v.3.p.142"/>
ἀπονέμοντα. ὁλόκληρον γὰρ αὐτὸ βούλεται εἶναι, τῷ ἀρίστῳ τῶν ἐν
ἡμῖν, διανοίᾳ μόνῃ, προσκεκληρωμένον καὶ μηδενὶ τῶν ἀψύχων ἐφαρμόττον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="149"><p><milestone unit="altref" n="27"/> οὐδὲ τὴν ἀνίκητον ἀρετὴν καὶ πικραινομένην ἐπὶ ταῖς
καταγελάστοις τῶν ἀνθρώπων σπουδαῖς, ὄνομα Θάμαρ, ὁ διαπεμφθεὶς
ἐπὶ τὴν ζήτησιν αὐτῆς ἀνευρίσκει. <milestone unit="altpage1" n="p. 568 M."/>  φυσικώτατα· λέγεται γάρ· „ἀπέστειλε
δὲ Ἰούδας τὸν ἔριφον ἐν χειρὶ τοῦ ποιμένος τοῦ Ὁδολλαμίτου κομίσασθαι <lb n="6"/>
τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε
δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν
Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπον· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη
πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου <lb n="10"/>
λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή
ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ
οὐχ εὕρηκας“ (Gen. 38,20—23). ὢ  θαυμαστῆς δοκιμασίας, ὢ ἱεροπρεποῦς
 πείρας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="150"><p>ἀρραβῶνά τις ἔδωκεν ὠνητικῶς ἔχουσα διάνοια τοῦ
καλλίστου κτήματος, θεοσεβείας, διὰ τριῶν ἐνεχύρων ἢ συμβόλων, <lb n="15"/>
δακτυλίου, ὁρμίσκου, ῥάβδου (ibid. 18), βεβαιότητα καὶ πίστιν, εἱρμὸν
καὶ ἀκολουθίαν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον, ὀρθὴν καὶ ἀκλινῆ
 παιδείαν, ᾗ λυσιτελὲς ἐπερείδεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>