<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:111-115</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:111-115</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="111"><p>καὶ ὅτι τὴν κεφαλὴν „οὐδέποτε ἀπομιτρώσει“, τὸ βασίλειον οὐκ ἀποθήσεται διάδημα, τὸ σύμβολον τῆς οὐκ αὐτοκράτορος
<lb n="25"/> μέν, ὑπάρχου δὲ καὶ θαυμαστῆς ἡγεμονίας, "οὐδ’ αὖ τὰ ἱμάτια διαρρήξει“
(Lev. 21, 10)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="112"><p>ὅ τε γὰρ τοῦ ὄντος λόγος δεσμὸς ὢν τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 παρέχουσαν H1
<lb/>4 οἱ μέν addidi, οἱ μὲν γὰρ μακροβιώτατοι coni. Alang. 
<lb/>4 οἱ δὲ ὀλιγοχρονιώτατοι s. s. H2
<lb/>10 ἔγγιστα v ἀνηρημένων G2: ἀνημέρων ’H II.
<lb/>12 ἐφαπτόμενοι coni. Mang.
<lb/>13 μόνων H
<lb/>15 Μωσῆς codd.
<lb/>16 ἔλαχε G
<lb/>18 κέχριται G
<lb/>23 ἀπομητρώσει G</note>  

<pb n="v.3.p.134"/>
ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει κωλύων αὐτὰ
διαλύεσθαι καὶ διαρτᾶσθαι· ἥ τ’ ἐπὶ μέρους ψυχή, καθόσον δυνάμεως
μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι
μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν
καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα· ὅ τε κεκαθαρμένος τοῦ <lb n="5"/>
σοφοῦ νοῦς ἀρρήκτους καὶ ἀπήμονας διαφυλάττει τὰς ἀρετάς, τὴν φυσικὴν αὐτῶν συγγένειάν τε καὶ κοινωνίαν ἁρμοσάμενος εὐνοίᾳ παγιωτέρᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="113"><p><milestone unit="altref" n="21"/> οὗτος „ἐπὶ πᾶσαν ψυχὴν τετελευτηκυῖαν“, ᾗ φησι Μωυσῆς,
„οὐκ εἰσελεύσεται“ (Lev. 21, 11)· θάνατος δὲ ψυχῆς ὁ μετὰ κακίας
| ἐστὶ βίος, ὥστε οὐδέ τινος ἄγους, ὧν προσβάλλειν ἀφροσύνη φιλεῖ, ποτὲ <note xml:lang="lat" type="marginal">p. 563 M.</note>
 προσάψεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="114"><p>τούτῳ καὶ παρθένος ἐκ τοῦ ἱεροῦ γένους ἁρμόζεται, καθαρὰ <lb n="11"/>
καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης
καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13.14),
πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν
γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς <lb n="15"/>
αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς
καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ
προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην
 ἠγαπηκώς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="115"><p>ὑπερβολή τις περὶ τὸν τρόπον τοῦτον τελειότητος
ἐνορᾶται. τὸν μέν γε τὴν μεγάλην εὐξάμενον εὐχὴν οἶδέ που καὶ ἀκουσίως <lb n="20"/>
σφαλλόμενον, εἰ καὶ μὴ ἑκουσίῳ γνώμῃ· λέγει γάρ· „ἐὰν δέ τις
ἀποθάνῃ ἐπ’ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται“ (Num. 6, 9)·
τὰ γὰρ ἀβούλητα ἔξωθεν αἰφνίδιον κατασκήπτοντα παραχρῆμα τὴν ψυχὴν
οὐ πρὸς αἰῶνα μήκιστον μιαίνει, ἅτε ὄντα ἀκούσια. τούτων δ’ ὁ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπάντων ἄρρηκτος καὶ coni. Mang. ὡς om. GH1 εἴργεται G2 κωλύων G: κωλύει Η, καὶ κωλύει H2
<lb/>2 ἥ τ’ G2: ἥ τε H2, εἴτε G1 (H1) καθ’ ὅσον codd.
<lb/>7 παγειοτέρα G, παγιωτάτῃ coni. Mang.
<lb/>8 οὗτος H2: οὕτως G(H1) τετελευτηκυῖαν H2: τετελευτηκῶσαν G(H1) Μωσῆς codd.
<lb/>10 προσβάλλει G1 ut vid.
<lb/>11 ἱερατικοῦ coni. Mang.
<lb/>14 αὐτοὺς G
<lb/>17 <add>καὶ</add> ἄθεον ὁμοῦ κακόν conicio ἄθεον secl. Mang., ἄθεον μὲν οὖν secl. Cohn 
<lb/>18 τὴν e corr. Η2
<lb/>19 τελειότατος G
<lb/>20 οὐδέπου coni. Mang.
<lb/>21 μὴ καὶ V
<lb/>24 τὰ G: τῶν Η ἀβούλητα scripsi: ἀβουλήτων H2, ἀβουλούντων G(H1) fort. τῶν γάρ ἀβουλήτων τινὰ scrib.
<lb/>25 ἅτε H: ἄν τε G post ἀκούσια add. τύχοι G2</note>  

<pb n="v.3.p.135"/>
ἀρχιερεὺς καθάπερ καὶ τῶν ἑκουσίων ὑπεράνω στὰς ἀλογεῖ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>