<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:37-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:37-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="37"><p>ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς
ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνομβροῦσαι Pap: ἀναβρύουσαι codd. ἀίει Pap: ἀεὶ codd. πλημυροντα Pap
<lb/>2 σῶν om. OAB
<lb/>4 οὑν scripsi: οὐ Pap GHP, γὰρ OAB
<lb/>5 οὐ κατά μέτρον HP αμετρον Pap επιρροιης Pap ὁ θνητὴ φύσις OAB δύνατον Pap: δύνατον GHP, ἀδύνατος OAB
<lb/>7 γὰρ] γοῦν Mang. λοιπὸν Pap GH2: om. ceteri μαθεῖν scripsi: μαυειν Pap, σχεῖν H2, om. ceteri τε καὶ] τέκνον OAB τοῦτο Pap ἐστὶ codd.
<lb/>8 ευεργησιων (sic) Pap: ἔργων codd. καὶ seclusi, aut scrib. καὶ <add>χαρίτων</add> η Pap: codd. 10.
<lb/>11 πολυχρόνιον GHP
<lb/>11 λαβέσθαι G
<lb/>12 ἐχυρωτάτας ἀποτεῖναι εἰς τὸ κάτω conicio ἐχυρότητος Pap G: ὁχυρότατος Β, ὀχυρότητος ceteri ἕνεκ’ ΑΒΗP ἀποτεῖναι ΑΒΒP Pap(?): ποτ’ εἶναι G, ἀποκτεῖναι Ο 
<lb/>13 ἀνεγεῖρον scripsi: ἀνεγείρων Pap GHP, ἀνεγείρω OAB ἀρετὴν] ψυχὴν coni. Mang. βαίνειν μέν] βαίνειν HP, καὶ νῦν G
<lb/>15 διαμένῃ Pap: διαμένει G, διαμένοι ceteri ἄτεκνον] ἄπαιδα OAB σπείραν Pap οἶδ’ ὅτι HP (ὅτι del. P)G1(?): ὄιδα ὅτι Pap, ὁ ἰδιώτης G2, οἶδα OAB
<lb/>16 φέρων] σπείρων coni. Mang. ἐπεὶ καὶ] καὶ ἔπι Pap
<lb/>17 ἐξαιρέτων Pap στηρωθηναι Pap
<lb/>18 ἀτονῆσαι G2
<lb/>19 ἐμαυτῶι Pap, ἑαυτοῦ O, <add>ἐν</add> ἐμαυτῷ 
<lb/>20 καλοῦ] λοῦ in ras. Η2, κακοῦ Β, κακῶς O περιιδὼν Pap ἱκέτις Η 
<lb/>21 τὸ] τὰ G</note>  

<pb n="v.3.p.10"/>
 ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="38"><p>ζῆλον καὶ τοῖς ἀσκητικοῖς
ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’
ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν
παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι
καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων <lb n="5"/>
 εὐπαράδεκτοι χαρακτήρων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="39"><p>δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ
τῆς οἰκογενοῦς μου“ τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν.
ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ
ἐλπίζω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="40"><p><milestone unit="altref" n="8"/> Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. <lb n="10"/>
ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει
τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον
καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν
 ἐμφαίνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="41"><p>ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν
τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ <lb n="15"/>
ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές
 τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="42"><p>τίς οὖν ἐστιν ἡ ἐκ
φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν
ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, <milestone unit="altpage1" n="p. 479 M."/>  ἧς
ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἰσόχρονον HP κόσμου OAB
<lb/>2 τῆς ψυχῆς OGHP, τῆς ψυχικῆς ΑΒ γενήσεως G, γενέσεως τε Pap, pro τε fort. scrib. ὥστε vel τε transpon. post σπορᾶς καὶ μοιραθέντες GHP: καὶ μοιρανθεντες Pap, οἳ καὶ μακρυνθέντες OAB, ὧν μοιραθέντες coni. Mang. ὑφ’] ἀφ’ OAB
<lb/>3 εξεληλασαν Pap οἷς] οὑς OAB, 2 in mg. 3.
<lb/>4 τὸν παῖδα Pap: τὸν δοῦλον prius Η, τῶν δούλων ceteri 
<lb/>4 ἀκακία Pap: ἀποικία cocid. τιθηνός codd. ἄβαστοι G, ἄπλαστοι coni. Mang. ὁ ὁ om. P Μασὲκ] μου OAB, Μασὲκ κατὰ G
<lb/>7 κληρονόμος γενέσθαι ἱκανός OAB
<lb/>8 ἔλαβον OABGP: ἔλαχον Pap (?) H
<lb/>9 ἤλπιζον coni. Mang.
<lb/>10 ἡ] ὁ O ὁ υἱὸς αὐτῆς OAB 10.
<lb/>11 σκεπτέον Pap 
<lb/>11 Μασεκ Pap: ὁ Μσὲκ Ο, ἡ Μασὲκ ceteri δὲ Pap H2: τοίνυν OAB, om. GH1P
<lb/>12 ἐνῶσιν Pap: αἵρεσιν OAB, εὕρεσιν GHP ἁρμοζομένης Pap                                                                               αἰ εὐνοία H: εὐνοίας Pap, εὔνοιαν GP, εἰς εὔνοιαν OA, εἰς ἔννοιαν B 12.
<lb/>13 επιπολεον καὶ ψειλην Pap: ψιλὴν καὶ ἐπιπόλαιον codd.
<lb/>13 ἐς HP ταὐτὸν codd. συναγαγουσης Pap: συναγούσης codd.
<lb/>14 οὐκέτι OAB οὐκ ἔστι τὸ κύπτειν om. Pap οὐδὲ Pap
<lb/>15 ἢν πάντως Pap: οὐκέτι OAB, om. GHP οὐδὲ Pap ὁ om. Pap οὐδὲ Pap
<lb/>16 τὸ φιλεῖν om. Pap ἥκοντες L
<lb/>17 τινες om. Pap ταῖς] καὶ G ουν Pap: δὲ ΑΒ, δ’ ccteri 17.
<lb/>18 ἡ ἐκ φιλήματος bis hab. G
<lb/>18 συσταθεῖσα Pap: συντεθεῖσα Η2, συνταθεῖσα ceteri 
<lb/>19 (υπ)οκρυψαμενος Pap ἡ Μάσεκ προσαγορευομένη coni. Mang. πᾶσαν πᾶσα Turn. ᾠκειωμένη coni. Cobn
<lb/>20 θεραπανιααδε Pap</note>  

<pb n="v.3.p.11"/>
νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον
τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν,
ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="43"><p>Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ
<lb n="5"/> δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν
ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν·
„οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen.
31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως
ἐπαιδεύθημεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="44"><p>ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ <lb n="10"/> καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν,
καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ
οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς,
καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι
δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ
<lb n="15"/> νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ
γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους
φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“
(Exod. 18, 7). </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="45"><p><milestone unit="altref" n="9"/> ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ
<lb n="20"/> κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς
γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς
Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="46"><p>τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις
δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ
<lb n="25"/> πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν
<note xml:lang="mul" type="footnote"><lb/>2 παιδεύονται Ο, om. ΑΒ post παιδεύονται add. καὶ Ο οὐ φιλεῖν] ὀ φίλας G
<lb/>3 περιπόθητον Mang. per errorem δὲ Pap
<lb/>5 ἀπηρτηκὼς OAB ὁ ου Pap: οὐ γὰρ ceteri
<lb/>7 καταφιλεῖν H καὶ om. G
<lb/>10 καὶ φιλησον οντως Pap: om. codd. βουλήσει Pap ποθεῖν coni. Mang.
<lb/>11 σῷ om. H
<lb/>12 αἰ Pap: om. codd.
<lb/>13 καὶ om. Η τὸ] yap Pap
<lb/>14 δυνηθῇ OAB δυνηθῆις λύτρα καὶ σῶστρα Pap πρὸς ποίου Β, πρὸς ποίους L, προσποιῇ coni. Mang. <add>ὅμως</add> προσποιῇ coni. Cohn
<lb/>15 νυν Pap: om. G, οὑν ὁ] ἢ OAB
<lb/>16 γαμβρὸν Mang.: Αἀρὼν Pap et codd. Μωυσῆς Mang.: Μουσῆν Pap, Μωσἐα codd. τῆς ψυχῆς codd.
<lb/>17 φιλήσας OAB
<lb/>19 γένεσιν πᾶς μεθόριον Pap
<lb/>20 τὰς] τὰς τοῦ ΑΒ
<lb/>21 οὐδὲ bis Pap ὲν Pap: om. codd.
<lb/>22 Ἅιδου OAB (Pap?): ἀδύτοις GHP μὲν Pap HP: μὲν ἀνέβη ceteri 
<lb/>23 καὶ Pap GHP: τε καὶ OAB
<lb/>24 δὲ codd. τῆς] τοῦ H ὑποστρέφει OAB, ἐπιρρέπει coni. Mang. τουτ’ Pap
<lb/>25 ταῖς ὁλκαῖς coui. Mang. post ὅλοις Pap add. περιττὰ, G ἀρίσση. ntrumque dittographia vocis βρίσῃ videtur esse; περιττεύσῃ pro βρίσῃ coni. Cohn συνεπισπανθὲν H2</note>  

<pb n="v.3.p.12"/>
 τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="47"><p>Μωυσῆς δὲ
τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ
ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην
 καλεῖ προσφυέστατα θεὶς ὀνόματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="48"><p>τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν,
τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ <lb n="5"/>
ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν,
ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ
παιδιᾶς ἀμέτοχον, συννοίας καὶ <milestone unit="altpage1" n="p. 480 M."/>  φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ
θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω,
ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου; <lb n="10"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>