<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:281-300</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:281-300</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="281"><p>τινὲς δὲ πατέρας ὑπετόπασαν εἰρῆσθαι τὰς τέτταρας ἀρχάς τε καὶ δυνάμεις, ἐξ
ὧν συνέστηκεν ὁ κόσμος, γῆν ὕδωρ ἀέρα καὶ πῦρ· εἰς γὰρ ταύτας
 ἕκαστον τῶν γενομένων φασὶν ἀναλύεσθαι δεόντως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="282"><p>καθάπερ γὰρ ὀνόματα <lb n="10"/>
 καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς
γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, <milestone unit="altpage1" n="p. 514 M."/>  καθ’ ὡρισμένας περιόδους
καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, <lb n="15"/>
 εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="283"><p>τὰ
μὲν σωματικὰ ταῦτα, τὸ δὲ νοερὸν καὶ οὐράνιον τῆς ψυχῆς γένος πρὸς
αἰθέρα τὸν καθαρώτατον ὡς πατέρα ἀφίξεται. πέμπτη γάρ, ὡς ὁ τῶν
ἀρχαίων λόγος, ἔστω τις οὐσία κυκλοφορητική, τῶν τεττάρων κατὰ τὸ
κρεῖττον διαφέρουσα, ἐξ ἧς οἵ τε ἀστέρες καὶ ὁ σύμπας οὐρανὸς ἔδοξε <lb n="20"/>
γεγενῆσθαι, ἧς κατ’ ἀκόλουθον θετέον καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀπόσπασμα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="284"><p><milestone unit="altref" n="58"/> τὸ δὲ „μετ’ εἰρήνης τραφεὶς“ οὐκ ἀπὸ σκοποῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 ωμβησεν Pap 1.
<lb/>2 μεταναστάντος ΗΡ
<lb/>2 κατωρυγμένους codd. 
<lb/>3 ως Pap G (Turn.): ὡς τοὺς ceteri φησιν G
<lb/>4 την γαρ των Pap: τῶν γὰρ codd. απαντων γενεσιν Pap: ἁπάντων τῶν φύσιν ΑΒ, ἑπομένων ἁπάντων ΗΡ, ἁπάντων G
<lb/>5 νομιζουσιν Pap ὁ τούτων om. G 6.
<lb/>7 παραδειγμάτων  Β
<lb/>8 τέσσαρας ABGH, δ΄ Ρ
<lb/>9 ante ἀέρα add. καὶ GHP 
<lb/>10 γεννωμένων ΑΒ
<lb/>11 συνεστηκεν Pap
<lb/>12 εκεινων Pap
<lb/>13 συγκριθεις Pap (Mang): συγκραθεὶς codd. τεσσάρων codd. 13.
<lb/>14 δανεισάμενος post οὐσίας transpos. AB
<lb/>14 ἀφ᾿] ἐφ᾿ G ἑκατέρου ΗΡ, ἑκάστου Turn. 
<lb/>15 ἐκτείνει GHP  μέντοι ΒΗ εἴη scripsi: εἶ G (Pap?), ἦ ceteri
<lb/>16 εἰ δὲ ἔνθερμον, πυρί post ὕδατι transpos. codd. ψυχρόν] ἐμψυχρὸν G
<lb/>17 μὲν] μὲν οὖν Α σωματα Pap τοιαῦτα ΑΒ, ταύτῃ coni. Mang.
<lb/>18 ὠς πρὸς πατέρα codd. 18.
<lb/>19 ὡς τῶν ἀρχαίων ὁ λόγος ΑΒ
<lb/>19 λόγον Ρ ἔστι conicio κυκλοφορική ΑΒG (coni. Mang.) τεσσάρων codd.
<lb/>21 κατ᾿ ABGH1P, κατα Pap: κατὰ τὸ Η2</note> <note xml:lang="lat" type="footnote"><lb/>13 sqq. cf. Platonis Timaeum p.
<lb/>42 E.
<lb/>19 cf. Aristotelem (Zeller II 2 p. 434 sqq.).</note>  

<pb n="v.3.p.65"/>
προσδιώρισται, ἀλλ’ ὅτι σχεδὸν τὸ πλεῖστον ἀνθρώπων γένος ἐπὶ πολέμῳ
καὶ τοῖς ἐκ πολέμου κακοῖς πᾶσι τρέφεται. πόλεμος δ’ ὁ μὲν
ἀπὸ τῶν ἐκτός ἐστιν, ὃν ἀδοξία καὶ πενία καὶ δυσγένεια καὶ τὰ ὁμοιότροπα
ἐπάγουσιν, ὁ δ’ ἀπὸ τῶν ἐμφυλίων, κατὰ μὲν τὸ σῶμα ἀσθένειαι,
<lb n="5"/> λῶβαι, πηρώσεις παντελεῖς καὶ κηρῶν σωρὸς ἄλλων ἀμυθήτων,
κατὰ δὲ τὴν ψυχὴν πάθη, νοσήματα, ἀρρωστήματα, δι’ ἀφροσύνης καὶ
ἀδικίας καὶ τῶν ὁμοτυράννων χαλεπαὶ καὶ βαρύταται ἐπαναστάσεις καὶ
ἀκαθαίρετοι δυναστεῖαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="285"><p>„μετ’ εἰρήνης οὖν τραφεὶς“ γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν
<lb n="10"/> τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν,
εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ
τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="286"><p>χρῄζει γὰρ ἕκαστον οἰκείων δορυφόρων· δορυφορεῖται δὲ σῶμα μὲν εὐδοξίᾳ καὶ περιουσίᾳ καὶ ἀφθονίᾳ
πλούτου, ψυχὴ δὲ τῷ τοῦ σώματος ὁλοκλήρῳ καὶ κατὰ πάντα ὑγιεινῷ,
<lb n="15"/> ὁ δὲ νοῦς ὑπὸ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρημάτων· ἐπεὶ ὅτι γε εἰρήνης
οὐχ ἣν αἱ πόλεις ἄγουσι μέμνηται, σαφές ἐστι τοῖς ἐντυγχάνουσι
ταῖς ἱεραῖς γραφαῖς· μεγάλους <add>γὰρ</add> καὶ βαρεῖς πολέμους Ἀβραὰμ ἀνεδέξατο,
οὓς καθῃρηκὼς φαίνεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="287"><p>καὶ ἡ τῆς πατρῴας μέντοι γῆς ἀπόλειψις μετανισταμένῳ καὶ πάλιν οἰκῆσαι μὴ δυναμένῳ, φορουμένῳ δὲ
<lb n="20"/> ὧδε κἀκεῖσε καὶ ἐρήμους καὶ ἀτριβεῖς ὁδοὺς ἀλωμένῳ τῷ μὴ θεοπροπίοις
καί τισι θεσφάτοις πεπιστευκότι βαρὺς ἦν πόλεμος. ἀλλ’ ἔδει
γὰρ καὶ τρίτον τι τῶν φοβερῶν προσεπιδαψιλεύσασθαι, λιμόν, μεταναστάσεως
καὶ πολέμου κακὸν χεῖρον. ποίαν οὖν εἰρήνην ἤγαγεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="288"><p>τὸ
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐκ] ἐκ τοῦ ΑΒ ἅπασι AB δέ Pap GHP
<lb/>3 ἀπὸ om. Pap ἄνεω καὶ Pap: om. codd. 3.
<lb/>4 ὁμότροπα HP
<lb/>4 <add>ὃν κατασευάζουσιν</add> κατὰ conicio 4.
<lb/>5 ἀσθένεια Pap
<lb/>5 κῆρος Η1P1 σορὸς Η2 ὁ πάθος Η δι’ codd. (Pap?): ἔτι δ’ conicio
<lb/>7 ομοτυραννων Pap: ὁμοιοτυράννων codd., ὁμοιοτρόπων coni. Mang.
<lb/>8 δυνάμεις HP ante γαληνὸν add. ὁ Η2, νerbum ἀπελεύσεται?) deesse videtur
<lb/>9 κτησαμένους Pap εὐδαίμονα codd.
<lb/>10 τοιοῦτο Pap μεν Pap Μang.): μοι codd.
<lb/>11 δὲ om. codd. σώματ’ οὐ πρὸς G ὑγείαν codd. εὐοδεῖ P post alt. δὲ add. καὶ ABG, in ras., ut vid., P2, μοι H2, με H1
<lb/>13 εὐεξία AB prius καὶ om. Pap
<lb/>14 υγεινωι Pap 
<lb/>15 ἀπό τῶν ἐπιστήμης ΑΒ γε] τε Pap
<lb/>16 ἢν Pap v: ἧς codd. αγουσιν Pap εστιν Pap ἐντυγχάνουσιν Pap
<lb/>17 μεγάλοις Pap γὰρ add. Turn.
<lb/>18 κεκρατηκὼς conicio 18.
<lb/>19 ἀπολήθης G
<lb/>19 πάλιν Pap ΑΒ: πόλιν GHP φερομένω codd.
<lb/>20 τῷ om. G 20.21 θεοπρείοις Α, θεοπρεπείοις G
<lb/>21 τισι] τι Η1P1 ἀλλ’ ἔδει Mang. (Scheil), αλλ’ ἔδε Pap: ἀλλά δεῖ codd.
<lb/>22 καὶ γὰρ ΑΒ τριῶν τῶν L προσεπιδαψιλευσασθαι Pap: προσενδαψιλεύσασθαι ΑΒGΗ, πρὸς ἓν δαψιλεύσασθαι P 22.
<lb/>23 μέτα αναστασεως Pap, ἐπαwστάσεως AB
<lb/>23 κακὸν χεῖρον Pap: κακῶν χείρονα χείρωνα P) codd.</note>  

<pb n="v.3.p.66"/>
γάρ, οἶμαι, μετανίστασθαι καὶ ἀνίδρυτον εἶναι καὶ βασιλέων ἀμάχοις
ἐναντιοῦσθαι δυνάμεσι καὶ λιμῷ πιέζεσθαι πόλεμον οὐχ ἕνα, πολλοὺς δὲ
 καὶ πολυτρόπους ἔοικε μηνύειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="289"><p>ἀλλ’ ἔν γε ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσιν
εἰρήνης ἀκράτου δεῖγμα ἕκαστον αὐτῶν εἶναι συμβέβηκε· παθῶν
γὰρ <milestone unit="altpage1" n="p. 515 Μ."/>  ἔνδεια καὶ λιμὸς καὶ καθαίρεσις ἐχθρῶν ἀδικημάτων καὶ μετανάστασις
ἀπὸ Χαλδαϊκῆς δόξης πρὸς τὴν φιλόθεον, τουτέστιν ἀπὸ τοῦ <lb n="6"/>
γεγονότος αἰσθητοῦ πρὸς τὸ νοητὸν καὶ πεποιηκὸς αἴτιον, εὐνομίαν καὶ
 εὐστάθειαν κατασκευάζουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="290"><p>ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην
καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως
ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς <lb n="10"/>
σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ
βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm.
 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="291"><p>τὸ δὲ αὐτὸ
καὶ νῦν ἔργοις μᾶλλον ἢ ῥήμασι διασυνίστησι Μωυσῆς· ὃν γὰρ ἀναγράφει
γήρᾳ χρησόμενον καλῷ, τῶν πρὸ αὐτοῦ σχεδὸν ἁπάντων ὀλιγοχρονιώτατον <lb n="15"/>
εἰσήγαγε, φιλοσοφῶν καὶ διδάσκων ἡμᾶς, τίς ὁ πρὸς
ἀλήθειαν εὐγήρως ἐστίν, ἵνα μὴ πολὺν τῦφον ἐπὶ τοῦ φανεροῦ σώματός
ποτε ἀποδεξώμεθα γέμοντα αἰσχύνης καὶ πολλῶν ὀνειδῶν, ἀλλ’ εὐβουλίαν
καὶ σταθερότητα ψυχῆς ἰδόντες τὸ γέρως ἀδελφὸν καὶ παρώνυμον
 καλὸν γῆρας ἐπιφημίσωμέν τε καὶ μαρτυρήσωμεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="292"><p>δογματικῶς <lb n="20"/>
οὖν ἄκουε κατὰ τὸν νομοθέτην μόνον τὸν ἀστεῖον εὐγήρων καὶ μακροβιώτατον,
ὀλιγοχρονιώτατον δὲ τὸν φαῦλον, ἀποθνῄσκειν ἀεὶ μανθάνοντα,
μᾶλλον δὲ τὴν ἀρετῆς ζωὴν ἤδη τετελευτηκότα.</p><note xml:lang="mul" type="footnote"><lb/>1 ἀίδρυτον Pap
<lb/>2 δυνάμεσι scripsi: δυνάμενον Pap GHP, μὴ δυνάμενον AB πιεζεῖσθαι HP 3.
<lb/>4 ἐπιδόσεσιν G ὁ τὴν] τὸν PH1 φιλόθεον] φοβεον Pap
<lb/>7 τὸ] τὸν Pap G εὐωνυμίαν ΗP1
<lb/>8 εὐστάθιαν Pap 1 εὐστα P
<lb/>9 prius τὴν Pap: om. codd. 9.
<lb/>10 τὴν et ζώην Pap: τὸ et ἄην codd. 
<lb/>10 κρείπω Pap G ὅσον Pap, ὅσα AB φῶς <add>ἡμερήσιον</add> coni. Mang. 
<lb/>11 ὑγεία ὡς G τις om. ΗP1 προφήτης HP
<lb/>12 μετά codd. τοῦ θανάτου codd.
<lb/>13 θάνατον μέντοι Pap: σκιὰν codd. μέντοι] τὸν conicio τὸν φαῦλον codd., τὸν (melius τὸν τῶν) φαύλων coni. Mang. ανιττομενος Pap δὲ Pap
<lb/>14 ἔργοις scripsi: ὲν τοῖς Pap, ἔργον codd., ἔργῳ ν ῥήμασι Pap: ῥῆμα codd., βήματι v διανίστησι ΑΒ Μωσῆς GHP
<lb/>15 χρησάμενον codd. τῶν] τὸν Α
<lb/>16 εἰσήγαγεν Pap 
<lb/>17 πολυτυφον (sic) Pap: παλαιὸν τῦφον codd., πολιὸν τῦφον G, fort. recte
<lb/>18 ἀναδεξώμεθα codd.
<lb/>19 ψυχῇ ἐνιδόντες conicio γέρος PH1, γένος A(P-?) 19.
<lb/>20 παρώνυμον Pap (Mang.): πατρώνυμον ABP2, πατερώνυμον GHP1, tum καὶ addi G 21.
<lb/>22 μακαριώτατον ΑΒ
<lb/>22 ὀλιγοχρονιώτατον om. Pap τον δὲ Pap ἀεὶ om. codd. λνθάνοντα coni. Mang.
<lb/>23 τὴν τῆς ἀρετῆς ΑΒ</note><pb n="v.3.p.67"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="293"><p><milestone unit="altref" n="59"/> Λέγεται δ’ ἑξῆς· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε“ (Gen. 15,16), οὐχ ἵνα αὐτὸ μόνον μηνυθῇ χρόνος, ἐν ᾧ τὴν ἱερὰν
οἰκήσουσι γῆν, ἀλλὰ καὶ ὑπὲρ τοῦ τελείαν ἀποκατάστασιν ψυχῆς παραστῆσαι.
γίνεται δὲ ὡσανεὶ τετάρτῃ γενεᾷ·  ὃν δὲ τρόπον, ἄξιον συνδιασκέψασθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="294"><p><lb n="5"/> ἀποκυηθὲν τὸ βρέφος ἄχρι τῆς πρώτης ἑπταετίας ἐν ἡλικίᾳ τῇ παιδικῇ ψυχῆς ἀκραιφνοῦς μεμοίραται, λείῳ μάλιστα ἐμφεροῦς
κηρῷ, τοῖς ἀγαθῶν καὶ κακῶν χαρακτῆρσι μήπω τετυπωμένης·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="295"><p>καὶ γὰρ ὅσα γράφεσθαι δοκεῖ, ὑγρότητι ἐπαλειφόμενα συγχεῖται. πρώτη μὲν ἥδε ὡσανεὶ γενεὰ ψυχῆς· δευτέρα δέ, ἥτις μετὰ τὴν παιδικὴν ἡλικίαν
<lb n="10"/> κακοῖς ἄρχεται συζῆν, ἅ τε ἐξ ἑαυτῆς εἴωθε γεννᾶν ψυχὴ καὶ
ὅσα παρὰ τῶν ἄλλων ἀσμένη δέχεται. διδάσκαλοί τε γὰρ ἁμαρτημάτων
μυρίοι, τίτθαι καὶ παιδαγωγοὶ καὶ γονεῖς καὶ οἱ κατὰ πόλεις γεγραμμένοι
καὶ ἄγραφοι νόμοι θαυμάζοντες ἃ χρὴ γελᾶσθαι, καὶ ἄνευ
τῶν διδαξόντων αὐτομαθής ἐστιν αὐτὴ πρὸς τὰ ὑπαίτια, ὡς ὑπ’ εὐφορίας
<lb n="15"/> ἀεὶ κακῶν βρίθειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="296"><p>„ἔγκειται“ γάρ φησι Μωυσῆς „ἡ διάνοια τοῦ  ἀνθρώπου  <milestone unit="altpage2" n="p. 516 M."/> ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος“ (Gen. 8,21). ἥδ’
ἐστὶν ἡ ἐπαρατοτάτη γενεὰ μὲν συμβολικῶς, κυρίως δὲ ἡλικία, καθ’ ἣν
τό τε σῶμα ἡβᾷ καὶ ἡ ψυχὴ πεφύσηται, τῶν ἐντυφομένων ἀναρριπιζομένων
παθῶν, ἅλως τε καὶ ἀστάχυς καὶ πεδία (Exod. 22,6) καὶ ὅσα
<lb n="20"/> ἂν τύχῃ καταπιμπράντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="297"><p>ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν
λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται
τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’] δὲ Pap δὲ Pap: om. codd. αποστραφησον Pap
<lb/>2 αὐτὸ μόνον Pap (Mang.) : μόνον αὐτὸ G, μόνον αὐτῶ ceteri ὁ χρόνος Η2 post ἱερὰν add. οἴκησιν Η1P
<lb/>3 ἄλλα καὶ ὕπερ του Pap: ἀλλ’ ὑπὲρ τοῦ καὶ τὴν codd. ψύχης Pap: ἀρετῆς codd. 3.
<lb/>4 παρασθησαι Pap
<lb/>4 alt. δὲ om. Β 
<lb/>6 παιδικι Pap ψύχης Pap: φύσεως codd. ἀκρεφνοῦς Β λείῳ Mang. : λειμωι Pap, τελείω codd. μαλλιστα Pap
<lb/>7 κηρῶ τοῖς Pap (Mang.): ἀκηράτοις codd. τετυπωμένη codd.
<lb/>8 ἐγγράφεσθαι conicio κοδει Pap ὑγρότητι Pap: δι’ ὑγρότητα codd. ἀπαλειφόμενα coni. Mang. 
<lb/>9 ἦδε] ἤδη Pap δεύτερα τε τις Pap
<lb/>10 ἑαυτῆς Pap Η2: αὐτῆς ceteri 
<lb/>11 ἀσμενὴς G, ἀσμένως ceteri
<lb/>12 τιθθαι Pap
<lb/>13 νόμοι καὶ ἄγραφοι transpos. codd.
<lb/>14 διδαξάντων codd. αὐτὴ scripsi: αὐάτη codd., αὐτὴ s. s. <lb n="2"/> τὰ om. codd. ὑπὸ ΑΒ
<lb/>15 βρίθοντες PH1 φησιν codd. Μωυσῆς scripsi: ωσης Pap, om. codd. 15.
<lb/>16 ἐπιμελῶς τοῦ ἀνθρώπου ΑΒ
<lb/>16 ἥδε codd.
<lb/>17 ἐπαρατωτάτη ΑΒ
<lb/>18 ἡβᾶ s. s. Η2, ἡ βάσις L 
<lb/>19 ἅλως AB: ἄλλως Pap GHP, ἀλωὰς Mang. alt. καὶ Pap (Mang): om. codd. ἄσταχύς τε καὶ ABG
<lb/>20 ἣν om. Pap 21.
<lb/>22 κατασπασθεῖσαν ΑΒ 
<lb/>22 ενδεξηται Pap</note>  

<pb n="v.3.p.68"/>
 κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="298"><p>μετὰ τὴν θεραπείαν
οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν
τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές
τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται
ὧδε.“ κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα <lb n="5"/>
τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="299"><p>πρῶτος μὲν γὰρ ἀριθμός, καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν λαβεῖν
ἔννοιαν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης· δεύτερος δέ, καθ’ ὃν
φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα· τρίτος δέ, ἐν ᾧ θεραπευόμεθα, τὰ
νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες· τέταρτος <lb n="10"/>
δέ, ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι
τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="300"><p> ἔξεστι. <milestone unit="altref" n="60"/> τὸ δὲ ἄχρι τίνος, αὐτὸς μηνύσει λέγων· „οὔπω γὰρ ἀναπεπλήρωνται
αἱ ἀνομίαι τῶν Ἀμορραίων“ (Gen. 15,16). δίδωσι δὲ
ἀφορμὴν τοῖς ἀσθενεστέροις τὰ τοιαῦτα, ὡς ὑπολαμβάνειν, ὅτι Μωυσῆς <lb n="15"/>
εἱμαρμένην καὶ ἀνάγκην ὡς αἰτίας τῶν γινομένων ἁπάντων εἰσάγει.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>