<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:269-272</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:269-272</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="269"><p>τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς
 μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ  <milestone unit="altpage2" n="p. 512 M."/> κουφότητι ἐξαιρόμενον·
ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν
<lb n="20"/> ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί,
πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="270"><p>κατὰ δὲ τὴν τῆς λύπης δυναστείαν συνάγεται καὶ συστέλλεται φυλλορροούντων καὶ ἀφαυαινομένων
τρόπον δένδρων· τὸ γὰρ εὐθαλὲς αὐτῆς καὶ πῖον ἰσχναίνεται.
φόβου γε μὴν τυραννήσαντος οὐδεὶς ἔτι μένειν ἀξιοῖ, δρασμῷ δὲ καὶ
<lb n="25"/> φυγῇ χρῆται, μόνως ἂν οὕτως σωθήσεσθαι προσδοκῶν· ἐπιθυμία μὲν
γὰρ ὁλκὸν ἔχουσα δύναμιν, κἂν φεύγῃ τὸ ποθούμενον, διώκειν
<note xml:lang="mul" type="footnote"><lb/>1 οὕτως LN
<lb/>2 λέγει Τurn. ἡσυχάζειν L1
<lb/>4 μηνύουσιν H1P δ’ HP 
<lb/>5 γέμον G τῆς om. N
<lb/>7 ἐρρήθη Mang.
<lb/>9 σοματι Pap χώραν Α 
<lb/>10 γνώσηι γὰρ φησιν ὅτι Pap σου om. G
<lb/>11 τὸ] τὼ Pap 
<lb/>13 ὅτι] τι Pap τα Pap: om. codd.
<lb/>14 εφηι Pap (οικιδ)ια Pap, οὐκ ἴδια AP νόθος Pap
<lb/>16 προσερρίζωται scripsi: προσερρίζωνται Pap et codd.
<lb/>17 τεσσάρων Pap
<lb/>18 ἐξαιρούμενον GPH1
<lb/>19 ἀπάντων ΑΒ 
<lb/>20 διψῇ scripsi: διώσει Pap, διψᾷ codd. (αιει) Pap?
<lb/>21 δὲ alt. om. Β 
<lb/>23 τρόπω codd.
<lb/>24 τηρήσαντος ΑΒ ἐστὶ G
<lb/>25 ἂν] μὲν AB σωθήσεται G προδοκων Pap
<lb/>26 δύναμιν καταφεύγῃ G</note> <note xml:lang="lat" type="footnote"><lb/>8 cf. ad vol. II p. 244,3.</note>  

<pb n="v.3.p.62"/>
ἀναγκάζει, φόβος δ’ ἔμπαλιν ἀλλοτριότητα ἐμποιῶν διοικίζει καὶ μακρὰν τοῦ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="271"><p> φαινομένου διίστησιν. <milestone unit="altref" n="55"/> αἱ δὲ τῶν λεχθέντων ἡγεμονίαι παθῶν
βαρεῖαν τοῖς ἀρχομένοις ἐπάγουσι δουλείαν, ἄχρις ἂν ὁ βραβευτὴς καὶ
δικαστὴς θεὸς διακρίνῃ τὸ κακούμενον ἀπὸ τοῦ κακοῦντος καὶ τὸ μὲν
εἰς ἐλευθερίαν ἐξέληται παντελῆ, τῷ δὲ τἀπίχειρα ὧν ἐξήμαρτεν ἀποδῷ. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="272"><p>λέγεται γάρ· „τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσι κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα
ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς“ (Gen. 15,14). ἀνάγκη γὰρ
θνητὸν ὄντα τῷ τῶν παθῶν ἔθνει πιεσθῆναι καὶ τὰς οἰκείους τῷ γενομένῳ
κῆρας ἀναδέξασθαι, βούλημα δὲ θεοῦ τὰ σύμφυτα κακὰ τοῦ γένους
 ἡμῶν ἐπικουφίζειν· ὥστε καὶ ἡμεῖς ἐν ἀρχῇ</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>