<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:261-264</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:261-264</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="261"><p>τί <lb n="20"/> δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα
διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ
γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἠρεμίαν καὶ ἡσυχίαν codd.
<lb/>2 ἐγρήγορσίς scripsi: γρήγορσις codd, οὐσία Pap ἐγρήγορσις Pap: αἱ γρηγορήσεις G, αἱ γρηγόρσεις τῆς Β, αἱ ἐγρηγόρσεις τῆς AHP
<lb/>4 τῷ scripsi (Pap ut vid.; cf. p. 56,18): ἐπὶ τῶ ABGH, ἐπὶ τὸν P
<lb/>5 ἀλλά Α ταὐτὸ Pap 5. ὁ διασυνίστησιν scripsi: ἀλλὰ συνίστησιν ABGH, ἀλλά καὶ συνίστησιν P, σ(υνιστήσιν) Pap ὁ ἐν addidi 
<lb/>7 ἄρχουσαν Pap: om. codd.
<lb/>8 αὐτοῦ] τοῦ ΑΒ μόνον HP 
<lb/>9 φησιν Pap 9.
<lb/>10 τῶ ἀνθρώπω τὴν γυναῖκα codd.
<lb/>11 παντι) δὲ Pap: καὶ παντὶ δὲ ἀνθρώπω codd.
<lb/>11 ὁ ἱερὸς λόγος προφητείαν προφητείας ΑΒ) codd.
<lb/>12 προφήτου G 12.
<lb/>13 υφηχουντος Pap
<lb/>13 δὲ Pap ἑρμηνεῖ om. Pap
<lb/>14 ἐνθουσιᾶν B τοῦτ’ conicio (Pap?) 
<lb/>15 θεοῦ έστιν ἠχεῖον scripsi: θεου εστ)ι ηχ . . . Pap, θεοῦ ἐστιν ἠχεῖ ἐν P(H2?), θεοῦ ἐστιν ἠχοῦν H2, ἠχῆς ἐστι θεοῦ AB, ἠχεῖον ἐστὶν θεοῦ G
<lb/>16 ἀνέγραψε GH2: ανεγραψν Pap, ἔγραψε ABPH1
<lb/>17 εἰσήγαγε Νῶε codd. οὐ Pap (Turn.): οὖν codd. 17.
<lb/>18 προφήτης εὐθύς codd.
<lb/>18 ἅς om. GH1P1 
<lb/>20 πολλῶν ἄλλων AB, ἄλλων om. G
<lb/>21 ἐκγόνους ABG (Pap?): ἐγγόνους HP 
<lb/>22 συνα)χθητε Pap: συλλέγητε codd. απαγγ(ειλω) Pap ἀπαγγέλλω supplet Scheil): ἀναγγελλῶ B, ἀναγγελῶ AGP, ἀναγγέλλω Η, ἀναγγελῇ L ἀπαντήσεται Pap: ἀπαντήσει GHP, ἀπαντήση ΑΒ ἐσχάτων codd.</note>  

<pb n="v.3.p.60"/>
ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις
 ἀνοίκειος ἀνθρώπῳ. τί δὲ <milestone unit="altpage1" n="p. 511 M."/>  Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="262"><p>λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι
αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων“
(Num. 12,6.8), καὶ πάλιν „οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν <lb n="5"/>
 ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον“ (Deut. 34, 10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="263"><p>παγκάλως
οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων „περὶ ἡλίου δυσμὰς ἔκστασις
ἐπέπεσεν“ (Gen. 15, 12), <milestone unit="altref" n="53"/> ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν
νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ
ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν <lb n="10"/>
 αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="264"><p>ἕως μὲν οὖν ἔτι περιλάμπει
καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν
τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς
δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή
τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ <lb n="15"/>
 ἀνθρώπινον, ὅταν δ’ ἐκεῖνο δύηται, τοῦτ’ ἀνίσχει καὶ ἀνατέλλει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>