<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:237-252</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:237-252</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="237"><p><milestone unit="altref" n="49"/> Λαλήσας οὖν περὶ τῶν ἀτμήτων καὶ ἀδιαιρέτων ὀρνέων φησὶν ἑξῆς· „κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα“ (Gen. 15, 11),
ὁμωνυμίᾳ μὲν χρησάμενος, τὴν δὲ πραγματικὴν διαμάχην ἐναργέστατα
τοῖς ὁρᾶν δυναμένοις διασυνιστάς· παρὰ φύσιν γάρ ἐστι τὸ καταβαίνειν
ὄρνεα, τοῦ μετεωροπολεῖν ἕνεκα πτερωθέντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="238"><p>καθάπερ γὰρ τοῖς χερσαίοις <lb n="20"/> οἰκειότατον χωρίον γῆ καὶ μάλιστα τοῖς ἑρπετοῖς, ἃ μηδ’ ὑπὲρ
αὐτῆς ἰλυσπώμενα ἀνέχεται, φωλεοὺς δὲ καὶ καταδύσεις ζητεῖ τὸν ἄνω
χῶρον ἀποδιδράσκοντα διὰ τὴν πρὸς τὰ κάτω συγγένειαν, τὸν αὐτὸν
τρόπον καὶ τοῖς πτηνοῖς ὁ ἀὴρ ἐνδιαίτημα οἰκεῖον, κούφοις διὰ τὴν
πτέρωσιν ὁ φύσει κοῦφος. ὅταν οὖν τὰ ἀεροπόρα αἰθεροβατεῖν ὀφείλοντα
<lb n="25"/> καταβαίνῃ, πρὸς χέρσον ἀφικνούμενα τῷ κατὰ φύσιν ἀδυνατεῖ χρῆσθαι
βίῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="239"><p>τοὐναντίον δὲ Μωυσῆς καὶ ὅσα τῶν ἑρπετῶν ἄνω δύναται πηδᾶν οὐ μετρίως ἀποδέχεται· φησὶ γοῦν· „ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν
τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνωτέρω τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 ζῷον] ζώσω G, post ζῷον add. ὁ
<lb/>51 θεῖος ὑπὲρ ἡμᾶς ΑΒP2 δὲ τῶ transp. ΑBP2
<lb/>2 θεὸς AB τῷ om. codd. γεγονότων Pap: γινομένων H1P, γενομένων ceteri
<lb/>4 μόνῳ om. codd.
<lb/>5 alt. ἡ om. v
<lb/>7 διένειμε] διέκρινε coni. Mang. ἅττα Α, ἄττα Β: ἅτε GHP, ἁ Pap
<lb/>8 σώματα] νοήματα AB 
<lb/>9 τὴν] τὸν Pap G
<lb/>11 post ἄκρατον add, καὶ v
<lb/>12 διερ(εσ)εως Pap: om. codd.
<lb/>16 ὀρνέων G διχοτομήματα Pap: διχοτομηθέντα codd. 
<lb/>17 ὁμώνυμα G
<lb/>18 διανιστάς AB εστιν Pap
<lb/>20 γηι Pap τοῖς οm. Pap ὑπὲρ] ἐπὶ coni. Mang.
<lb/>22 ἀποδιδράσκοντας AB τὰ] τὸ G
<lb/>23 πετεινοῖς codd.
<lb/>24 περαίωσιν ΑΒ
<lb/>26 τὸ ἐνάντιον Pap Μωσῆς HP δύνανται Α
<lb/>27 φάγεται Pap
<lb/>28 τέσσαρα ABGP, δ΄ H</note>  

<pb n="v.3.p.54"/>
ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς ἀπὸ τῆς γῆς“ (Lev. 11,21). ταῦτα δ’
ἐστὶ σύμβολα ψυχῶν, ὅσαι τρόπον ἑρπετῶν προσερριζωμέναι τῷ γηίνῳ
σώματι καθαρθεῖσαι μετεωροπολεῖν ἰσχύουσιν, οὐρανὸν ἀντικαταλλαξάμεναι
 γῆς καὶ φθορᾶς ἀθανασίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="240"><p>πάσης οὖν βαρυδαιμονίας ἀναπεπλῆσθαι
νομιστέον ἐκείνας, αἵτινες ἐν ἀέρι καὶ αἰθέρι τῷ καθαρωτάτῳ τραφεῖσαι <lb n="5"/>
μετανέστησαν τὸν θείων ἀγαθῶν κόρον οὐ <milestone unit="altpage1" n="p. 507 M."/>  δυνηθεῖσαι φέρειν
ἐπὶ τὸ θνητῶν καὶ κακῶν χωρίον γῆν. ἐπιφοιτῶσι δ’ ἔννοιαι μυρίαι
περὶ μυρίων πραγμάτων ὅσων, αἱ μὲν ἑκούσιοι, αἱ δὲ κατ’ ἄγνοιαν,
 οὐδὲν διαφέρουσαι πτηνῶν, αἷς τὰ κατιόντα ἐξωμοίωσεν ὄρνεα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="241"><p>τῶν δὲ
ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης <lb n="10"/>
ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ
ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ
ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ
μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν — αἴρεται
γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν —, κακία δὲ <lb n="15"/>
ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="242"><p>τὰ γοῦν πολέμια τῆς ψυχῆς ἐννοήματα ἐπιποτώμενα καὶ ἐπιφοιτῶντα
κάτεισι μὲν αὐτά, καταβάλλει δὲ καὶ τὴν διάνοιαν αἰσχρῶς
ἐπιφερόμενα σώμασι καὶ πράγμασιν αἰσθητοῖς οὐ νοητοῖς, ἀτελέσιν οὐχ
ὁλοκλήροις, ἐφθαρμένοις οὐχὶ τοῖς ζῶσιν. οὐ γὰρ μόνον σώμασιν, <lb n="20"/>
ἀλλὰ καὶ σωμάτων δίχα διαιρεθέντων τμήμασιν ἐπιφοιτᾷ· τὰ δ’ οὕτως
διαιρεθέντα ἀμήχανον ἁρμονίαν δέξασθαι καὶ ἕνωσιν, τῶν πνευματικῶν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="243"><p> τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων. <milestone unit="altref" n="50"/> εἰσηγεῖται
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπὸ] ἐπὶ conicio τῆς om. codd. δέ Α
<lb/>2 εστιν Pap ὅσα Η1 P τρόποις ΑΒ προσερριζωμένα Η1 P1
<lb/>4 φθορὰν Pap πόσης conioio 4.
<lb/>5 ἀναπεπληρῶσθαι codd. ὁ τὸν θείων ἀγάθων κόρον Pap: τὸν κόρον τῶν θείων ἀγαθῶν codd.
<lb/>7 θνητὸν ΑΒ κακὸν ABH2 επιφυτωσιν Pap δὲ codd. ἔνιαι L
<lb/>8 ὅσον AB κατὰ codd. post ἄγνοιαν add. αἲ 2 
<lb/>9 οὐδὲ H1 διαφέρουσι BGHP
<lb/>10 ἔλαχεν Pap
<lb/>11 τῆς H2 (Pap?): καὶ τὴν ceteri τὸν θεῖον καὶ οὐράνιον χορὸν seripsi: τ)ων θείων ουρανι(ω)ν χορὸν Pap, τὸν οὐρανὸν καὶ θεῖον χῶρον codd. 11.
<lb/>12 τὴν χείρω δέ ἡ codd.: χείρω δὲ την Pap, τὴν δὲ χείρω ἡ Scheil 12.
<lb/>13 καὶ ἀντισπώσης— ἐναντιότητα om. ΑΒ 
<lb/>14 prius παρὰ] περὶ Η1P1 ἀλλὰ — ἄρσιν om. Pap GH1P1 τὴν ἄρσιν ΑΒ: τὴν ἄρσην H2P2, τὸ αἴρεσθαι v
<lb/>15 γὰρ om. G ἀεὶ codd.
<lb/>17 γοῦν πολέμια ΑΒ: πολέμια οὑν Pap G, πολέμια H1P, γάρ πολέμια H2 ἐννοήματα om.
<lb/>11 επιπωτωμενα Pap: ἐπιπτώμενα G, ἐπισπώμενα ΗP, ἐπιπετόμενα AB 17.
<lb/>18 post ἐπιφοιτῶντα add. ἐννοήματα Η1, νοήματα Η2 18.
<lb/>19 σώμασιν αἰσχρῶς αἰσχροῖς P) ἐπιφερόμενα ἐπιφυρόμενα Α) codd.
<lb/>19 σώμασι καὶ scripsi: σώμασιν οὐ Pap ΑΒGP (H1), οὐ del. Η2 19.
<lb/>20 οὐκ ὁλοκλήρους G
<lb/>20 τοῖς fort. del.
<lb/>21 post σωμάτων add. τῶν V δὲ Pap
<lb/>22 ἁρμονίαν ἀμήχανον codd.</note>  

<pb n="v.3.p.55"/>
δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ
ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα
τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς
πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι
<lb n="5"/> καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς
ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15,11), οἷα πρόεδρός
τις ἢ πρόβουλος ὤν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="244"><p>ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν
ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν
<lb n="10"/> ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν
γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν
ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="245"><p>δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ
ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς
<lb n="15"/> εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ
 τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις  <milestone unit="altpage2" n="p. 508 M."/> δὲ καὶ τὸ σύμπαν
αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="246"><p>τὰ δὲ τῶν ἐνσπόνδων εἶναι δυναμένων προσκρούσματα τοιαῦτά ἐστιν, ὁποίας εἶναι συμβέβηκε
τὰς σοφιστῶν δογματικὰς ἔριδας· ᾗ μὲν γὰρ πρὸς ἓν ἀπονεύουσι
<lb n="20"/> τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ
δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει
χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις
αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀναδιδάσκων AGP
<lb/>2 ἔρωσιν Pap
<lb/>3 αἰσχρὰ G εστιν Pap γὰρ τοὺς om. AB τῆς ψυχῆς codd.
<lb/>4 πολεμίους Pap G (Mang.): πολέμους codd. εἰσήγαγεν Pap ἐμφύρεσθαι Β σώμασιν Pap, σώματος GHP 
<lb/>6 συγκαθίσαι ex LXX Mang.: ἐγκαθίσαι Pap et codd.
<lb/>7 πρόβολος Β
<lb/>8 διιστήκει Pap G, corr. in διστηκει Pap ἁπάντων] ἁπάντων ἀμείνω A, ἀμείνω s. s. P2 συναγωγὸν L
<lb/>9 τῶν om. P ἵνα codd.
<lb/>10 καταλύσῃ P ἀνέλοι B: ἀνελεῖν Pap GH, ἀνέλη AP
<lb/>11 ἐπιρράξαντας Pap (Turn.): ἐπὶ (Turn.): ras.
<lb/>3 litt. P) πάντας ABP2, ἐπιπράξαντας G, ἐπεὶ πράξαντας Η (sed πρ scr. Η2) 
<lb/>12 τοῖς] ἀστοῖς coni. Mang.
<lb/>13 ἄσπονδοι καὶ in mg. add. P2
<lb/>14 δειλίαιἀδικίαι om. G ἐκ Pap: ἐπὶ codd.
<lb/>15 αποχενιζουσαι Pap
<lb/>17 σχῆμα] ὄχημα coni. Mang.
<lb/>18 εἶναι om. v, post εἶναι add. δοκούντων Β2P2, δοκοῦντα AB1 δυνάμεων codd. τοιαῦτ’ HP ἵας codd.
<lb/>19 τὰς Pap P: τὰς τῶν ABGH ἡ ΑΒ: οι Pap, εἰ GHP ἀπονεύουσι Pap (Mang.): ἀποπνέουσι codd.
<lb/>20 θεωρίας P λεγοιτ’ Pap G εἶναι om. ΑΒ ἧ AB: οι Pap G, εἰ HP
<lb/>21 δ’] τ’ G ομογνομονουσι Pap ζητήσεσι Pap
<lb/>22 ἀγέννητον ΑBGL1
<lb/>23 οἱ om. ABP2 τοῖς] τὸ G</note>  

<pb n="v.3.p.56"/>
φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ
πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ
πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων
ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας
κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι <lb n="5"/>
 τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="247"><p>καὶ ἥλιος μέντοι καὶ σελήνη
καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν
πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ
ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς
αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν <lb n="10"/>
οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι,
μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται
τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ,
τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="248"><p>τὰ δὲ κατὰ τὴν φιλοσοφίαν μεστὰ διαφωνίας γέγονε τὸν πιθανὸν καὶ <lb n="15"/>
στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ
δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="249"><p><milestone unit="altref" n="51"/> „Περὶ δὲ ἡλίου“ φησί „δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ
Ἀβραάμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ“ (Gen. 15, 12).
ἔκστασις ἡ μέν ἐστι λύττα μανιώδης παράνοιαν ἐμποιοῦσα κατὰ γῆρας <lb n="20"/>
ἢ μελαγχολίαν ἤ τινα ὁμοιότροπον ἄλλην αἰτίαν, ἡ δὲ σφοδρὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 διὰ τὸ (τῶ G) codd.: διο καὶ Pap κραταιοτέρῳ ΑΒΗ2: κρατεωτερω Pap, G, κραταιότερον Η1 P, tum ἐμφαίνοντος καὶ πάλιν add. P, spatium in H 
<lb/>3 τά ἐναντία codd.
<lb/>5 συνχεουσι Pap: συνέχουσι codd. ακαταλημπτα Pap εισηγουμε)νοις Pap ὁ φάσκουσι codd.
<lb/>7 prius τε om. Α, γῆ τε om. B 7.
<lb/>8 ἐξ ἀυτῶν σχεδὸν πάντα Pap: ἐπ’ αὐτῶν πάντα codd.
<lb/>8 φιλονικιας Pap παρεσχήκασιν Pap
<lb/>9 αὖ om. Pap δὲ Pap: τε ABGH1P, τε καὶ H2
<lb/>10 ἀναζητοῦσι GP κάτα τὸν οὐρανὸν Pap
<lb/>11 εραυναν Pap ἑτεροδοξοῦσι καὶ συμφερόμενοι ΑΒ
<lb/>12 μέχρι Pap Pap: om. codd. post μαιευτικὸς add. ἀνὴρ GHP, τις ἀνὴρ ΑΒ ὁμοῦ codd.: νόμος Pap ἀνὴρ Pap: om. codd. (cf. ad lin. 12)
<lb/>13 γένη μετὰ G 13.
<lb/>14 ἀπορρίψει G
<lb/>14 δὲ codd. διασώσει ΑΒ
<lb/>15 τὴν om. codd. μεστὰ om. Η1P1 μετὰ ἀδιαφωνίας G
<lb/>16 στοχαστὴν HP ἀποδιδασκούσης G γάρ om. H
<lb/>17 αὐτῆς om. Α τἀς λογικάς om. codd. ως Pap: ὥς γε codd. 
<lb/>18 φησί om. codd. N δυσμαῖς Pap ἐπέπεσεν scripsi: ἐπέστησεν Pap, ἔπεσεν codd. N τωι Pap: ἐπὶ codd. N
<lb/>20 εστιν Pap post μανιώδης add. καὶ ΑΒ παροινίαν N ἐμποιοῦσαν G
<lb/>21 ἄλλην om. AB</note> <note xml:lang="mul" type="footnote">1.
<lb/>2 Platonis Tim. p.
<lb/>41 B. 18—57,3 περὶ—χρῆται N fol.</note>  

<pb n="v.3.p.57"/>
 κατάπληξις ἐπὶ τοῖς ἐξαπιναίως καὶ ἀπροσδοκήτως  <milestone unit="altpage2" n="p. 509 M."/> συμβαίνειν εἰωθόσιν, ἡ
δὲ ἠρεμία διανοίας, εἰ δὴ πέφυκέ ποτε ἡσυχάζειν, ἡ δὲ πασῶν ἀρίστη
ἔνθεος κατοκωχή τε καὶ μανία,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="250"><p>ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς <add>ἐν</add> Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται —
<lb n="5"/> παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι
τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ
ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28.29) —,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="251"><p>τῆς δὲ δευτέρας πολλαχοῦ — „ἐξέστη“ γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ
εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ
<lb n="10"/> πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω“
(Gen. 27,33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ
Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου“· „ἐξέστη“ γάρ φησι „τῇ διανοίᾳ,
οὐ γὰρ ἐπίστευσεν αὐτοῖς“ (Gen. 45,26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν
ἐκκλησίαν· „τὸ γὰρ ὄρος“ φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι
<lb n="15"/> τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς
καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα“ (Exod. 19,18), καὶ ἐν τῷ
Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε
πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε
ὁλοκαυτώματα καὶ τὰ στέατα“· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε
<lb n="20"/> πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον“ (Lev. 9,24)·
ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ —
(ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="252"><p>ὅτι εἰδὼς κυνηγεῖν
<note xml:lang="mul" type="footnote"><lb/>1 απροδοκητος Pap εἰώθασιν Pap
<lb/>2 εἰ δὴ scripsi: εἰ δὲ Pap, ἐπειδὴ codd., ἐπεὶ N πέφυκεν ποτε Pap, πέφυκεν (om. ποτε) HP1
<lb/>3 κατοκοχη τε καὶ                                     ἁ Pap: κατοχὴ καὶ μανία N, κατοχωτήκη τ G, κατοχωτική τε HP, κατοχωτέρα τε AB 
<lb/>4 ἐν addidi ἐπινομίσι P
<lb/>5 φησιν Pap 5. ὁ καταλημψεσθαι Pap 
<lb/>9 εἶπεν Pap
<lb/>10 ἔστω Pap G: ἔσται ceteri
<lb/>12 γῆς om. Pap G φησιν Pap
<lb/>13 εξαγω(γηι) Pap: ἐξόδω codd.
<lb/>14 Σίνα Pap v: Σαὶ codd. ὀλὸν                                                              τ Pap: πᾶν αὐτὸ codd.
<lb/>15 αὐτὸ G (Turn): αὐτοῦ Pap ΑΒ, αὐτῶ Η, αὖ P 15.
<lb/>16 καὶ ἀνέβαινεν—σφόδρα om. P
<lb/>15 ἀτμὸς ΑΒ
<lb/>16 τῶ Pap Η2: om. ABGH1P
<lb/>17 ἱερῶν scripsi (Pap?): ἱερέων codd. 17.
<lb/>18 ἐξῆλθεν Pap 
<lb/>18 καὶ om. Pap κατέφαγεν Pap, κατέφερε G
<lb/>19 στέμματα L1 γὰρ add. L2 ειδεν Pap
<lb/>20 ἔπεσεν codd.
<lb/>21 ἔκστασις Pap (Mang.): ἔκπληξις codd. δεινὴν om. codd. —58,21 ἀλλ’ οὐκ—πρὸς αὐτοῦ secludit Mang. aliunde irrepsisse ratus. sed interdum in textu veteres adnotationes, quas nos sub textu ponimus, addunt. respicit initium § 251
<lb/>22 τοῦ] τῶ Η2 Ἡσαῦ codd.</note> <note xml:lang="lat" type="footnote">2.
<lb/>3 cf. Platonis Phaedrum p. 244, lonem p. 536 C.</note>  

<pb n="v.3.p.58"/>
ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ
ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι
θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ,
ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται
 (Gen. 27,33)·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>